← 金嘴狄翁

演说集

§38.22-38.27

争夺首要地位的虚妄与无意义

演说者指出尼科米底亚与尼西亚之间并无领土、贸易或习俗上的实质冲突,论证双方所争夺的“首要地位”只是毫无实利的虚名,与昔日雅典和斯巴达之间的霸权争夺不可同日而语。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§38.22

ὑπὲρ μὲν οὖν γῆς ἢ θαλάττης οὐδὲ μαχόμεθα, ἀλλὰ θαλάττης μὲν οὐδ’ ἀντιποιοῦνται πρὸς ὑμᾶς οἱ Νικαεῖς, ἀλλ’ ἡδέως, ὥστε μηδεμίαν παρέχειν μάχην, διακέκρινται. καὶ μὴν οὐδὲ ὑπὲρ προσόδων ἀγωνιζόμεθα, ἀλλὰ ἑκάστοις ἀπόχρη τὰ οἰκεῖα· καὶ ταῦτα δὲ τυγχάνει διωρισμένα, καὶ μήν γε καὶ τἄλλα πάντα, ὥσπερ ἐν εἰρήνῃ καὶ φιλίᾳ. καὶ καρπῶν εἰσιν ἀντιδόσεις καὶ γάμων ἐπιμιξίαι καὶ ἀπ̓ αὐτῶν καὶ συγγένειαι πολλαί τινες ἤδη γεγενημέναι· καὶ προξενίας δὲ ἔχομεν καὶ φιλίας ἰδιωτικάς. θεούς τε τοὺς αὐτοὺς νομίζετε καὶ τὰς ἑορτὰς τὰς πλείστας ὁμοίως ἄγετε. καὶ μὴν οὐδὲ ὑπὲρ τῶν ἐθῶν οὐκ ἔστιν οὐδεμία ὑμῖν μάχη. τούτων δὲ ἁπάντων οὐκ ἔχθρας παρεχόντων αἰτίαν, ἀλλὰ τοὐναντίον φιλίας καὶ ὁμονοίας, μαχόμεθα.1

因此,我们甚至不是为了土地或海洋而战;事实上,就海洋而言,尼西亚人甚至未向你们提出要求,而是乐意划定界限,以免引起任何争斗。况且我们也不是为了税收而纷争,对各自而言本邦的产业已经足够;这些产业已然划分明确,其他一切事情亦然,恰如在和平与友好之中一般。此外,还有物产的互通、婚姻的联姻,并由此已经产生了许多亲族关系;我们还享有公共的宾待之谊与私人的交情。你们尊奉相同的神明,以同样的方式庆祝绝大多数节庆。而且,你们之间对于习俗也毫无争议。然而,这一切非但没有提供仇恨的缘由,反倒提供了友谊与和睦的缘由,我们却仍旧在争斗。

§38.23

κἄν τις ὑμᾶς ἐπιστὰς ἔρηται, Τί δὲ ὑμᾶς οἱ Νικαεῖς ἀδικοῦσιν; οὐδὲν εἰπεῖν ἕξετε. κἂν ἐκείνων πύθηται πάλιν, Τί δὲ οἱ Νικομηδεῖς ἀδικοῦσιν ὑμᾶς; οὐδὲ αὐτοὶ λέγειν ἕξουσιν οὐδὲ ἕν. ἀλλὰ ἆθλόν ἐστιν ἐν τῷ μέσῳ κείμενον, ὑπὲρ οὗ διαφέρεσθε. καὶ τί τοῦτό ἐστιν; ἃ μέν γε καὶ ὀνομάσαι ἄξιον καὶ ὁμολογῆσαι καὶ περὶ ὧν ἂν καὶ συγγνοίη τις τοῖς ἀγωνιζομένοις, τούτων οὐδέν ἐστι, τὰ δὲ ὄντα οὐδὲ εἰπεῖν οὐδὲ ὁμολογῆσαι καλῶς ἔχει· τοιαῦτά ἐστιν, οὕτω σμικρά, οὕτως τὰ τυχόντα, ἐφ’ οἷς οἱ μὲν ἀνόητοι φιλοτιμηθεῖεν ἂν ἴσως, εὖ δὲ φρονῶν ἂν οὐδεὶς.

