- 底本
- Dio Chrysostom. Dionis Prusaensis quem vocant Chrysostomum quae extant omnia. Vols. I and II. Arnim, Hans Friedrich August von, editor. Berlin: Weidmann, 1893-96.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:38.34-38.38
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者指出尼科米底亚与尼西亚的和解将使两邦联合壮大,从而确立对周边城邦与罗马总督的优势地位,并尖锐批评了因执迷虚名而招致总督专横与嘲弄的现状。
βουλοίμην δ’ ἂν καὶ ἐκείνους τὰ αὐτὰ ποιεῖν, καὶ ποιήσουσιν ἐὰν καταλλαγῆτε, καὶ μείζων ἡ δύναμις ὑμῶν γενήσεται συντεθεῖσα. καὶ γὰρ τῶν πόλεων ὁμοῦ γενόμενοι πασῶν ἄρξετε, καὶ τοῖς ἡγεμόσι γενήσεται πλείων διατροπὴ πρὸς ὑμᾶς καὶ φόβος, ἐὰν ἀδικεῖν θέλωσιν. τὸ δὲ νῦν ἔχον αἱ μὲν ἄλλαι πόλεις ὑπὸ τῆς ὑμετέρας στάσεώς εἰσιν ἐπηρμέναι· χρείαν γὰρ αὐτῶν δοκεῖτε ἔχειν καὶ ταῖς ἀληθείαις ἔχετε διὰ τὸν πρὸς ἀλλήλους ἀγῶνα καὶ πάσχετε οἷόν τι πάσχουσιν, ἐπειδὰν δύο ἐπιφανεῖς ὁμοίως ἄνδρες διαπολιτεύωνται πρὸς ἀλλήλους· ἐξ ἀνάγκης ἅπαντας θεραπεύουσι καὶ τοὺς πλεῖστον ὅσον1 ἀποδέοντας αὐτῶν.
我也希望他们(尼西亚人)能同样如此行事;如果你们达成和解,他们自会照办,而且你们合二为一的力量将变得更为强大。因为一旦你们联合起来,便能统御所有的城邦,而且总督们若妄图作恶,面对你们也会产生更多的顾忌与畏惧。然而就现状而言,其余诸城邦因你们的内讧而变得骄横自大;因为你们由于相互间的争斗,看似需要它们,事实上也确实需要它们;你们所遭受的,正如同两位同样声名显赫的显贵在政坛上彼此倾轧时所经历的境况一样:他们不得不曲意逢迎所有的人,哪怕是地位与才具远逊于自己的微末之辈。
ὥστε ἐν ᾧ περὶ τοῦ πρωτείου μάχεσθε ὑμεῖς, κινδυνεύει τὸ πρωτεῖον παρ’ ἐκείνοις εἶναι τοῖς θεραπευομένοις ὑφ’ ὑμῶν. οὐδὲ γὰρ ἔνεστιν οὐκ ἔχειν τοῦτο δοκεῖν τινας,2 ὃ παρ’ αὐτῶν ἐκείνων ὑμεῖς λαμβάνειν ἀξιοῦτε. καὶ τὰς πόλεις οὖν πᾶσα ἀνάγκη γενήσεται τὴν τάξιν τὴν ἑαυτῶν ἀπολαβεῖν, καὶ ὥσπερ εἰκός ἐστι καὶ δίκαιον, ἐκείνας ὑμῶν χρῄζειν, οὐχ ὑμᾶς ἐκείνων. καὶ οὐχὶ παρὰ τοῦτο ἀξιώσω τυραννικῶς ὑμᾶς αὐτοῖς προσφέρεσθαι, πρᾴως δὲ καὶ μετρίως, ὥσπερ ὑφηγησάμην μικρὸν ἔμπροσθεν, ἵνα μὴ φορτικὸν γένηται τὸ πρωτεῖον ὑμῶν, ἀλλὰ καὶ πρωτεῖον ᾖ καὶ φιλῆται.
