- 底本
- Dio Chrysostom. Dionis Prusaensis quem vocant Chrysostomum quae extant omnia. Vols. I and II. Arnim, Hans Friedrich August von, editor. Berlin: Weidmann, 1893-96.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:38.17-38.21
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者阐明毫无实质根据的交战与自相残杀之荒谬,指出神明赞许和平而戒止纷争,并呼吁尼科米底亚人省视导致内讧的微末起因,切勿如孩童般固执己见,而应寻求和解。
τὸ δὲ καὶ χωρὶς ὑποθέσεως πολεμεῖν καὶ μάχεσθαι τί ἄλλο ἢ μανία παντελής ἐστι καὶ διὰ ταύτην κακῶν ἐπιθυμία; τὰ μὲν οὖν θηρία διὰ τοῦτο μάλιστα οἱ ἄνθρωποι μισοῦμεν, ὅτι πόλεμος ἡμῖν ἀδιάλλακτος πρὸς ταῦτά ἐστιν ἀεί. πολλοὶ δὲ καί τινες ἡμῶν καὶ τοῖς ἀνθρώποις ὡς θηρίοις χρώμενοι χαίρουσι τῇ πρὸς τὸ ὁμόφυλον γιγνομένῃ μάχῃ. καὶ οὐδὲ τῶν σημείων αἰσθανόμεθα τῶν θείων, ὅσα διδάσκοντες ἡμᾶς ὁμονοεῖν αὑτοῖς ἐπεφήμισαν.
然而,毫无实质缘由地发动战争与厮杀,除却十足的疯狂以及由此疯狂而来的对邪恶之渴求以外,还能是什么呢?人类之所以最为仇恨野兽,正因为我们与它们之间始终进行着不可调和的战争。然而我们当中却有许多人将人类也当作野兽对待,乐于同室操戈。对于神明为了教导我们彼此和睦而昭示的所有天兆,我们也未曾觉察。
καὶ γὰρ κήρυκές τινες ἐκ τῶν θεῶν εἶναι λέγονται, καὶ διὰ τοῦτο καὶ παρ’ ἡμῖν εἰρήνη μὲν ἐπικηρύσσεται, πόλεμοι δὲ ὡς ἐπὶ τὸ πλεῖστον ἀκήρυκτοι γίγνονται. καὶ γυμνοὶ πρεσβεύουσιν εἰς ὡπλισμένους ὑπὲρ εἰρήνης καὶ ἀδικῆσαι οὐκ ἔξεστιν αὐτῶν οὐδένα, ὡς τῶν θεῶν ἅπαντας τοὺς ὑπὲρ φιλίας ἀγγέλους.1 καὶ ὅταν συνερχομένων εἰς μάχην στρατῶν ἢ διοσημία φανῇ αἰφνίδιος ἢ τῆς γῆς γένηται σεισμός, ἀποστρέφονται εὐθὺς οἱ ἄνθρωποι καὶ ἀποχωροῦσιν ἀπ’ ἀλλήλων, ὡς τῶν θεῶν οὐ βουλομένων αὐτοὺς μάχεσθαι.
事实上,据说使者是出于神明的,因此在我们之中,和平也是通过使者宣告的,而战争多半是在没有宣告的情况下发生的。而且使者为了和平而赤手空拳前往全副武装者之中,谁也不得加害他们中的任何人,因为凡为修好而来的使者皆属于神明。每当两军交锋之际,若骤现天象异兆或大地震动,人们便立刻转身、各自退避,认为神明不愿他们交战。
πολέμου δὲ σημεῖον οὐδὲν θεῖόν ἐστιν ὑπειλημμένον. καὶ ὅσα δὲ ἥδιστά τε τοῖς ἀνθρώποις καὶ εὐδαιμονίας σύμβολα, ταῦτα πάντα ποιοῦμεν, ἐπειδὰν εἰρήνη γένηται, καὶ στεφανούμεθα καὶ θύομεν καὶ ἑορτάζομεν· τὰ δὲ ἐναντία πάντα ἐν τοῖς πολέμοις, ὥσπερ ἐν τοῖς πένθεσι, καὶ συγκλειόμεθα ἔσω πυλῶν καὶ δεδοίκαμεν πάντα καὶ ἀπελπίζομεν ἑαυτούς· καὶ αἱ γυναῖκες τότε ὑπὲρ τῶν ἀνδρῶν κλαίουσι καὶ οἱ παῖδες ὑπὲρ τῶν πατέρων ὡς ἐπὶ τοῖς μεγίστοις κακοῖς.
