- 底本
- Dio Chrysostom. Dionis Prusaensis quem vocant Chrysostomum quae extant omnia. Vols. I and II. Arnim, Hans Friedrich August von, editor. Berlin: Weidmann, 1893-96.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:37.8-37.14
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者追忆科林斯人曾将他的塑像安放于图画馆之盛举,将雕像的遗失戏喻为代达罗斯式塑像的奔逃,随后赞美科林斯为波塞冬与赫利俄斯所共有之神圣城邦,并引述西比拉神谕与初代竞技会的获胜者们。
ἡμᾶς δὲ δὶς ἐπιδημήσαντας οὕτως ἀσμένως ἐπείδετε ὥστε μάλιστα μὲν ἐπειρᾶσθε κατέχειν, ὁρῶντες δὲ ἀδύνατον ὄν, ἀλλά γε τὴν εἰκὼ τοῦ σώματος ἐποιήσασθε1 καὶ ταύτην φέροντες ἀνεθήκατε εἰς τὰ βιβλία, εἰς προεδρίαν, οὗ μάλιστ’ ἂν ᾤεσθε τοὺς νέους προκαλέσασθαι τῶν αὐτῶν ἡμῖν ἐπιτηδευμάτων ἔχεσθαι. οὐ γὰρ ὡς ἕνα τῶν πολλῶν καὶ κατ’ ἐνιαυτὸν καταιρόντων εἰς Κεγχρεὰς ἔμπορον ἢ θεωρὸν ἢ πρεσβευτὴν ἢ διερχόμενον, ἀλλ’ ὡς μόλις διὰ μακρῶν χρόνων ἀγαπητὸν ἐπιφαινόμενον, οὕτως ἐτιμήσατε.
然而当我第二次客居贵邦时,你们如此欣喜地迎候我,以至于起初极力挽留我;在看出这是不可能的事情后,你们至少制作了我身形的塑像,并将它移送献纳于图书馆的尊座之上,你们认为在此处最能激励青年致力于与我们相同的学业追求。因为你们待我之厚,并非将我视作每年泊靠肯克瑞埃港的众多商人、进香使节、公使或过客中的普通一员,而是视作历经悠长岁月方才罕见显现的可亲之人,你们正是如此敬重我的。
τιμὴ δ’ ἠΰτ’ ὄνειρος ἀποπταμένη πεπότηται. ὥστε ἐμὲ ἐν ἀπόρῳ καθεστάναι καὶ πρὸς ἐμαυτὸν καὶ νὴ Δία ἤδη πρὸς ἕτερον, πότερ’ ὡς ἀληθῶς οὐκ ἔβλεπον οὐδὲ ὕπαρ, ἀλλὰ ὄναρ ἦν τὰ γιγνόμενα, ἢ τὰ μὲν ἦν ταῦτα ταῖς πάσαις ἀκριβείαις, σπουδή τε τοῦ πλήθους καὶ κρίσις τῆς βουλῆς, ὁ δ’ ἀνδριὰς τῶν Δαιδάλου ποιημάτων ἔτυχεν ὢν καὶ λαθὼν ἡμᾶς ἀπέδρα.
然而,“荣誉却如梦一般展翅飞逝无踪。”以至于我陷入了困惑,无论对我自己,抑或凭宙斯起誓,如今面对旁人亦是如此:究竟是我在清醒时也确实未曾得见、发生的一切只是一场幻梦,还是说那些事全都在丝毫不差的真实中存在——民众的热诚与议事会的决议皆为确凿——而那尊雕像偏巧是代达罗斯的杰作之一,竟在神不知鬼不觉中从我们身边逃走了呢?
ἀλλ’ ἀφ’ οὗ Δαίδαλος ἐτελεύτησεν, οὐδεὶς εἰς ταύτην τὴν ἡμέραν ἐξίκετο τῆς τέχνης μέχρι τοῦ καὶ δρασμὸν ἐμποιεῖν τῷ χαλκῷ· ἀλλὰ διαβεβηκότας μὲν εὖ καὶ καλῶς ποιοῦσι, τοὺς δὲ καὶ ἐφ’ ἵππων ὀχουμένους· μένουσι μέντοι οὗτοι πάντες κατὰ σχῆμα καὶ χώραν, κἂν μή τις αὐτοὺς μετακινήσῃ, τό γε ἐπ’ αὐτοῖς εἶναι2 χαλκὸς ἄδραστος, ἂν καὶ πτερὰ ἔχῃ, ὥσπερ καὶ ὁ τοῦ Πυθαγόρου Περσεύς.
