← 金嘴狄翁

演说集

§38.28-38.33

戒逐虚名与确立真正首位之道的辨析

演说者以手艺人和凡夫俗子的比喻阐明徒求虚名而无实效的荒谬,指出真正的首要地位绝非靠争夺名号而来,而应依靠作为首府的公正照料、凭借海运物资惠及各城,以及赢得罗马总督的敬重来确立。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§38.28

εἰ μὲν οὖν τις σπουδὴν ἔχοι καλεῖσθαι βασιλεὺς ἰδιώτης ὤν, καὶ τοῦτο ἄριστα ἐπιστάμενος αὐτὸς ὑπὲρ αὑτοῦ, τοὐναντίον οὗτος ἢ δοκεῖ γέλωτα ὀφλήσει,1 χρώμενος ὀνόματι ψευδεῖ δίχα πράγματος. καὶ ἐπὶ τῶν ἄλλων δὲ ὁμοίως ἁπάντων, κἂν αὐλητής τις ἐθέλῃ δοκεῖν, αὐλεῖν οὐκ ἐπιστάμενος, κἂν μουσικὸς οὐδὲν ὑπὲρ μουσικῆς εἰδώς, κἂν κιθαριστὴς οὐδὲ ἅψασθαι τῆς λύρας ἐπιστημόνως δυνάμενος. τοὺς μὲν οὖν τοιούτους οὐδὲν κωλύσει καὶ μαινομένους δοκεῖν, ἡμεῖς δὲ οἰόμεθα, ἐὰν ἐπιγραφῶμέν που πρῶτοι, τὸ πρωτεῖον ἕξειν;

因此,如果某人身为平民,却热衷于被称为国王,而他自己心里对此最清楚不过,那么他非但不能如愿,反而会招致嘲笑,落得徒具虚名而无实效。在其余所有事情上亦是如此:若有人不懂吹笛却妄图被视为吹笛者,对音乐一无所知却妄图被视为音乐家,连娴熟抚弄琴弦都做不到却妄图被视为竖琴师。既然没有任何东西能阻止这等人甚至被看作疯子,难道我们以为,只要在某处被题名为‘第一’,我们就能真正拥有首位之权了吗?

§38.29

ποῖον, ἄνδρες Νικομηδεῖς, πρωτεῖον; καὶ γὰρ δεύτερον ὑμᾶς ἐρήσομαι καὶ τρίτον· οὗ τί τὸ ὄφελός ἐστιν; οὗ τί τὸ ἔργον; ἀφ̓ οὗ πότερον πλουσιώτεροι γενησόμεθα ἢ μείζονες ἢ δυνατώτεροι; τὸ κενοδοξεῖν ἀνόητον μὲν εἶναι καὶ ἐπὶ τῶν ἰδιωτῶν νενόμισται, καὶ μάλιστα τούτων καταγελῶμεν καὶ διαπτύομεν καὶ τελευτῶντες ἐλεοῦμεν τοὺς οὐκ ἐπισταμένους τίνι διαφέρει δόξα ψευδὴς ἀληθοῦς· καὶ τῶν πεπαιδευμένων οὐδεὶς οὕτως ἔχει πρὸς αὐτὴν· ταῖς δὲ πόλεσι φῇ τις κοινῇ προσήκειν ὅσα μηδὲ τῶν ἰδιωτῶν τοῖς γενναίοις καὶ πεπαιδευμένοις;2

尼科米底亚的公民们,究竟是怎样的首要地位?因为我要再三向你们发问:这究竟有何益处?其实质作为何在?凭借它,我们是会变得更富有、更伟大,还是更有权势?追逐虚名在平民身上尚且被视为愚不可及,而我们对那些不知虚名与真实声誉有何区别的人,更是极尽嘲笑与唾弃之能事,终至怜悯他们;在受过良好教育的人之中,绝无一人会抱持这种虚荣。难道有人能说,那连高尚且受过教育的普通人都不屑一顾之物,竟会共同适宜于城邦吗?

