- 底本
- Dio Chrysostom. Dionis Prusaensis quem vocant Chrysostomum quae extant omnia. Vols. I and II. Arnim, Hans Friedrich August von, editor. Berlin: Weidmann, 1893-96.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:38.39-38.44
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者以戏剧演员为喻,指出共享虚名不会造成任何实质损失,并阐述同心修好将使双方的人才、财富与领土成倍增长,带来切实的繁荣与喜乐。
ἂν δὲ τὸ μὲν τῆς μητροπόλεως ὑμῖν ὄνομα ἐξαίρετον ᾖ, τὸ δὲ τῶν πρωτείων κοινὸν ᾖ, τί κατὰ τοῦτο ἐλαττοῦσθε; ἐγὼ μὲν γὰρ τολμήσαιμι ἂν εἰπεῖν ὅτι κἂν πάντων ἐκστῆτε τῶν ὀνομάτων, οὐδενὸς ἐξίστασθε πράγματος.1 ἢ τί δοκεῖτε παρὰ τοῦτο; τὴν θάλατταν ἀναχωρήσειν ἀφ’ ὑμῶν ἢ τὴν γῆν ὑμῖν ἔσεσθαι μικροτέραν ἢ τὰς προσόδους ἐλάττονας; ἤδη ποτὲ θέας μετελάβετε; μᾶλλον δὲ μόνον οὐχὶ καθ’ ἑκάστην ἡμέραν θεᾶσθε καὶ τοὺς τραγῳδοὺς καὶ τοὺς ἄλλους, ὅσοι δοκοῦσι μὲν ἡδονῆς ἕνεκεν καὶ τέρψεως εἰς τὰς σκηνὰς παριέναι, τοὺς δὲ αἰσθανομένους τῶν γιγνομένων ὠφελοῦσιν· ἆρ’ οὖν ἐκεῖ τις ὑμῖν ἀληθῶς εἶναι δοκεῖ βασιλεὺς ἢ τύραννος ἢ θεός;
倘若‘母邦’的名号属于你们所独享,而‘首位’的名号则为双方共有,你们因此究竟受到了什么贬损呢?我甚至敢断言,即便你们放弃所有的头衔名号,你们也没有放弃任何实质之物。或者你们以为会因此招致什么后果?难道大海会从你们身边退去,或是你们的土地会变小,抑或是你们的税收会减少吗?你们曾经看过戏剧吗?不如说,你们几乎每天都在观看悲剧演员和其他艺人,他们看似为了取悦与享乐而登上舞台,却让领悟戏中奥妙的人获益良多;那么在戏台上,有谁在你们看来当真是国王、僭主或神明呢?
καίτοι ταῦτα πάντα καλοῦνται καὶ Μενέλαοι καὶ Ἀγαμέμνονες, καὶ οὐκ ὀνόματα μόνον ἔχουσι θεῶν καὶ ἡρώων, ἀλλὰ καὶ πρόσωπα καὶ στολάς, καὶ κελεύουσι πολλά, ὡς ἐκεῖνοι· τοῦ δὲ ποιήματος συντελεσθέντος ἀπίασι τὸ μηδὲν ὄντες. ὀνομάζεσθαί τις θέλει πρῶτος· ἔστω. πρωτεύει τις· κἂν ἄλλος ὀνομάζηται, πρῶτός ἐστιν. οὐ γὰρ τὰ ὀνόματα πίστεις τῶν πραγμάτων εἰσί, τὰ δὲ πράγματα καὶ τῶν ὀνομάτων.2
然而他们被冠以所有这些称呼,被唤作墨涅拉俄斯们与阿伽门农们,不仅拥有神明与英雄的名号,还穿戴着他们的面具与袍服,并如他们一样发号施令;但当剧作终了,他们便作为无足轻重的小人物离场而去。有人想被称为‘第一’:那就由他去吧。有人位居首位:即便别人被称为首位,居首位者依然是他。因为名号不是实质之物的保证,实质之物才是连同名号在内的保障。
ἔτι τοίνυν κἀκεῖνο λογίσασθε τὸ ἐκ τῆς ὁμονοίας γενησόμενον. νῦν μὲν ἕκαστοι τοὺς ἑαυτῶν ἄνδρας ἔχετε· ἂν δὲ καταλλαγῆτε, τοὺς ἀλλήλων ἕξετε· καὶ τὰς φιλοτιμίας (δεῖ γὰρ καὶ τούτων πόλει) διπλασίας τίθεσθε καὶ τὰς ὑπηρεσίας. λέγειν τις δεινός ἐστι παρ’ ὑμῖν; κἀκείνους ὠφελήσει. πλούσιός τις παρ’ ἐκείνοις ἐστί; χορηγήσει καὶ παρ’ ὑμῖν. καθόλου δὲ οὐδεὶς οὔτε ἂν ἄξιος ὢν τοῦ πρωτεύειν ἐν πόλει διὰ τοῦτο εὐδοκιμήσῃ, διαβεβλήσεται3 παρ’ ὑμῖν τῷ πρὸς ἐκείνους λέγειν ἢ παρ’ ἐκείνοις τῷ πρὸς ὑμᾶς· οὔτε ἂν φαῦλός τις ὢν καὶ τοῦ δοῦναι δίκην ἄξιος εὑρεθῇ, διαδράσεται τὴν τιμωρίαν ἀπαλλαγεὶς ἐντεῦθεν ἐκεῖ, κἀκεῖθεν ἐνθάδε.
