- 底本
- Dio Chrysostom. Dionis Prusaensis quem vocant Chrysostomum quae extant omnia. Vols. I and II. Arnim, Hans Friedrich August von, editor. Berlin: Weidmann, 1893-96.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:37.42-37.47
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者列举神祇与英雄雕像惨遭侮辱和改名的历史先例,借阿格西劳斯与阿那克萨尔科斯的故事论证肉体与物质雕像对灵魂而言微不足道,并宣告将自己的雕像永恒地重新树立于声名女神身旁。
εἶτα ἐγὼ ταῦτα ἐπιστάμενος ὅτι οἱ ἄνθρωποι οὐδὲ τῶν θεῶν φείδονται,1 ἀνδριάντος ὑμῖν φροντίσαι δοκῶ; καὶ τοὺς μὲν ἄλλους σιγήσειν μοι δοκῶ, ἀλλὰ τὸν Ἴσθμιον, τὸν ἀγωνοθέτην τὸν ὑμέτερον, Μόμμιος ἐκ βάθρων ἀνασπάσας ἀνέθηκε τῷ Διί, φεῦ τῆς ἀμαθίας,2 τὸν ἀδελφὸν ὡς ἀνάθημα, ἄνθρωπος ἀπαίδευτος καὶ μηδενὸς τῶν καλῶν πεπειραμένος. ὃς Φίλιππον μὲν τὸν Ἀμύντου, ὃν ἐκ Θεσπιῶν ἔλαβεν, ἐπέγραψε Δία καὶ τοὺς ἐκ Φενεοῦ νεανίσκους τὸν μὲν Νέστορα, τὸν δὲ Πρίαμον. ὁ δὲ δῆμος ὁ τῶν Ῥωμαίων τοὺς ἐξ ἐκείνου ὁρᾶν ᾤοντο,3 ὁρῶν Ἀρκάδας ἐκ Φενεοῦ.
既然我知道人们连神明都毫不怜惜,难道在你们看来,我还会去挂怀一尊肖像雕像吗?至于其他的事例,我想我暂且保持沉默;但对于那位地峡之神、你们的赛会总裁,穆米乌斯竟将他从基座上拔起并献给了宙斯——叹其何等无知啊!——竟把兄弟当作献礼献上,他当真是一个毫无教养、对一切美好事物毫无经验之徒!他将从忒斯庇埃掠夺来的阿明塔斯之子腓力的雕像题上“宙斯”,又将来自费内奥斯的青年雕像,一尊题作“涅斯托尔”,另一尊题作“普里阿摩斯”。而罗马的民众看着那些来自费内奥斯的阿卡迪亚人,却自以为见到了古代的那些英雄。
ταῦτα μὲν οὖν ἔξεστι καὶ γελᾶν. σπουδῇ δέ μοι ἐπελήλυθεν Ἀγησίλαον τὸν βασιλέα τῶν Λακεδαιμονίων τῆς γνώμης μακαρίσαι, ὅστις οὔποτε ἠξίωσεν οὔτε πλαστὰν οὔτε μιμηλὰν τοῦ σώματος ποιήσασθαι, οὐχ ὅτι χωλὸς ἦν, ὥς φασι, καὶ μικρός, ʽτί γὰρ ἐκώλυε μέγαν εἶναι τὸν ἀνδριάντα; τί γὰρ ἀρτίπουν, ὥσπερ τὸν Εὐφράνορος Ἥφαιστον;ʼ ἀλλὰ τοῦτ’ ἐκεῖνος εἶδεν ἀκριβῶς ὅτι μὴ δεῖ τὰς ἀνθρωπίνας τύχας ἐκτείνειν μηδὲ κινδυνεύειν περὶ τῷ σώματι κατὰ λίθον καὶ χαλκόν. εἴθε γὰρ εἴη καὶ τοῦ σώματος ἀπηλλάχθαι.
这些事情固然可以付之一笑;但我由衷地想要称赞拉刻代蒙人的国王阿格西劳斯的见识,他从未屑于为自己的肉身制作任何塑像或摹像,这并非如人们所言是因为他又瘸又矮——“因为有什么能阻碍雕像被做得高大、或是像欧普拉诺尔所塑的赫淮斯托斯那样健全双足呢?”——而是因为那位国王洞察到:绝不应当借助石头和青铜来延伸凡人的际遇,亦不该以此让肉身历经险境。但愿我们甚至能够摆脱肉身本身!
