← 金嘴狄翁

演说集

§38.6-38.11

提议与尼西亚和睦及和睦的普遍价值

演说者揭示出他此前踌躇不言的建言主题正是与邻邦尼西亚的“和睦”,恳请听众容忍克制,交代了演说结构并向众神祈祷,随后高度赞美了和睦的普遍价值与宇宙论意义。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§38.6

ὑπὲρ γὰρ ὁμονοίας ἐρῶν ἔρχομαι,1 καλοῦ μὲν ὀνόματος, καλοῦ δὲ πράγματος, ἄν δ’ εὐθὺς προσθῶ περὶ τῆς πρὸς τίνας ὁμονοίας, τοῦτο δέδοικα, μὴ τὴν μὲν ὁμόνοιαν2 αὐτὴν ἐφ’ ἑαυτῆς καλὴν εἶναι πιστεύσητε, τὸ δὲ πρὸς τούτους ὁμονοεῖν τοὺς ἀνθρώπους, οἷς ὁμονοεῖν φημι δεῖν ὑμᾶς, ἀδύνατον εἶναι νομίσητε. τοῦτο γάρ ἐστιν, ὃ μέχρι νῦν εἰς τὴν ἔχθραν καθίστησιν ὑμᾶς τὴν πρὸς ἀλλήλους καὶ οὐκ ἐᾷ γενέσθαι τὴν φιλίαν, τὸ πεπεῖσθαι δίχα λόγου μὴ δυνατὴν εἶναι ταῖς πόλεσι τὴν ὁμόνοιαν. μὴ θορυβήσητε δὲ ἀρχομένῳ πάλιν, ἀλλ’ ὑπομείνατε.

因为我正要就和睦进言,这是一个美好的名字,也是一件美好的事物;但若我随即补足是与谁的和睦,我便担心这一点:你们一方面固然相信和睦本身是美好的,另一方面却认为与这些人——即我认为你们应当与之和睦的人——保持和睦是不可能的。因为迄今为止使你们陷入彼此敌视且不容友谊产生的,正是毫无根据地深信各城邦之间绝不可能实现和睦。因此,当我重新开始时,请不要喧哗,而要容忍倾听。

§38.7

φημὶ δεῖν ὑμᾶς, ἄνδρες Νικομηδεῖς, ὁμονοῆσαι πρὸς Νικαεῖς· ἀκούσατε δὲ καὶ μὴ χαλεπήνητε μηδέπω, πρὶν ἂν εἴπω τὰς αἰτίας. οὐδὲ γὰρ ὁ νοσῶν πρὸς τὸν ἰατρὸν ὀργίζεται διατάττοντα τὴν θεραπείαν, ἀλλ’ ἀκούει μὲν ἀηδῶς αὐτοῦ λέγοντος, ὅτι αὐτὸν καὶ τμηθῆναι δεῖ καὶ καυθῆναι, πείθεται δὲ ὅμως· περὶ γὰρ σωτηρίας ὁ κίνδυνός ἐστι. καίτοι τί τοῦτο εἶπον; τὸ γὰρ ἐμὸν φάρμακον, ὃ προσφέρω ταῖς πόλεσιν, ἥδιστόν ἐστι φαρμάκων καὶ χωρὶς οὗ ζῆν οὐδεὶς ἂν ἐθελήσειεν εὖ φρονῶν.

尼科米底亚的公民们,我认为你们应当与尼西亚人实现和睦;请听我说,在我陈述理由之前,切莫动怒。因为病人绝不会向开具处方的医生发怒,虽然听到医生说他必须接受切割与烙烫时心中不快,但他依然顺从;因为这关乎生死的危险。然而,我何出此言呢?因为我提供给城邦的药剂,乃是诸药中最令人愉悦的,若没有它,任何神智健全之人都不愿存活于世。

§38.8

βούλομαι δὲ διελεῖν τὸν λόγον καὶ τὸ πρῶτον ὑπὲρ αὐτῆς εἰπεῖν τῆς ὁμονοίας τῆς καθόλου, ποδαπόν τέ ἐστι καὶ τίνων αἴτιον, ἐξ ἐναντίας τὴν στάσιν καὶ τὴν ἔχθραν διακρίνας τὴν φιλίαν·3 εἶτα ʽἔσται γάρ ἀκόλουθον τῆς ὁμονοίας ἀποδειχθείσης ὠφελίμου τοῖς ἀνθρώποις ἅπασιν’ ἀποδεῖξαι ταύτην τὴν ὁμόνοιαν τῶν πόλεων τούτων καὶ ἀναγκαιοτάτην οὖσαν ὑμῖν καὶ λυσιτελεστάτην. οὐκ ἀποστήσομαι δὲ εἰπεῖν οὐδ’ ὅπως ἂν μεῖναι γενομένη δύναιτο· καὶ γὰρ τοῦτο ὁρῶ πολλοῖς ἐνοχλοῦν.