可是,没有任何神兆被视为是战争的标志。凡对人类而言最为愉悦、象征幸福之事,一旦和平降临我们便全数举行:头戴花冠、奉献牺牲、欢度节庆;而在战争之中一切皆适得其反,犹如身处悼亡之中,我们被紧锁于城门之内,恐惧一切,并对自己陷入绝望;妇人为丈夫痛哭,孩童为父亲落泪,如同遭遇了最大的灾难。
ἐπειδὰν μὲν οὖν λοιμὸς ἢ σεισμὸς γένηται, τοῖς θεοῖς ἐγκαλοῦμεν, ὡς κακῶν παρέχουσιν τοῖς ἀνθρώποις αἰτίας, καὶ οὔ φαμεν αὐτοὺς εἶναι δικαίους οὐδὲ φιλανθρώπους, οὐδὲ ἂν τὰ μάλιστα ἡμῖν ἡμαρτηκόσιν ἐπιτιμῶσι σὺν τῇ δίκῃ· τοσοῦτον μῖσός ἐστι πρὸς τὰ αὐτόματα τῶν κακῶν. πόλεμον δέ, ὅστις οὐχ ἧττον ἀπόλλυσιν ἢ σεισμός, αὐτοὶ προαιρούμεθα καὶ τοῖς αἰτίοις τούτων ἀνθρώποις οὐκ ἐγκαλοῦμεν οὐδέν, ὥσπερ ὑπὲρ ἐκείνων τοῖς θεοῖς, ἀλλὰ τούτους εἶναι καὶ φιλοδήμους δοκοῦμεν καὶ λεγόντων ἥδιστα ἀκούομεν αὐτῶν καὶ συμβουλεύουσι πειθόμεθα, καὶ πάσας αὐτοῖς παρέχομεν ἀντὶ τῶν κακῶν οὐκ ἀμοιβάς· ἀμοιβαὶ γὰρ ἐξ ἴσων ἄν ἐγίγνοντο πρὸς αὐτοὺς κακῶν· ἀλλὰ χάριτας καὶ τιμὰς καὶ ἐπαίνους· ὥστε σφόδρα ἂν εἶεν ἀνόητοι τῶν ἐπὶ τοῖς κακοῖς ἔτι χάριν εἰδότων φειδόμενοι.2
因此,每当疫病或地震发生,我们便归咎于神明,认为神明给人类带来了灾祸的根源,并称他们既不正义也不爱惜人类,哪怕他们是在极为公正地惩戒有罪的我们;人们对自然而发的灾祸竟怀有如此大的仇恨。然而对于摧毁力不亚于地震的战争,我们却是自愿选择的,对于造成这些战争的人类,我们却丝毫不加归咎,全然不像为了那些天灾去责怪神明那般;相反,我们认为这些人是热爱城邦民众的,最乐于倾听他们的言论,在他们建言时唯命是从,并且对于他们所造成的灾祸,回报给他们的绝非报复——因为报复本应是对他们施加同等的恶害——而是一切恩惠、尊荣与赞美;以至于他们若是放过那些遭受灾祸却仍旧心存感激的人,那就真是愚蠢至极了。
τὸ μὲν οὖν πρῶτον, ἄνδρες Νικομηδεῖς, τὰς αἰτίας τῆς στάσεως ἴδωμεν. εἰ μὲν γὰρ τηλικαῦτά ἐστιν, ὥστ’ ἄξιον εἶναι πολεμεῖν πόλεμον οὐ σύντομον, οἷος ἄν τοῖς ὅπλοις ἐγίγνετο καὶ παρηγορίαν εἶχε τὸ τάχος τῆς διακρίσεως, ἀλλὰ μακρὸν καὶ ἄπαυστον, ὥστε