再者,请考量一下从同心修好中将会产生的益处。如今你们各方仅拥有自己的人才;但若你们达成和解,你们就将共享彼此的人才;你们还将使热心城邦的公益善举——因为城邦确实也需要这些——以及诸般服役成倍增加。你们当中有人长于辞令吗?他同样会造福他们。他们当中有人家财万贯吗?他也同样会在你们这里资助公共活动。总而言之,既不会有配得上在城邦中居首位并因此享有盛誉的人,因对他们进言而在你们这里遭受谗毁,或因对你们进言而在他们那里遭受诽谤;也不会有卑劣且当受惩罚之徒,借由从这里逃窜到那里、或从那里逃窜到这里而苟免刑戮。
τὸ δὲ νῦν ἔχον ὥσπερ ὑφορμεῖτε ἀλλήλαις αἱ πόλεις καὶ ἔστι τοῖς ἀδικήσασι τὴν ἑτέραν πρὸς τὴν ἑτέραν καταφυγή. τῆς δὲ ὁμονοίας γενομένης ἀνάγκη καλοὺς εἶναι καὶ δικαίους ἄνδρας ἢ ἐκ τῆς Βιθυνίας ἀπαλλάττεσθαι. μέγα φρονεῖτε τῇ τοῦ πλήθους ὑπερβολῇ· πλείους ἔσεσθε. γῆν ἱκανὴν δοκεῖτε ἔχειν· πλείω τῆς ἱκανῆς ἕξετε. καθόλου πάντα μιχθέντα, καὶ καρποὶ καὶ χρήματα καὶ ἀνδρῶν ἀξίαι καὶ δυνάμεις, διπλάσια τὰ παρ’ ἀμφοτέροις γίγνεται.
而就现状而言,你们两座城邦宛如彼此设伏窥伺,侵害了一方的人便在另一方寻得庇护之所。但若实现了同心,人们便不得不成为高尚公正之士,否则就必须离开比提尼亚。你们以人口众多而自负:人数将会更多。你们自以为拥有充足的土地:拥有的将远超充足之数。总之,一切融合在一起,无论是物产、资财、人才的名望还是权势,双方所拥有的都会倍增。
οὗ δὲ πάντα ἕνεκεν οἱ ἄνθρωποι πράττουσιν, ἡ ἡδονή, κρείττων λόγου. τὸ γὰρ τὰ μὲν ὀδυνῶντα ὑμᾶς ἐξαιρεθῆναι, καὶ φθόνον καὶ φιλονικίαν καὶ τὴν ἐκ τούτων γιγνομένην στάσιν καὶ τὸ ἐπιβουλεύειν ἀλλήλοις ὑμᾶς καὶ τὸ τοῖς κακοῖς ἐφήδεσθαι τοῖς τῶν πλησίον καὶ τὸ ἐπὶ τοῖς ἀγαθοῖς ἄχθεσθαι, τὰ δὲ ἐναντία ἀντὶ τούτων εἰσελθεῖν4 εἰς τὰς πόλεις, κοινωνίαν ἀγαθῶν, ὁμοφροσύνην, ἐπὶ τοῖς αὐτοῖς ἀμφοτέρων χαράν, οὐχὶ ταῦτα πάντα ἑορτῇ ἔοικε δημοσίᾳ;
至于人们做一切事情的目的——快乐,更是非言语所能尽述。除去那使你们痛苦的事物——嫉妒、好胜的倾轧、由之引发的党争、相互间的暗算、幸人之灾以及嫉人之福;取而代之的是相反的美好事物进入城邦:共享福禄、心意相通、为同一福祉共同欢庆——难道这一切不正如同一场盛大的公众节日吗?