χαιρέτω δ’ ὁ Δαίδαλος καὶ τὰ Δαιδάλου μιμηλὰ τεχνήματα· ἄδην Προμηθέως, ἄδην πηλοῦ. καίτοι καὶ τὸ σῶμα τῶν γενναίων φασὶν ἀλλότριον εἶναι,ἐπειὴ μάλα πολλὰ μεταξὺ ʽσώματός τε καὶ ψυχῆς. ὁ μὲν γὰρ οὐκ ἔστιν οὐδὲ φροντίζει τοῦ σώματος κάμνοντος. ἐμαίνετο Καμβύσης ὡς Ἄμασιν τὸν Αἰγυπτίων βασιλέα τὸν νεκρὸν αὐτοῦ κεντῶν τε καὶ μαστιγῶν. Αἰγύπτιοι μὲν γὰρ λέγουσιν Ἄμασιν ἐκ πλείονος ὑφορώμενον τὴν Καμβύσου χαλεπότητα τὸν μὲν αὑτοῦ νεκρὸν ἀποκρύψαι, ἄλλον δ’ ἀντ’ αὐτοῦ ὑποβαλεῖν, καὶ τοῦτον εἶναι τὸν Καμβύσῃ περιπεσόντα.
且让代达罗斯和代达罗斯那些模仿的工艺去罢;普罗米修斯已经足够,泥土也已足够!况且人们说,肉体对高尚之士而言亦是身外之物,“因为在肉体与灵魂之间横亘着万水千山”。灵魂本不存在于肉体之中,当肉体受苦时亦不加理会。冈比西斯把埃及国王阿玛西斯的尸体当作阿玛西斯本人来刺击和鞭笞,委实是疯了。因为埃及人说,阿玛西斯早就预料到冈比西斯的暴虐,因而藏匿了自己的尸身,而以另一具尸体李代桃僵,落入冈比西斯之手的正是那具替身。
ἀλλ̓, ὦ Αἰγύπτιοί τε καὶ Καμβύση, εἴτε ἄλλος τις ἦν ὁ ταῦτα παθὼν εἴτε αὐτὸς Ἄμασις ἦν, τύπος ἦν ἄναιμος, ἄσαρκος, ἄψυχος. τοῦτον, εἴ σοι φίλον, ἕλκε καὶ σπάραττε καὶ κέντρου, Ἄμασιν δὲ οὐ κατείληφας. ἕτερος δέ τις ζῶν, ἐμπνέων, αἰσθανόμενος, Πτίσσε πτίσσ̓, ἔφη, τὸν Ἀναξάρχου θύλακον· Ἀνάξαρχον γὰρ οὐ πτίσσεις. οὗτος γὰρ ἁνὴρ ἐμπεσὼν μὲν εἰς ὅλμον, τυπτόμενος δὲ τοῖς ὑπέροις, αὐτὸς οὐκ ἔφη πτίσσεσθαι, ἀλλὰ τῶν αὑτοῦ ὅπερ ἔτυχε περικείμενος· ὥσπερ φασὶ Περσῶν τοὺς ὁμοτίμους λαμβάνειν πληγάς, ἀντὶ τοῦ σώματος τὸν κάνδυν.
然而,埃及人和冈比西斯啊,受此酷刑的无论是另一个人还是阿玛西斯本人,那终究只是一具无血、无肉、无灵魂的躯壳。若你高兴,尽可拖曳它、撕碎它、刺击它,但你并未擒获阿玛西斯。另有一人,在活着、喘息着、保有感知的时候说道:“捣吧,捣吧,捣阿那克萨尔科斯的口袋吧;因为你捣的绝不是阿那克萨尔科斯。”此人被投入臼中、遭受杵捣之时,竟说受捣击的并非自己,而不过是他碰巧披在身上的属于自己的物件;正如人们所说,波斯的同等贵族们是以长袍代替肉身接受笞打的。
Πέρσαι μὲν οὖν ἐπὶ τούτῳ δυσφοροῦσιν· Ἕλλην δ’ ἀνὴρ παρεῖχε τύπτειν τὸ σῶμα ὡς κάνδυν· ἡμεῖς δ’ οὐ παρέχωμεν τὸν ἀνδριάντα χωνεύειν,4 κἂν αἰσθάνηται; νῦν δ’ ὁ μὲν κρείσσων αἰσθήσεως, ἐγὼ δὲ κατὰ τὴν Εὐριπίδου Λαοδάμειαν οὐκ ἂν προδοίην καίπερ ἄψυχον φίλον. βούλομαι οὖν αὐτὸν ὡς αἰσθανόμενον παραμυθήσασθαι. ὦ λόγων ἐμῶν σιγηλὸν εἴδωλον, οὐ φαίνῃ; οὐδὲ γὰρ ὁ πρὸ σοῦ Ἀριστέης· ὧδε γὰρ ἔσχε κἀκείνῳ, ὡς ἐμοὶ εἰκάσθη, ἀναστῆναι μὲν αὐτὸν ὑπὸ τῶν Προκοννησίων, ἀφανισθῆναι δὲ ὑπὸ τῶν ἐχθρῶν· λόγον δ’ ὑπὸ τῶν αὐτῶν τούτων διαδοθῆναι, ὡς οὔτε ζῶν οὔτε τεθνεὼς φαίνοιτο Ἀριστέης. ἀλλὰ καὶ τότε καὶ νῦν καὶ πρὸς ἅπαντα τὸν χρόνον ἔζη Ἀριστέης.