αὐτὸν ὑπολείπεσθαι καὶ τοῖς παισὶ καὶ τοῖς ἐκγόνοις καὶ μηδέποτε σχεῖν ἐλπίδα καταλλαγῆς· ἀγωνιζώμεθα καὶ στασιάζωμεν καὶ πράγματα παρέχωμεν ἀλλήλοις, ὅσα ἔνεστι παρέχειν, ἀχθόμενοι διότι μὴ καὶ πλείω δυνάμεθα. εἰ δὲ μάλιστα μὲν οὐδέν ἐστι τὸ ἆθλον τούτου τοῦ κακοῦ, τὰ δὲ δοκοῦντα εἶναι καὶ μικρά ἐστι καὶ φαῦλα καὶ οὐδ’ ἰδιώτας ὑπὲρ αὐτῶν στασιάζειν ἄξιόν ἐστιν, οὐχ ὅπως3 πόλεις τηλικαύτας· μὴ πάσχωμεν ὅμοιόν τι τοῖς ἄφροσι τῶν παίδων, οἵτινες αἰδούμενοι μὴ δοκῶσι μάτην ὀργίζεσθαι τοῖς πατράσιν ἢ ταῖς μητράσιν οὐ βούλονται καταλλάττεσθαι ῥᾳδίως.
因此,尼科米底亚人啊,首先让我们来看看内讧的起因吧。若这些起因当真如此重大,以至于值得去打一场并非速战速决的战争——那种用兵刃交战、因决断之迅速而尚有慰藉的战争——而是一场漫长而无休止的战争,以致遗留给子孙后代,永无和解的指望;那么就让我们去抗争、去内讧,尽可能多地给彼此制造麻烦,并为不能制造更多麻烦而感到恼恨吧。但如果这场灾祸实际上根本没有任何战利品,那些看似有的东西不仅微不足道、卑劣低下,甚至不值得私人为此内讧,更不用说如此规模的城邦了;那么我们就绝不要做出类似那些愚蠢孩童的举动,他们因为羞于被认为无端向父母动怒,便不肯轻易和解。
- 38.18ὡς τῶν θεῶν ἅπαντας τοὺς ὑπὲρ φιλίας ἀγγέλους
在表示原因的连词 ὡς 之后,属格词组 τῶν θεῶν 与宾格词组 ἅπαντας τοὺς... ἀγγέλους 并列,此处省略了以所有属格作表语的宾格分词 ὄντας(或表示被视作属于神明的 νομιζομένους)。该结构表达主观理由,即“因认为凡为修好而来的使节皆属神明(受神圣保护)”。
- 38.20ὥστε σφόδρα ἂν εἶεν ἀνόητοι τῶν ἐπὶ τοῖς κακοῖς ἔτι χάριν εἰδότων φειδόμενοι
在由 ὥστε 引导、配以潜在希求法 ἂν εἶεν 的结果从句中,分词 φειδόμενοι 具有条件含义,并支配其属格宾语 τῶν... χάριν εἰδότων(动词 φείδομαι 要求属格)。全句表达反讽性的潜在推论:“以至于那些(主战者)若放过遭受祸害却依然心存感激之人,就真是愚蠢透顶了”。
- 38.21οὐχ ὅπως
固定成语 οὐχ ὅπως 在否定语境中相当于拉丁语的 nedum,意为“更不用说”、“何况”。此处承接前面的否定含义:“甚至不值得私人为此内讧(οὐδ’ ἰδιώτας... ἄξιόν ἐστιν),更遑论如此规模的大城邦(οὐχ ὅπως πόλεις τηλικαύτας)”。