假若有人走到你们面前询问:“尼西亚人究竟对你们有何侵害?”你们将无话可说。若他又去询问他们:“尼科米底亚人究竟对你们有何侵害?”他们自己也同样说不出一句话来。然而在双方之间放置着一份奖品,你们正为了它而争执不休。那究竟是什么呢?凡值得提及和承认的事物,凡足以让人对相争者抱有体谅之心的事物,全都不存在;而实际存在的事物,则连说出和承认都是不光彩的。它们是如此微小、如此琐屑,愚蠢之辈或许会为此争强好胜,但凡有理智之人决不会如此。

§38.24

οἱ γὰρ παρακαλοῦντες ὑμᾶς ἐπὶ τὴν στάσιν· δι’ ἃς δὲ αἰτίας οὐκ ἐμὸν ἴσως ἐξελέγχειν· ἀλλ’ οἵ γε χαίροντες αὐτῇ τοῦτο μόνον λαλοῦσιν·2 Ὑπὲρ πρωτείων ἀγωνιζόμεθα. τούτους οὖν αὐτοὺς ἐρήσομαι πάλιν ἐγώ· Τίνων πρωτείων; καὶ πότερον ἔργῳ καὶ πράγματι δοθησομένων ἢ περὶ ὀνόματος αὐτὸ μόνον ἐστὶν ὑμῖν ἡ μάχη; καὶ πρότερον γὰρ δήποτε ἀκούω τὸ αὐτὸ τοῦτο γενέσθαι στάσεως Ἑλληνικῆς αἴτιον, καὶ πολεμῆσαι περὶ τῶν πρωτείων τοὺς Ἀθηναίους καὶ τοὺς Λακεδαιμονίους.

因为那些煽动你们进行内讧的人——至于出于何种原因,或许并非由我来究明——但那些以此为乐的人嘴里只念叨着这一句话:“我们是为了首要地位而相争。”那么我自己就要反过来质问这等人:“为了何种首要地位?它是会在实际事务中切实落实的,还是你们的争斗仅仅关乎一个名号?”因为我听说,在昔日正是这同一件事成了希腊人内讧的缘由,雅典人与拉刻代蒙人曾为了首要地位而交战。

§38.25

καὶ διότι μὲν οὐδὲ ἐκείνοις ἐλυσιτέλησεν ἡ στάσις καὶ ὁ πόλεμος, ἀλλὰ πρὸς ἀλλήλους ἀγωνιζόμενοι περὶ τῶν πρωτείων ἀπώλεσαν αὐτὰ ἀμφότεροι, καὶ ὑμεῖς ἅπαντες ἐκεῖνα ἴστε καὶ ἴσως κἀγὼ μικρὸν ὕστερον ὑπὲρ αὐτῶν ἐρῶ. τί δέ; τοῦτο ὡς ὅμοιον ἐκείνῳ προβαλλόμενοι λέγουσιν; Ἀθηναῖοι περὶ τοῦ φόρους λαμβάνειν παρὰ τῶν νησιωτῶν ἐπολέμουν, καὶ περὶ τοῦ δικάζειν οἴκοι τὰς ἁπάντων δίκας ἠγωνίζοντο, καὶ καθόλου περὶ βασιλείας ὁ πόλεμος ἦν ταῖς πόλεσιν ἐκείναις.

内讧与战争对于他们双方亦毫无益处,相反,彼此为了争夺首位而相斗,最终两者皆将其丧失,这些事你们大家皆心知肚明,或许稍后我也将对此加以陈述。可是怎么,难道他们把眼前之事说成是与当年之事相同的吗?雅典人开战是为了向岛民征收贡赋,相争是为了在自己国内审判所有人的诉讼,对于那些城邦而言,整场战争全然是为了霸权统治。

§38.26

ἡμεῖς δὲ ἂν ἀπολάβωμεν τὸ πρωτεῖον ἀμαχεὶ παραδόντων αὐτὸ τῶν Νικαέων,3 πότερα ληψόμεθα τοὺς φόρους, οὓς νῦν ἐκεῖνοι λαμβάνουσιν; ἢ τὰς πόλεις τὰς συντελούσας εἰς τὸ παρ’ ἐκείνοις δικαστήριον ἐνταυθοῖ καλέσομεν; ἢ πέμψομεν αὐτοῖς ἁρμοστάς; ἢ δεκάτας τὰς παρὰ τῶν Βιθυνῶν ἐκείνοις ἔλαττον παρέξομεν; ἢ τί ἔσται; καὶ τί ἡμῖν γενήσεται πλέον; ἐγὼ γὰρ ὑπὲρ ἁπάντων νομίζω τοὺς ἀνθρώπους τῶν πραττομένων οὐχὶ μάτην οὐδὲ εἰκῇ σπουδάζειν, ἀλλ’ ἀεὶ γίγνεσθαι τὸν ἀγῶνα ἀντί τινος.