λογίσασθε δὲ οὕτως. εἴ τις ὑμῖν, ἄνδρες Νικομηδεῖς, θεῶν αἵρεσιν ἔδωκεν, εἰ βούλεσθε μὴ μόνον τὴν αὑτῶν πόλιν ἔχειν, ἀλλὰ καὶ τὴν Νικαέων, οὐκ ἂν παράδοξον μὲν ὑπὸ μεγέθους ἐφάνη ἀγαθὸν ὑμῖν, εὔξασθε δ’ ἂν πάσας εὐχάς, ὥστε αὐτοῦ τυχεῖν; ἀλλὰ τοῦτο τὸ παράδοξον δοκοῦν ἔξεστιν ἤδη γενέσθαι καὶ τὴν Νίκαιαν ὑμετέραν εἶναι καὶ τὰ παρ’ ὑμῖν ἐκείνων.
请这样想一想:尼科米底亚的公民们,假如有哪位神明赐予你们选择权,问你们是否愿意不仅拥有自己的城邦,还同时拥有尼西亚人的城邦,这由于其福祉之巨大,在你们看来难道不会宛如难以置信的恩典,而你们难道不会献上所有祈祷以求获得它吗?然而,这一看似难以置信的美事如今已然能够实现:尼西亚可以属于你们,而你们的所有亦可属于他们。
- 38.39κἂν πάντων ἐκστῆτε τῶν ὀνομάτων, οὐδενὸς ἐξίστασθε πράγματος
动词 ἐξίσταμαι 后接属格(πάντων τῶν ὀνομάτων 与 οὐδενὸς πράγματος),表示“放弃、退让”。κἄν 为 καὶ ἐάν 的合字,引导让步从句(“即使……”)。名号(ὀνόματα)与实质(πράγματα)的对比构成了全句的核心骨架。
- 38.40οὐ γὰρ τὰ ὀνόματα πίστεις τῶν πραγμάτων εἰσί, τὰ δὲ πράγματα καὶ τῶν ὀνομάτων
在后半句 τὰ δὲ πράγματα καὶ τῶν ὀνομάτων 中,承前省略了表语与系动词 πίστεις εἰσίν。全句意为“实质之物才是连名号在内的保证”,其中 καί 作副词表强调(“甚至、连……也”)。
- 38.41οὐδεὶς οὔτε ἂν ἄξιος ὢν τοῦ πρωτεύειν ἐν πόλει διὰ τοῦτο εὐδοκιμήσῃ, διαβεβλήσεται
全句基于 οὐδεὶς ... οὔτε ... οὔτε ... 的多重否定呼应结构。主语 οὐδεὶς 统领两个平行的关联分句;前一分句内嵌条件从句 ἂν ... εὐδοκιμήσῃ(不定过去时虚拟式),并导向谓语 διαβεβλήσεται(将来完成时中被动态,表示将来的确凿必然性):“无人会在因配居首位而享有盛誉时遭受谗毁”。
- 38.43τὸ γὰρ τὰ μὲν ὀδυνῶντα ὑμᾶς ἐξαιρεθῆναι ... τὰ δὲ ἐναντία ἀντὶ τούτων εἰσελθεῖν
带冠词的不定式短语(τὸ ... ἐξαιρεθῆναι 与省略冠词的 [τὸ] τὰ δὲ ἐναντία ... εἰσελθεῖν)构成全句在语义上的复合主语,并在句末被指示代词短语 ταῦτα πάντα 总结复指(“这一切难道不像一场盛大的公众节日吗?”)。
