- 底本
- Dio Chrysostom. Dionis Prusaensis quem vocant Chrysostomum quae extant omnia. Vols. I and II. Arnim, Hans Friedrich August von, editor. Berlin: Weidmann, 1893-96.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:38.1-38.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者指出自己获得公民身份的真正价值在于为城邦提供诚恳的建言,阐明为何径直就最重大事务而非细枝末节进言,并请求听众予以耐心的倾听。
Ὅταν ἐκλογίσωμαι τὰς αἰτίας, ἄνδρες Νικομηδεῖς, δι’ ἃς ἐποιήσασθέ με πολίτην·1 οὐ γὰρ πλοῦτον ὄντα ὁρῶ μοι μέγαν, ὥστε νομίζειν ὅτι διὰ χρήματα ἐσπουδάσθην ὑφ’ ὑμῶν, οὐδὲ πρὸς τὸ θεραπεύειν τοὺς ὄχλους ἐπιτηδείως ἔχοντι ἐμαυτῷ σύνοιδα·2 οὔκουν οὐδὲ εἰς τοῦτό μου χρῄζειν δοκεῖτε, τὸ ταῖς ὁρμαῖς ὑμῶν ἁπάσαις ὑπηρετεῖν ἑτοίμως ἐμέ· ἀλλὰ μὴν οὐδὲ συμποτικός εἰμί τις οὐδὲ κοινὸς ἐν ταῖς τοιαύταις συνουσίαις, ὥστε ἀπό γε τούτου παρέχειν τοῖς πλήθεσιν ἡδονήν· εἰ δὲ μὴ διαμαρτάνω μήτε τῆς ὑμετέρας περὶ ἐμαυτοῦ προαιρέσεως, ὅσα τε ὑμῖν δύναμαι χρήσιμος εἶναι, ταῦτα ἐπίσταμαι· τὸ λοιπόν ἐστιν, δι’ ὃ πολίτης ἐγὼ γεγένημαι παρ’ ὑμῖν, οὐδὲν ἄλλο ἢ τὸ συμβουλεύειν ἐμέ τι περὶ τῶν κοινῇ συμφερόντων ἴσως μᾶλλον ἑτέρων καὶ βούλεσθαι καὶ δύνασθαι.
尼科米底亚的公民们,每当我深思你们接纳我为公民的缘由时——因为我看不出自己拥有巨额财富,以至于会认为自己是因金钱而受到你们的青睐;我也深知自己并不善于讨好大众;因此你们似乎也不是为了这一点而需要我,即由我随时顺从你们的一切冲动;再者,我也既非沉湎于宴饮之人,在那种社交聚会中亦不善通融,从而无法藉此给民众带来欢娱;但如果我没有误解你们对我的一片初衷,并且清楚知道自己在哪些方面能对你们有所裨益的话——那么我之所以在你们这里成为公民,所剩下的唯一缘由,无非是我或许比其他人更愿意也有能力就公共利益提出建言。
τοῦτο δὲ εἰ μὲν οὐκ ἔστι τοιοῦτον, ὑμεῖς τε τῆς περὶ ἐμὲ σπουδῆς διημάρτετε ἐγώ τε ἔοικα μάτην ὑπακούσας ὑμῖν ἐπ̓ ἐλπίδι τοῦ γενήσεσθαι τῇ πόλει χρήσιμος, οὐ ποιουμένων μου χρείαν ὑμῶν, εἰς ἣν μόνον ἐπιτήδειός εἰμι. εἰ δὲ πάσαις μὲν ταῖς πόλεσι, μᾶλλον δὲ ταῖς μεγάλαις, δεῖ μὲν καὶ τῶν πλουσίων, ἵνα καὶ χορηγῶσι καὶ φιλοτιμῶνται ταυτὶ τὰ νενομισμένα δαπανήματα, δεῖ δὲ καὶ κολάκων ἀνδρῶν, ἵνα δημαγωγοῦσιν αὐτοῖς ἥδωνται· δεῖ δὲ καὶ συμβούλων, ἵνα σῴζωνται ταῖς πολιτείαις, κἀγὼ καθ’ ὅσον μοι δυνατὸν οὐκ ὀκνήσω περὶ τῶν μεγίστων συμβουλεύων ὠφελεῖν τὴν πόλιν.