§38.30

καθόλου δ’ εἴ τις ὑμᾶς ἔροιτο, Ἄνδρες Νικομηδεῖς, τί βούλεσθε, πότερον εἶναι πρῶτοι ταῖς ἀληθείαις ἢ καλεῖσθαι μὴ ὄντες; ὁμολογήσαιτε ἂν δήπουθεν εἶναι πρῶτοι μᾶλλον ἐθέλειν ἢ καλεῖσθαι μάτην. οὐ γὰρ τὰ ὀνόματα δύναμιν ἔχει τὴν τῶν πραγμάτων· ὅσα δὲ ταῖς ἀληθείαις ἐστὶ τοιαῦτα, οὕτω καὶ ἐξ ἀνάγκης ὀνομάζεται.

总而言之,若有人问你们:“尼科米底亚的公民们,你们究竟想要什么?是在实质上居于首位,还是在不具备实权的情况下空担其名?”你们必定会一致承认,宁愿实际位居第一,也不愿徒具虚名。因为名号并不具备实权的力量;相反,凡在实质上名副其实的事物,自然必然会获得相应的称谓。

§38.31

πειρᾶσθε τοίνυν πρωτεύειν τῶν πόλεων τὸ μὲν πρῶτον ἐκ τῆς ἐπιμελείας τῆς περὶ αὐτάς· τοῦτο μὲν γάρ, καθὸ μητρόπολίς ἐστε, ἐξαίρετόν ἐστιν ἔργον ὑμέτερον· εἶτα τῷ παρέχειν αὑτοὺς δικαίους ἅπασι καὶ μετρίους καὶ μὴ πλεονεκτεῖν ἐν μηδενὶ μηδὲ βιάζεσθαι. ταῦτα γὰρ ἐξ ἀνάγκης ἀπεχθείας κινεῖ καὶ διαφοράς, φύσει μὲν τῶν ἐλαττόνων πρὸς τοὺς μείζονας ὑπόπτως διακειμένων, ὡς ἐξ ἅπαντος πλεονεκτεῖσθαι μελλόντων, ὅταν δὲ καὶ ἔργῳ τοῦτο γίγνηται, δικαιότερον τῆς ἀπεχθείας παροξυνομένης.

因此,你们当力求在诸城邦中居于首位,首先是通过对它们的关怀与照料;因为就你们作为首府(母市)而言,这是你们特有的职责;其次是通过向所有人展现自己的公正与谦和,绝不在任何事情上贪图非分之利,亦不施加强暴。因为这些行径必然会引发怨恨与纷争,较弱小者出于天性本就对强大者心存疑惧,唯恐处处受到侵夺;而一旦这在实际行动中坐实,怨恨的激化便更加理直气壮。

§38.32

ἔξεστι δὲ ὑμῖν εὐεργετεῖν τὰς πόλεις καὶ πλέον καὶ μεῖζον ἢ ἐκείνοις, τὸ μὲν πρῶτον καὶ μάλιστα διὰ τὴν θάλατταν, ἐξ ἧς ἁπάντων μὲν καὶ τῶν νῦν κομιζομένων3 (δεῖ δὲ δημοσίᾳ χαρίζεσθαι τὴν πόλιν, οὐκ ἰδίᾳ τινάς) τὰ δὲ καὶ διακλέπτοντες αὐτοί, τὰ δ’ αἰτούμενοι παῤ ἕκαστα· καὶ ἀντιλέγετε μὲν οὐδέποτε τοῖς αἰτήσασιν ὑμεῖς, αὐτὸ δὲ ὅμως φορτικόν ἐστι τὸ τὴν τῆς αἰτήσεως ἀνάγκην ἔχειν. εἰ δὲ καὶ τούτων ἁπάντων μεταλαμβάνειν ἐπιτρέψετε τοῖς δήμοις τοῖς καθ’ ἑκάστην ἡμέραν αἰτουμένοις τὸ πρὸς τὴν χρείαν ἐπεῖγον, πῶς οὐκ εἰκός ἐστι μείζους ὑμᾶς ἔσεσθαι παρ’ αὐτοῖς, εὐεργετοῦντας αὐτούς; καὶ ἅμα καὶ μεγάλην ποιήσετε τὴν ὁμόνοιαν διὰ πάντων ἐλευσομένην.