因此,当你们为首位之权而争斗不休时,首位权反而极有可能落入受你们逢迎讨好的那些人手中。因为你们自己口口声声要求从那些人那里获得的东西,无论如何也不可能被认为那些人自身并不具备。所以,完全有必要让诸城邦重回它们应有的位次,并且理所当然且公正地,应当是它们需要你们,而非你们需要它们。我绝非据此要求你们以暴君的姿态对待它们,而是要温和节制,正如我刚才所指引的那样,以免你们的首位之权成为沉重的负担,而是既居首位又受人爱戴。
τὰ δὲ τῶν ἡγεμόνων νῦν μὲν ὅπως ἔχει, τί δεῖ πρὸς ἐπισταμένους λέγειν; ἢ γὰρ οὐκ ἐπαισθάνεσθε τῆς τυραννίδος, ἣν ἡ στάσις ἡ ὑμετέρα δίδωσι τοῖς ἄρχουσιν ὑμῶν; εὐθέως γὰρ ὁ βουλόμενος ἀδικῆσαι τὸ ἔθνος εἰδὼς ἥκει τί δεῖ ποιήσαντα αὐτὸν μὴ δοῦναι δίκην.3 ἢ γὰρ τῇ Νικαέων ἑταιρείᾳ προστίθεται καὶ τὸ μέρος τὸ ἐκείνων ἔχει βοηθοῦν ἢ τοὺς Νικομηδεῖς ἐλόμενος ὑφ’ ὑμῶν σῴζεται. καὶ φιλεῖ μὲν οὐδετέρους, δοκεῖ δὲ τοὺς ἑτέρους φιλεῖν· ἀδικεῖ δὲ πάντας. ἀδικῶν δὲ σῴζεται διὰ τοὺς μόνους οἰομένους ὑπ’ αὐτοῦ φιλεῖσθαι.
至于总督们如今的情形究竟如何,面对深知内情的你们,又何须我来多言?难道你们真的没有察觉到,正是你们的内讧赋予了统治者们僭主般的专横权力吗?凡企图侵害本族行省利益者,一到来便深知自己该做什么才能免受惩罚:他要么投靠尼西亚人的党派,借助他们那一方的援助;要么选择偏向尼科米底亚人,从而受到你们的庇护。他实际上两派都不爱,却表现得仿佛钟情于一方,实则侵害了所有的人;而在作恶多端的同时,他却能安然无恙,全凭那些唯独以为自己深得其青睐之人的庇护。
κατεγνώκασι δὲ ὑμῶν ἄνοιαν δημοσίᾳ, καὶ χρῶνται καθάπερ τοῖς παιδίοις ὑμῖν, οἷς πολλάκις ἀντὶ τῶν μεγίστων προτείνεται τὰ μικρότατα· κἀκεῖνα διὰ τὴν ἄγνοιαν τῶν ὡς ἀληθῶς μεγάλων καὶ διὰ τὴν πρὸς τὰ ἐλάχιστα ἡδονὴν χαίρει τῷ μηδενί· καὶ ὑμῖν οὕτως ἀντὶ δικαιοσύνης, ἀντὶ τοῦ μὴ συλᾶσθαι τὰς πόλεις μηδὲ ἀφαιρεῖσθαι τοὺς ἀνθρώπους τῶν ἰδίων, ἀντὶ τοῦ μὴ ὑβρίζειν αὐτοὺς εἰς ὑμᾶς, ἀντὶ τοῦ μὴ παροινεῖν, προτείνουσιν ὀνόματα καὶ ἢ εἶπον ὑμᾶς πρώτους ἢ ἔγραψαν· εἶτά εἰσιν ἀκίνδυνοι τὸ λοιπὸν ὑμῖν ὡς ἐσχάτοις χρώμενοι.