如果情形并非如此,那么一方面你们对我付出的热忱便落了空,另一方面我也仿佛是徒劳地听从了你们,怀着对城邦有所贡献的希望而来,你们却不在我唯一适宜的事情上任用我。然而,如果对于一切城邦、尤其是大城邦而言,固然既需要富人,以便他们承担公职并竞相承担这些例行的开支,也需要谄媚之徒,以便民众从那些蛊惑人心者那里获得欢心;但同时也需要谋士,以便城邦在其政体下得以保全,那么我也将尽己所能,毫不犹豫地就最重大的事务建言以造福城邦。
ἔστι μὲν οὖν καὶ ἄλλα τινὰ παρ’ ὑμῖν ἐπανορθώσεως ἄξια καὶ κατὰ μέρος αὐτῶν ποιήσομαι τὴν θεραπείαν, ἂν τἀληθῆ λέγων πιστευθῶ περὶ τῶν μειζόνων. τί δὲ παθὼν ἢ τί βουλόμενος οὐχ ὑπὲρ τῶν μικροτέρων συμβουλεύω πρότερον, οὐδὲ ἐν ἐκείνοις ἀποπειρῶμαι τοῦ δήμου τῆς εὐπειθείας, ἀλλ’ εὐθὺς ἀξιῶ κινδυνεύειν περὶ τοῦ μεγίστου συμβουλεύων πράγματος; ὅτι πολλῷ μοι δοκεῖ ῥᾷον εἶναι πεῖσαι περὶ τῶν μεγίστων ἢ τῶν μικροτέρων καὶ φαύλων. τῶν μὲν γὰρ ἔξεστι καὶ καταφρονῆσαι τῆς ἀπ’ αὐτῶν γιγνομένης βλάβης, ὁ δὲ χωρὶς ὧν ἀμήχανόν ἐστιν αὐτῷ σῴζεσθαι, περὶ τούτων οὐκ ἐθελήσας πεισθῆναι δῆλός ἐστιν ὑπὲρ τῶν μικροτέρων οὐδὲ ἀκουσόμενος.3
在你们当中固然还有其他值得整饬之事,若我在更重大的事务上说出真话并获得信任,我也会按部就班地予以调治。然而,究竟是出于何种遭遇或何种用心,我不在较小的事情上先行进言,不在那些事情上考验民众的听从,反而立刻认为应当就最重大的事务建言而甘冒风险呢?这是因为在我看来,在最重大的事务上劝服人们,要比在较小且微不足道的事情上容易得多。因为对于后者,人们甚至可以对其带来的损害不屑一顾;但是一个人若在没有这些就无法保全自身的事情上不愿被劝服,显然在较小的事情上更是连听都不会听的。
ὅτι μὲν οὖν, ἐὰν ὑπομείνητε τὴν συμβουλίαν, πεισθήσεσθέ μοι περὶ ὧν συμβουλεύων πάρειμι, καὶ δὴ σφόδρα θαρρῶ. τὸ δὲ δύσκολον τοῦτ̓ ἔστι, τὸ μήτε φορτικὴν ὑμᾶς ἡγήσασθαι τὴν ἀκρόασιν τὴν περὶ τοῦ πράγματος μήτε περιττὴν μήτε ἄκαιρον. ἵνα οὖν μοι μὴ ταῦτα προαπαντήσῃ παρ’ ὑμῶν, Τί δὲ συμβουλεύεις σὺ περὶ ὧν ἡμεῖς τὴν ἀρχὴν οὐδὲ βουλευόμεθα; Τί δὲ σεαυτῷ λόγου μεταδίδως, οὗ σοὶ μὴ μετέδομεν ἡμεῖς; Διὰ τί δὲ τοσούτων πεπολιτευμένων παῤ ἡμῖν ἀνδρῶν ἐπιχωρίων, εἰσποιητῶν, ῥητόρων, φιλοσόφων, γερόντων, νέων, οὐδέποτε οὐδεὶς ἐτόλμησεν ἡμῖν συμβουλεῦσαι ταύτην τὴν συμβουλίαν;
因此,只要你们能容忍这番劝告,我完全坚信你们会被我就眼前所建言之事说服。然而难处正在于:你们既不要认为听取此事是令人厌烦的,也不要认为是多余或不合时宜的。因此,为了避免你们预先以这些话诘难我:“对于我们根本不予考虑的事,你为何要建言?对于我们并未准许你发言的权利,你为何自行取用?而在我们当中有过如此之多参政之人——本乡人、归化公民、演说家、哲学家、长者与青年,为何从未有人胆敢向我们提出这番劝告?”