此外,你们尽可以比他们更丰厚、更盛大地施惠于各城邦,首先且最主要的是通过海洋;从海路如今运入的一切物资中——城邦理当以公家之名施与恩惠,而非由个别人私相授受——他们不仅私下侵吞其中一部分,其余部分还屡屡需要乞求;尽管你们对求助者从不推拒,但不得不出面乞求本身就是沉重的负担。若你们准许那些每日为生计急需而求告的民众分享这所有的一切物资,你们作为施恩者,在他们心目中岂能不变得更加崇高?同时,你们亦将造就一种传遍所有人的伟大和睦。

§38.33

πειρᾶσθε δὲ καὶ τοῖς ἡγεμόσιν αἰδῶ παρέχειν, ἀεὶ τοῦτο φανερὸν καθιστάντες ὅτι μὴ ἀπόχρη ὑμῖν καλῶς διοικεῖσθαι μόνοις, ἀλλὰ παντὸς ἐπιμελεῖσθε τοῦ τῶν Βιθυνῶν γένους καὶ οὐδὲν ἧττον δυσχεραίνετε τοῖς εἰς τοὺς ἄλλους ἀδικήμασιν ἢ τοῖς εἰς αὑτούς· κἄν τινες καταφύγωσιν ἐφ’ ὑμᾶς δεόμενοι βοηθείας, προθύμως ἐπαρκεῖτε καὶ ὁμοίως. ταῦτα τὸ πρωτεῖον ὑμῖν παραδώσει τὸ ἀληθινόν, οὐχ ἡ περὶ τῶν ὀνομάτων πρὸς Νικαεῖς μάχη.

你们亦当努力在总督们面前树立威信与敬意,始终昭示这一点:仅仅自己治理得当对你们而言并不满足,你们关照的是整个比提尼亚族群,并且对于他人所受的侵害,其愤慨程度丝毫不亚于自己遭受侵害;若有人前来投奔你们以寻求援助,你们均应欣然一视同仁地予以资助。这些作为才会将真正的首位交托给你们,而非同尼西亚人争夺名号的口舌之战。

语法注3 条
  1. 38.28τοὐναντίον οὗτος ἢ δοκεῖ γέλωτα ὀφλήσει

    副词性宾格 τοὐναντίον 后面接比较词 ἤ,构成“与他所想象的相反”之意。它修饰主动词 ὀφλήσει(ὀφλισκάνω 的将来时),整体意为“他非但不能如愿,反而将招致嘲笑”。

  2. 38.29ταῖς δὲ πόλεσι φῇ τις κοινῇ προσήκειν ὅσα μηδὲ τῶν ἰδιωτῶν τοῖς γενναίοις καὶ πεπαιδευμένοις;

    虚拟式 φῇ(φημί 的现在时虚拟式第三人称单数)与不定代词 τις 连用在疑问句中,构成第三人称审议性虚拟式(deliberative subjunctive),表达修辞性反问:“难道有人能说……?”(意即“无人可以如此声称”)。在由 ὅσα 引导的关系从句中,省略了从主要不定式 προσήκειν 补充的动词 προσήκει。

  3. 38.32ἐξ ἧς ἁπάντων μὲν καὶ τῶν νῦν κομιζομένων

    属格短语 ἁπάντων μὲν καὶ τῶν νῦν κομιζομένων 置于关系从句 ἐξ ἧς 的开头作为先置主题;随后由于插入语(δεῖ δὲ...)及分词短语的加入而产生句式中断(anacoluthon),该属格成分最终在紧随其后的条件句 εἰ δὲ καὶ τούτων ἁπάντων μεταλαμβάνειν ἐπιτρέψετε... 中由代词 τούτων ἁπάντων 重新承接。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:38.28-38.33