他们公然认定你们愚蠢,像对待小儿一般对待你们;人们常常拿微不足道的小玩意儿替代极重大的事物抛给小儿,而那些小儿由于不知何为真正的伟大,又因对细微之物的欢愉,便为虚无之物雀跃不已。总督们对待你们亦是如此:他们不给你们正义,不让城邦免遭掠夺与百姓免失私产,不保证不对你们施加凌辱、不肆意横行,取而代之的是给你们抛出名号,要么口头称你们为‘第一’,要么将此落诸文字;此后他们便高枕无忧,把你们视同最下等之辈任意驱使。
τὰ γὰρ τοιαῦτα, ἐφ’ οἷς μέγα φρονεῖτε, παρὰ πᾶσι μὲν τοῖς ὀρθῶς ἐννοουμένοις διαπτύεται, μάλιστα δὲ παρὰ τοῖς Ῥωμαίοις γέλωτα κινεῖ καὶ καλεῖται τὸ ἔτι ὑβριστικώτερον Ἑλληνικὰ ἁμαρτήματα. καὶ γὰρ ἔστιν ἁμαρτήματα, ἄνδρες Νικομηδεῖς, ἀληθῶς, ἀλλ’ οὐχ Ἑλληνικά, εἰ μὴ κατ’ αὐτὸ τοῦτο Ἑλληνικὰ φήσει τις αὐτὰ εἶναι, καθ’ ὅσον ἐκεῖνοι δόξης ἀντεποιήσαντό ποτε καὶ Ἀθηναῖοι καὶ Λακεδαιμόνιοι. τὰ δὲ ἐκείνων εἶπον ἤδη που καὶ πρότερον ὅτι μὴ κενόδοξα ἦν, ἀλλ̓ ὑπὲρ ἀρχῆς ἀληθοῦς ἀγών· εἰ μή τι νῦν δοκεῖτε αὐτοὺς ὑπὲρ τῆς προπομπείας καλῶς ἀγωνίζεσθαι, καθάπερ ἐν μυστηρίῳ τινὶ παίζοντας ὑπὲρ ἀλλοτρίου πράγματος.
因为你们引以为傲的这等虚事,在所有头脑清醒之人眼中皆遭唾弃,在罗马人那里尤为招致嘲笑,更被极尽侮辱地称为‘希腊式的过失’。尼科米底亚的公民们,这的确是实实在在的过失,但并非希腊人的过失,除非有人仅凭这一点便称其为希腊式的:即当年的雅典人与拉刻代蒙人确实曾争夺过虚名声誉。然而他们的争端,正如我此前某处已经说过的,绝非追逐虚名,而是为了争夺真正的统治权;除非你们如今以为他们当年是为了争当祭典游行的引路先导而进行高尚的争斗,宛如在某种秘仪中为属于他人的物件而嬉戏嬉闹一般。
- 38.34πλεῖστον ὅσον
关系代词中性单数 ὅσον 与最高级副词 πλεῖστον 结合的惯用搭配,意为“极大地”、“极其”。此处修饰分词短语 ἀποδέοντας αὐτῶν,意指“在地位才具上与他们相差最远的人”。
- 38.35οὐδὲ γὰρ ἔνεστιν οὐκ ἔχειν τοῦτο δοκεῖν τινας
由非人称动词 ἔνεστιν(“有可能”)与前置否定词 οὐδέ 以及紧接不定式之前的 οὐκ 构成的双重否定结构,表示强烈的肯定。不定代词宾格 τινας 作不定式 δοκεῖν 的逻辑主语,τοῦτο 作 ἔχειν 的宾语并作为后文关系代词 ὃ 的先行词,整句意为“绝不可能认为某些人竟不具备这一点”。
- 38.36τί δεῖ ποιήσαντα αὐτὸν μὴ δοῦναι δίκην
在间接疑问句 τί δεῖ ... 中,采用了非人称句式 δεῖ 搭配宾格加不定式(αὐτὸν ... δοῦναι)。不定过去时分词 ποιήσαντα 在格和数上与不定式的逻辑主语 αὐτόν 一致,带有手段或条件的副词性意味(即“做了什么/通过做什么便可避免受罚”)。
