- 底本
- Dio Chrysostom. Dionis Prusaensis quem vocant Chrysostomum quae extant omnia. Vols. I and II. Arnim, Hans Friedrich August von, editor. Berlin: Weidmann, 1893-96.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:38.12-38.16
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者以危害健康的享乐、船员叛乱以及家庭、战车、婚姻与友谊中的不睦为例,阐明和睦是生存与福祉不可或缺的根基,并揭示了明知内讧带来毁灭却仍重蹈覆辙的愚行。
καὶ γὰρ τὴν ὑγείαν ἐπιστάμενοι μέγιστον οὖσαν τῶν ἀνθρωπίνων ἀγαθῶν ὅμως αὐτῇ πολλάκις αὐτοὶ καθ’ αὑτῶν ἐπιβουλεύομεν, οἱ μὲν ἡδοναῖς πεισθέντες, οἱ δὲ πόνους φεύγοντες ὑγιεινοὺς καὶ διαίτας σώφρονας. εἰ δὲ μὴ τοῦτο τοῖς μεγίστοις τῶν κακῶν ὑπῆρχε βοήθημα, ἡ παραυτίκα ἡδονή, δύναμιν ἂν οὐδ’ ὅλως εἶχε βλάπτειν· νῦν δὲ αὐτοῖς ἔδωκεν ἡ φύσις, ὥστε ἐξαπατᾶν δύνασθαι καὶ τέρπειν τοὺς ἀδικουμένους.
事实上,我们明知健康是人类最大的善好,却常常亲自暗算自己来危害它:有人屈从于享乐,有人逃避有益健康的辛劳与节制的起居。若是没有眼前的享乐这一手段作为最大诸恶的臂助,恶就根本没有害人的力量;但事实是,自然赋予了它们这种手段,使它们能够欺骗并取悦那些受害者。
καὶ ἐπί γε ᾧ τις ἂν καὶ μάλιστα φθονήσειεν αὐτοῖς, ἐκεῖνό ἐστιν ὅτι λυπεῖ τοὺς ἀνθρώπους ὁποῖά ἐστιν ἐπισταμένους. εἰ μὲν οὖν τις ἐρωτήσειεν ἕνα ἄνδρα ἢ πολλοὺς ὁμοῦ περὶ τῶν ὀνομάτων αἰτῶν, ἐν ποίῳ δὴ μέρει τὰ τοιαῦτα κατατάττεται, πόλεμοι καὶ στάσεις καὶ νόσοι καὶ τὰ τούτοις ὁμότροπα, οὐδὲν ἂν μελλήσας ἀποκρίναιτο ὅτι ταῦτα ἐν τοῖς κακοῖς τάττεται καὶ οὕτως ὡς ἔχει καὶ νενόμισται καὶ καλεῖται κακά.
而人们对它们最感愤恨的莫过于此:即便人们深知它们是何种事物,它们依然给人类带来苦痛。设若有人向单个人或众人一并询问这些名称,追问诸如战争、内讧、疾病以及类似的事物究竟归入何类,任何人都会毫不迟疑地回答:这些被列入恶之列,正如其实质一样,被视为恶亦被称为恶。
τὰ δ’ ἐναντία τούτοις, εἰρήνη καὶ ὁμόνοια καὶ ὑγεία, καὶ ταῦτα οὐδεὶς ἂν ἀντείποι μὴ οὐχὶ ἀγαθὰ καὶ εἶναι καὶ λέγεσθαι.1 φανερᾶς δὲ οὕτως οὔσης τῆς μάχης τῶν κακῶν καὶ τῶν ἀγαθῶν, ὅμως εἰσί τινες, μᾶλλον δὲ πολλοί, οἵτινες τῶν κακῶν τοῖς ὁμολογουμένοις χαίρομεν. καὶ περὶ δὲ τῆς νεὼς πάντες οἱ πλέοντες ἐπιστάμενοι διότι μία αὕτη ἐστὶ σωτηρία, τὸ τοὺς ναύτας ὁμονοεῖν καὶ τῷ κυβερνήτῃ πείθεσθαι, γενομένης δὲ στάσεως ἐν αὐτῇ καὶ ἀπειθείας διότι καὶ τὰ δεξιὰ πολλάκις τῶν πνευμάτων εἰς ἐναντίον τῇ νηὶ περιίσταται καὶ τῶν λιμένων ἀποτυγχάνουσιν ἐγγὺς ὄντων, ὅμως στασιάζουσιν2 ἔστιν ὅτε ὑπὸ ἀφροσύνης, καὶ τοῦτο ἀπόλλυσιν αὐτοὺς ἐπισταμένους τοῦ ὀλέθρου τὴν αἰτίαν.