我想划分我的演说,首先就普遍意义上的和睦本身发言,阐明它具有何种性质并促成何种结果,并将友谊从其对立面——内讧与敌意——中区分开来;随后——因为一旦证明和睦对全人类皆有裨益,这便是顺理成章的——论证这两座城邦之间的这一和睦对你们而言既最不可或缺又最有收益。我也绝不回避说明一旦实现之后如何能够长存;因为我看到这一点同样困扰着许多人。

§38.9

εὔχομαι δὲ τοῖς θεοῖς πᾶσι καὶ τοῖς ὑμετέροις καὶ τοῖς ἐκείνων, εἰ ταῦτα εὐνοίᾳ τῇ πρὸς μόνους ὑμᾶς ἐγὼ νῦν λέγω καὶ μηδεμίαν οἰκείαν θηρώμενος δόξαν ἤ λυσιτέλειαν ἐκ τῆς καταλλαγῆς τῆς ὑμετέρας, καὶ πρὸ πάντων εἰ μέλλει λυσιτελήσειν τῇ πόλει, δοῦναι μὲν ἐμοὶ τοὺς ἀξίους τοῦ πράγματος εἰπεῖν λόγους, παρασχεῖν δὲ ὑμᾶς ἐμοὶ πεισθῆναι τὰ συμφέροντα βουλομένους.

我向所有的神明祈求,既向你们的神明,也向他们的神明:如果我如今说出这番话是出于唯独对你们的善意,绝不从你们的和解中谋求任何私人的虚名或私利,尤其是如果这必将造福城邦,那么愿神明赐予我说出与此事相称之言的能力,并使你们愿意听从我而企求切实的利益。

§38.10

ὁμόνοιαν τοίνυν πάντες μὲν ἐπῄνεσαν ἀεὶ καὶ λέγοντες καὶ γράφοντες, καὶ μεστὰ τῶν ἐγκωμίων αὐτῆς ἐστι καὶ τὰ ποιήματα καὶ τὰ τῶν φιλοσόφων συγγράμματα, καὶ ὅσοι τὰς ἱστορίας ἐξέδοσαν ἐπὶ παραδείγματι αὐτῶν τῶν ἔργων ἀπέδειξαν αὐτὴν μέγιστον οὖσαν τῶν ἀνθρωπείων ἀγαθῶν, καὶ πολλοὶ τολμήσαντες ἤδη τῶν σοφιστῶν παραδόξους εἰπεῖν λόγους μόνον τοῦτον οὐκ ἐπενοήθησαν ἐξενεγκεῖν, ὡς οὐ καλὸν ἡ ὁμόνοια καὶ σωτήριόν ἐστιν· τοῖς τε νῦν βουλομένοις αὐτὴν ἐγκωμιάζειν ἄφθονος ἡ τῶν λόγων ὕλη, καὶ ἀεὶ καὶ πλείω καὶ κρείττω περὶ αὐτῆς ἐξέσται λέγειν.

因此,所有人无论在言谈还是著述中,历来都在赞美和睦;诗篇与哲学家的著作皆充斥着对它的颂词,凡出版历史者无不以实际事迹为范例,证明它是人类最大的善好。更有许多早已敢于发表荒诞之论的智者,唯独从未想过提出这样一种论调:即和睦并非美好亦无补于拯救。对于如今想要颂扬和睦的人来说,言论的素材取之不尽,关于它永远可以说得更多、更好。