αἴτημα θέλω ποιήσασθαι τοῦτο αὐτὸ παρ’ ὑμῶν, ἄνδρες Νικομηδεῖς, καὶ χαρίσασθέ μοι καὶ ὑπομείνατε, ἀκοῦσαι λόγου περιττοῦ καὶ ἀκαίρου καὶ μὴ πείσοντος ὑμᾶς. καὶ οὐδὲ μεγάλην εἶναι νομίζω τὴν δωρεάν· εἴτε γὰρ πεισθήσεσθε, ἄξιόν ἐστιν ἀκοῦσαι τοῦ τὰ λυσιτελῆ λέγοντος· εἴτε ἐφ’ ὑμῖν ἀπόκειται τὸ πεισθῆναι, τί τοῦτο δύσκολόν ἐστιν, ἀνδρὶ φίλῳ λόγου μεταδοῦναι βουλομένῳ μάτην εἰπεῖν. καὶ τί δὴ τοῦτό ἐστιν, ὑπὲρ οὗ μέλλω μὲν συμβουλεύειν, ὀνομάσαι δὲ αὐτὸ ὀκνῶ; τὸ μὲν ὄνομα οὐκ ἀηδές, ὦ ἄνδρες Νικομηδεῖς, οὔτε ἐν ταῖς οἰκίαις οὔτε ἐν ταῖς συγγενείαις οὔτε ἐν ταῖς φιλίαις οὔτε ἐν ταῖς πόλεσιν οὔτε ἐν τοῖς ἔθνεσιν.
尼科米底亚的公民们,我正想向你们提出这个请求:请宽容我并容忍听取这篇多余、不合时宜且未必能说服你们的言论。我认为这绝非什么过分的恩赐;因为若是你们将被说服,听取讲述有益之事者的话原是值得的;若是说服与否全在于你们,那么给一位甘愿徒劳进言的友人以说话的机会,又有何难呢?那么,我打算就其提出建言、却又踌躇于直呼其名的事情,究竟是什么呢?尼科米底亚的公民们,这个名字无论在家庭中、亲属间、友谊中、城邦里还是万民之间,都绝非令人不快之物。
- 38.1Ὅταν ἐκλογίσωμαι τὰς αἰτίας, ἄνδρες Νικομηδεῖς, δι’ ἃς ἐποιήσασθέ με πολίτην·
由 Ὅταν 引导的句首时间状语从句后紧接以 οὐ γὰρ... 开始的漫长解释与插入语,导致没有出现直接对应的语法主句,构成了破格句(anacoluthon)。逻辑上的主干直到随后的 εἰ δὲ μὴ διαμαρτάνω... ταῦτα ἐπίσταμαι· τὸ λοιπόν ἐστιν 处才得以收束。
- 38.1ἐπιτηδείως ἔχοντι ἐμαυτῷ σύνοιδα
在表达“自知/自省”的 σύνοιδα ἐμαυτῷ 句式中,补充说明自身状态的分词 ἐπιτηδείως ἔχοντι 采用了与反身代词一致的与格(该结构亦可接主格分词,此处选择与格一致)。介词短语 πρὸς τὸ θεραπεύειν 表示适宜的指向或领域(“向大众谄媚/迎合”)。
- 38.3ὁ δὲ χωρὶς ὧν ἀμήχανόν ἐστιν αὐτῷ σῴζεσθαι, περὶ τούτων οὐκ ἐθελήσας πεισθῆναι δῆλός ἐστιν ὑπὲρ τῶν μικροτέρων οὐδὲ ἀκουσόμενος
该句核心结构为人称句式带分词补足语:ὁ δὲ ... δῆλός ἐστιν ... οὐδὲ ἀκουσόμενος(“这样的人显然甚至不会听从”)。句首的定冠词 ὁ 充当提前提示的主语话题,其后插入了包含关系代词的短语 χωρὶς ὧν... 以及介词短语 περὶ τούτων。χωρὶς ὧν... 为前置的关系从句(“没有这些他便无法自保”),由随后的 περὶ τούτων 中的 τούτων 加以复指。