而与此相反之物——和平、和睦与健康,亦无人能够否认它们既是善亦被称为善。恶与善的对立虽然如此显然,然而在我们之中仍有一些人,或者说我们当中的许多人,竟乐于沉溺在公认的恶之中。就船只而言,全体航海者虽深知唯一的生路就在于水手同心同德并服从舵手,且深知一旦船上出现内讧与悖逆,顺风也往往会转为逆风与船作对,即便港口近在咫尺他们也会错失,然而出于愚昧,他们有时仍会发生内讧,明知毁灭的根源,却由此自取灭亡。
καὶ τῶν οἴκων δὲ τῆς σωτηρίας οὔσης ἔν τε τῇ τῶν δεσποτῶν ὁμοφροσύνῃ καὶ ἐν τῇ τῶν οἰκετῶν πειθαρχίᾳ, πολλοὺς ὅμως οἴκους ἀπώλεσεν ἥ τε δεσποτικὴ στάσις καὶ ἡ κακοδουλία. τῷ μὲν γὰρ ἅρματι ποία καταλείπεται σωτηρία τῶν ἵππων συνθεῖν μὴ θελόντων; ἐπειδὰν γὰρ ἄρξωνται διαστάντες ἀφέλκειν ἄλλος ἀλλαχῇ, πᾶσα ἀνάγκη κινδυνεύειν τὸν ἡνίοχον. ὁ δὲ γάμος ὁ ἀγαθὸς τί ἄλλο ἐστὶν ἢ ὁμόνοια ἀνδρὸς πρὸς γυναῖκα; καὶ ὁ κακὸς γάμος τί ἄλλο ἐστὶν ἤ ἡ τούτων διχόνοια; καὶ τέκνων δὲ τίς ὠφέλεια γονεῦσιν, ὅταν ὑπὸ ἀφροσύνης ἄρξηται στασιάζειν πρὸς αὐτούς; ἡ δὲ ἀδελφότης τί ἄλλο ἐστὶν ἢ ἀδελφῶν ὁμόνοια;
家庭的保全虽然既在于主人的齐心,亦在于仆人的顺从,然而主人的不睦与奴仆的恶行却摧毁了许多家宅。因为当马匹不愿并驾齐驱时,战车还能剩下怎样的生路?因为一旦马匹分散开来向不同方向拉扯,御者就必然身处险境。美好的婚姻除却夫妇间的和睦还能是什么?糟糕的婚姻除却二者的反目还能是什么?若子女出于愚昧而开始忤逆双亲,对父母而言子女又有何益处?兄弟之情除却兄弟间的和睦还能是什么?
ἡ δὲ φιλία τί ἄλλο ἢ φίλων ὁμόνοια; καὶ ταῦτα πάντα οὐ μόνον ἀγαθά ἐστι καὶ καλά, ἀλλὰ καὶ ἥδιστα· τὰ δὲ ἐναντία τούτοις οὐ κακὰ μόνον, ἀλλὰ καὶ ἀηδῆ· καὶ ὅμως αὐτὰ πολλάκις ἀντὶ τῶν ἡδίστων ἀγαθῶν προαιρούμεθα. τοὺς μὲν οὖν πολέμους ἤδη τινὲς ἀντὶ τῆς εἰρήνης ἐπανείλοντο μεγάλων ὄντων τῶν διαφόρων, οὐχ ὡς τὸ μάχεσθαι κρεῖττον ὂν ἢ ἥδιον καὶ δικαιότερον τοῦ τὴν εἰρήνην ἄγειν, ἀλλ’ οἱ μὲν ὑπὲρ βασιλείας, οἱ δὲ ὑπὲρ ἐλευθερίας, οἱ δὲ γῆν κτώμενοι μὴ ἔχοντες, οἱ δὲ θάλατταν περιποιούμενοι· καὶ τηλικούτων ὅμως τῶν ἄθλων κειμένων ἐν τῷ μέσῳ πολλοὶ κατέθεντο τὸν πόλεμον ὡς οὐκ ἂν ὄντα οὐδὲ ἀντὶ τῶν μεγίστων αἱρεθῆναί σφισιν ἄξιον.3
友谊除却朋友间的和睦还能是什么?凡此种种不仅良善美好,而且最为怡人;与此相反的事物不仅邪恶,而且令人痛苦;可我们却往往宁要它们而舍弃那最为怡人的善好。从前确曾有人在纷争重大之时舍弃和平而诉诸战争,但绝非认为交战优越于、愉悦于或正义于维持和平,而是有人为了王权,有人为了自由,有人为了获取未拥有的土地,有人为了夺取制海权;然而即便横亘在眼前的酬报如此重大,许多人依然放下了战争,断定它绝不值得自己去选择,哪怕是为了换取最重大的利益。
- 38.14μὴ οὐχὶ ἀγαθὰ καὶ εἶναι καὶ λέγεσθαι
在含有否定意义的动词(οὐδεὶς ἂν ἀντείποι)之后,不定式(εἶναι καὶ λέγεσθαι)搭配双重否定虚词 μὴ οὐ 使用。这构成否定的否定,表达强烈的肯定含义(“没有人能否认它们既是善亦被称为善”)。
- 38.14πάντες οἱ πλέοντες ἐπιστάμενοι ... ὅμως στασιάζουσιν
开头的主格主语 πάντες οἱ πλέοντες 搭配表让步的分词 ἐπιστάμενοι(“虽然所有航海者都知道”),在接续了受 ἐπιστάμενοι 支配的两个较长的并列 διότι(= ὅτι)宾语从句之后,由 ὅμως 复指其让步含义并连接第三人称复数主句动词 στασιάζουσιν(“依然发生内讧”)。
- 38.16ὡς οὐκ ἂν ὄντα οὐδὲ ἀντὶ τῶν μεγίστων αἱρεθῆναί σφισιν ἄξιον
连词 ὡς 与宾格分词 ὄντα(与前文的 τὸν πόλεμον 一致)以及表潜能的 ἄν 连用,表示主节动词 κατέθεντο 的主观判断或动机。ἄν + 分词(ἄν ὄντα)相当于带有 ἄν 的直陈式过去时或祈愿式(οὐκ ἂν ἦν / εἴη),意为“认定它绝不可能是值得他们去选择的,哪怕换取最重大的事物”。