§38.11

εἴτε γὰρ ὑπὲρ γενέσεως αὐτῆς πολυπραγμονεῖν ἐθέλοι τις, ἀνάγκη τὴν ἀρχὴν αὐτῆς ἐπανάγειν ἐπὶ τὰ μέγιστα τῶν θείων πραγμάτων. ἡ γὰρ αὐτὴ καὶ φιλία ἐστὶ καὶ καταλλαγὴ καὶ συγγένεια, καὶ ταῦτα πάντα περιείληφεν. καὶ τὰ στοιχεῖα δὲ τί ἄλλο ἢ ὁμόνοια ἑνοῖ; καὶ δι’ οὗ σῴζεται πάντα τὰ μέγιστα, τοῦτό ἐστι, καὶ δι’ οὗ πάντα ἀπόλλυται, τοὐναντίον. εἰ μὲν οὖν μὴ θνητὸν ἦμεν οἱ ἄνθρωποι γένος μηδ’ ἔδει πολλὰ εἶναι τὰ φθείροντα ἡμᾶς, οὐκ ἂν ἦν οὐδὲ ἐν τοῖς ἀνθρωπίνοις ἡ στάσις, ὥσπερ οὐδὲ ἐν τοῖς θείοις ἔνεστιν. ᾧ δὲ μόνῳ τῆς εὐδαιμονίας ἀπολειπόμεθα τῆς θείας4 καὶ τῆς ἀφθάρτου διαμονῆς ἐκείνων, τοῦτό ἐστιν, ὅτι μὴ πάντες ὁμονοίας αἰσθανόμεθα, ἀλλ’ εἰσὶν οἱ καὶ τὴν ἐναντίαν αὐτῇ φιλοῦντες, τὴν στάσιν, ἧς μέρη καὶ ὑπουργήματα πόλεμοι καὶ μάχαι, καὶ ταῦτα ἐν τοῖς δήμοις ἀναστρέφεται καὶ τοῖς ἔθνεσιν, ὥσπερ ἐν τοῖς σώμασιν αἱ νόσοι.

因为如果有人想要究问它的起源,就必须将其开端追溯至最重大的神圣事物。因为它本身既是友谊、和解,亦是亲族之情,并将这一切涵盖在内。究竟是什么在结合诸元素,难道不正是和睦吗?所有最伟大的事物借以保全的正是此物,而一切事物借以毁灭的则是其对立面。因此,如果我们人类不是会死的族类,也不必有诸多毁灭我们的事物,那么人间便不会有内讧,正如神圣事物中绝无内讧一样。而我们在神圣的福乐及其不朽的永存面前所唯一逊色的,正在于此:并非我们所有人都领悟和睦,反而有人喜爱其对立面——内讧,战争与争斗是内讧的组成部分与差役,它们在各城邦与各民族之间肆虐,正如疾病在肉体中肆虐一般。

语法注4 条
  1. 38.6ἐρῶν ἔρχομαι

    动词 ἔρχομαι 与将来时分词 ἐρῶν(源自 εἴρω / λέγω)连用,表示意图或目的:“我正要来说”或“我打算进言”。注意此处的分词并非现在时分词。

  2. 38.6τοῦτο γάρ ἐστιν, ὃ μέχρι νῦν εἰς τὴν ἔχθραν καθίστησιν ὑμᾶς τὴν πρὸς ἀλλήλους καὶ οὐκ ἐᾷ γενέσθαι τὴν φιλίαν, τὸ πεπεῖσθαι δίχα λόγου μὴ δυνατὴν εἶναι ταῖς πόλεσι τὴν ὁμόνοιαν.

    句子的核心骨架是 τοῦτο ... ἐστιν, τὸ πεπεῖσθαι ...(“这便是……深信之事”),冠词附带的完成时不定式短语 τὸ πεπεῖσθαι 与指示代名词 τοῦτο 构成同位语。由 ὃ 引导的关系从句(ὃ μέχρι νῦν ... φιλίαν)修饰主语 τοῦτο。不定式从句中使用否定词 μή,是因为它否定的是主观信念(πεπεῖσθαι)所引出的内容。

  3. 38.8ἐξ ἐναντίας τὴν στάσιν καὶ τὴν ἔχθραν διακρίνας τὴν φιλίαν

    分词 διακρίνας 的直接宾语是 τὴν φιλίαν,介词短语 ἐξ ἐναντίας(“作为对立面/相反地”)引出对格短语 τὴν στάσιν καὶ τὴν ἔχθραν 并与之构成对照(“将友谊从其对立面——内讧与敌意——中区分开来”)。亦可将两组对格皆视作 διακρίνω 的区分对象,但无论何种解法,其旨皆在于将两组截然对立的概念区分论述。

  4. 38.11ᾧ δὲ μόνῳ τῆς εὐδαιμονίας ἀπολειπόμεθα τῆς θείας

    关系代词 ᾧ 是表示方面或程度差异的与格(dative of respect),与 μόνῳ 连用,意为“我们在神圣福乐面前唯一有所不及的方面”。后文的 τοῦτό ἐστιν, ὅτι...(“这便是……即……”)作为主句主语/表语,与该关系从句相呼应。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:38.6-38.11