波斯人尚且为此感到难堪;而一个希腊人却甘愿让肉身如长袍一般任人捶打;那么我们难道还不肯任由雕像被熔毁吗,即便它拥有知觉?然而事实上它已超越了知觉;但我愿仿效欧里庇得斯的拉奥达弥亚,绝不背弃一个朋友,纵然是毫无生命的朋友。因此,我愿视它如同拥有知觉一般予以慰勉:我言辞的无声偶像啊,难道你不再显现了吗?在你之前的前辈阿里斯忒阿斯亦曾如此;因为在我看来,他的遭遇亦是这般:他被普罗孔涅索斯人树立起雕像,却被仇敌抹去了踪迹,而那些人散布谣言,称无论活着还是死去都见不到阿里斯忒阿斯。然而无论在当时、在今日、还是在永恒的岁月里,阿里斯忒阿斯都始终活着。
μνάσεσθαί τινά φαμι καὶ ἕτερον ἀμμέων.5 πάνυ γὰρ καλῶς εἶπεν ἡ Σαπφώ· καὶ πολὺ κάλλιον Ἡσίοδος, φήμη δ’ οὔτις πάμπαν ἀπόλλυται, ἥντινα λαοὶ πολλοὶ φημίξωσι· θεός νύ τίς ἐστι καὶ αὐτή. ἐγώ σε ἀναστήσω παρὰ τῇ θεῷ, ὅθεν οὐδείς σε μὴ καθέλῃ, οὐ σεισμός, οὐκ ἄνεμος, οὐ νιφετός, οὐκ ὄμβρος, οὐ φθόνος, οὐκ ἐχθρός, ἀλλὰ καὶ νῦν σε καταλαμβάνω ἑστηκότα. λάθα μὲν γὰρ ἤδη τινὰς καὶ ἑτέρους ἔσφηλε καὶ ἐψεύσατο, γνώμη δ’ ἀνδρῶν ἀγαθῶν οὐδένα, ᾗ κατ’ ἄνδρα μοι ὀρθὸς ἕστηκας.
“我说,日后定然有人会忆起我们。”萨福的话委实说得极好;而赫西俄德说得更为美妙:“凡众多民众所传扬的声名,绝不至全然泯灭;声名自身亦是一位神明。”我将把你树立在这位女神身旁,从那里将无人能将你拉下——地震不能,风暴不能,飞雪不能,暴雨不能,嫉妒不能,仇敌亦不能;甚至在此时此刻,我已见你巍然屹立。因为遗忘固然已绊倒并欺瞒了某些别的人,但善良之士的心灵却未曾欺瞒任何人;正是在这心灵之中,你昂然挺立,与我堂堂相对。
- 37.42ταῦτα ἐπιστάμενος ὅτι οἱ ἄνθρωποι οὐδὲ τῶν θεῶν φείδονται
先行代词 ταῦτα 预示其后 ὅτι 从句内容的先取句式(prolepsis),意为“知道这件事,即人们连神明都毫不怜惜”。
- 37.42φεῦ τῆς ἀμαθίας
伴随感叹词 φεῦ 的原因属格(genitive of cause),表达引发情绪惊叹的原因:“叹其何等无知啊!”
- 37.42ὁ δὲ δῆμος ὁ τῶν Ῥωμαίων τοὺς ἐξ ἐκείνου ὁρᾶν ᾤοντο
单数集合名词 ὁ δῆμος 与复数动词 ᾤοντο 搭配,属于“意合一致”(constructio ad sensum)。短语 τοὺς ἐξ ἐκείνου 代指前文提及的英雄人物(特洛伊时期的涅斯托尔与普里阿摩斯等)。
- 37.46ἡμεῖς δ’ οὐ παρέχωμεν τὸν ἀνδριάντα χωνεύειν
现在时虚拟式 παρέχωμεν 带有否定词 οὐ,构成深思/审议虚拟式(deliberative subjunctive)。此处不同于通常接 μή 的规则,在强烈的反问修辞中采用 οὐ,意为“难道我们还不应当任由……交付出来吗?”
- 37.47μνάσεσθαί τινά φαμι καὶ ἕτερον ἀμμέων
引用萨福的埃奥利斯方言诗句(相当于阿提卡方言的 μνήσεσθαί τινά φημι καὶ ἕτερον ἡμῶν)。构词为紧随 φαμι 的宾格不定式句式:主语宾格 τινά,不定式 μνάσεσθαι,属格宾语 ἀμμέων(= ἡμῶν);ἕτερον 与 τινά 一致,意为“另有人”,但校勘者常改读作 καὶ ὔστερον(= ὕστερον,“日后”)。