但我们呢,即使尼西亚人不战而降让出首要地位、由我们收回,难道我们就会收取他们如今所收取的贡赋吗?还是我们会把参与他们法庭的诸城邦传唤到此地来?抑或是我们会向他们派遣总督?还是我们会减少分配给他们来自比提尼亚人的什一税?或者事情会是怎样?对我们又会有何等益处呢?因为我认为,对于所行的一切事,人们绝不会徒劳或盲目地热切追求,竞争始终是为了换取某种回报而发生的。

§38.27

ὁ μὲν γὰρ πολεμῶν ἢ περὶ ἐλευθερίας ἀγωνίζεται, καταδουλουμένων αὐτὸν ἄλλων, ἢ περὶ ἀρχῆς, αὐτὸς ἑτέρους καταδουλούμενος. ὁ δὲ πλέων τὴν θάλατταν οὐκ ἄλην εἰκῇ διατίθεται· κινδυνεύει γὰρ ἤτοι γε ὁδοῦ χάριν ἢ ἐμπορίας. ἵνα δὲ μὴ πάντα φέρω τὰ παραδείγματα, ἁπλῶς καὶ πράττομεν ἅπαντα οἱ ἄνθρωποι τέλους ἕνεκεν ἀγαθοῦ καὶ φεύγομεν τὰς ἐναντίας πράξεις τέλους ἕνεκεν κακοῦ. τὸ δὲ χωρὶς αἰτίας σπουδάζειν ἢ πονεῖν, τοῦτ’ ἔστιν ὃ τοῖς ἀνοήτοις προσήκει μόνοις.

事实上,作战之人若非在他人奴役自己时为了自由而争,便是为了奴役他人而争夺统治权。航海之人也非漫无目的地四处漂泊;他冒着危险或是为了赶路,或是为了经商。为了不罗列所有的例子,简而言之,我们人类做一切事都是为了善的目标,躲避相反的行为是为了避免恶的结果。而毫无缘由地奔忙或劳作,这唯独属于愚蠢之人的做派。

语法注3 条
  1. 38.22τούτων δὲ ἁπάντων οὐκ ἔχθρας παρεχόντων αἰτίαν, ἀλλὰ τοὐναντίον φιλίας καὶ ὁμονοίας, μαχόμεθα

    τούτων ... παρεχόντων 是属格绝对结构(genitive absolute),相对于主句动词 μαχόμεθα 表达让步转折(“尽管这一切并非提供仇恨的缘由,反倒……”)。否定词 οὐκ 并非否定整个分词短语,而是特指否定 ἔχθρας αἰτίαν,并与后面的 ἀλλὰ τοὐναντίον 形成对比。

  2. 38.24οἱ γὰρ παρακαλοῦντες ὑμᾶς ἐπὶ τὴν στάσιν· δι’ ἃς δὲ αἰτίας οὐκ ἐμὸν ἴσως ἐξελέγχειν· ἀλλ’ οἵ γε χαίροντες αὐτῇ τοῦτο μόνον λαλοῦσιν

    句首的主语成分 οἱ ... παρακαλοῦντες 因随后的插入从句(δι' ἃς δὲ ... ἐξελέγχειν)导致句法中断,随后由 ἀλλ' 引导的 οἵ γε χαίροντες αὐτῇ 重新承接,构成了破格句(anacoluthon)。句子的主要动词为 λαλοῦσιν。

  3. 38.26ἀμαχεὶ παραδόντων αὐτὸ τῶν Νικαέων

    嵌入在条件从句 ἂν ἀπολάβωμεν τὸ πρωτεῖον 内部的属格绝对结构。不定过去时分词 παραδόντων 表达了先于或伴随从句动作(ἀπολάβωμεν)发生的前提状态(“若尼西亚人不经交战就交出它”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:38.22-38.27