然而自代达罗斯辞世之后,直至今日,尚无任何人的技艺能够达到甚至为青铜赋予遁走之能的地步;他们固然能把雕像塑造得步履矫健、精美绝伦,有些亦能骑跨于骏马之上;然而这一切皆停驻在原有的姿态与位置之中,若无人去搬动它们,就其自身属性而言,不过是无法奔逃的青铜,哪怕如毕达哥拉斯所作的珀耳修斯那样生有双翼亦是如此。
ἵνα δὲ καὶ τῆς ἀρχαίας τέχνης ᾖ τῆς Δαιδαλείου,3 τί παθὼν ἂν ὑμῶν ἀπηλλάγη τῆς πόλεως, ὑπὲρ ἧς τοὺς δύο θεούς φασιν ἐρίσαι, Ποσειδῶνα καὶ τὸν Ἥλιον, τὸν μὲν τοῦ πυρὸς κύριον, τὸν δὲ τοῦ ὕδατος; ἐρίσαντε δὲ καὶ τὴν δίαιταν ἐπιτρέψαντε τρίτῳ θεῷ πρεσβυτέρῳ, οὗ "πλεῖσται μὲν κεφαλαί, πλεῖσται δέ τε χεῖρες, "τούτῳ τὴν δίαιταν ἐπιτρέψαντες4 ἀμφότεροι τήνδε τὴν πόλιν καὶ τὴν χώραν ἔχουσιν· οὔτι που μικρὸν οὐδ’ ἀμυδρὸν σημεῖον τῆς πρὸς τὰς ἄλλας ὑπεροχῆς.
就算它果真出自古老的代达罗斯工艺,它又究竟因何变故要舍弃你们的城邦而去呢?相传两位神明曾为争夺此邦而角逐,即波塞冬与赫利俄斯,一位是火的主宰,另一位是水的主宰。二神相争后将仲裁权委托给第三位更年长的神明,关于此神,“其头颅最为繁多,其手臂亦最为众多”,在将仲裁交托于他之后,二神共同拥有了这座城邦与这片土地;这绝非表明其凌驾于其他城邦之卓越地位的微小或模糊印记。
αἱ μὲν γὰρ ἄλλαι λήξεις τε καὶ κτήσεις τῶν θεῶν κατὰ μόνας εἰσίν· Ἄργος μὲν Ἥρας, Ἀθηνᾶς δὲ Ἀθῆναι· καὶ αὐτῶν γε τούτων τῶν θεῶν Ῥόδος μὲν Ἡλίου, Ὀγχηστὸς δὲ Ποσειδῶνος, Κόρινθος δὲ ἑκατέρων. εἰκάσαις ἂν αἰνιττομένου τοῦ μύθου τὸ τῆς γῆς ἐν μέσῳ δύο πελαγῶν ὑπὸ τοῦ ἡλίου ἐξαίρετον. τὸ μὲν οὖν τοῦ μύθου τε καὶ τοῦ λόγου, τῇδέ πῃ συνᾴδοντα, τρίτην ἐπὶ δισσοῖς μάρτυσι τὴν θεσπιῳδὸν Σίβυλλαν παρακαλεῖ· τρανῆ δὲ ἐκ θεοῦ φωνὴν λαχοῦσα ᾅδει μάλα μέγα· "εὐδαίμων πιτυώδεος ὄλβιος αὐχὴν Ὠκεανοῦ κούρης Ἐφύρης, ἔνθα Ποσειδῶν, μητρὸς ἐμῆς Λαμίας γενέτωρ, προύθηκεν ἀγῶνα πρῶτος ἅμ’ Ἠελίῳ, τιμὰς δ’ ἠνέγκατο μοῦνος. "
因为诸神其他的封邑与所有地皆是各自单独拥有的:阿尔戈斯属于赫拉,雅典属于雅典娜;就这两位神明自身而言,罗得岛属于赫利俄斯,翁刻斯托斯属于波塞冬,唯独科林斯归两者共有。人们或许可以推想,这则神话是在暗示这片位于两海之中的土地受到了太阳的格外垂青。于是神话与记述在此相互呼应,在两位见证者之外又延请了咏唱神谕的西比拉作为第三位见证;她受神明所赐获得清晰宏亮的嗓音,高亢地歌唱道: “大洋之女、松林葱郁的厄费瑞那丰饶富足的地峡诚然福祉无量,在此处,吾母拉弥亚的生父波塞冬,首度与赫利俄斯一同设立竞技,却唯有他一人赢得荣耀。”
καὶ γάρ τοι καὶ ἀγῶνα πρῶτον ἐνταυθοῖ τεθῆναί φασιν ὑπὸ τῶν δύο θεῶν, καὶ νικῆσαι Κάστορα μὲν στάδιον, Κάλαϊν δὲ δίαυλον· καὶ γὰρ Κάλαΐν φασι δραμεῖν, ἀπεχόμενον τοῦ πέτεσθαι. δεῖ δὲ καὶ τοὺς ἄλλους, ἐπείπερ ἠρξάμεθα, ἀθλοφόρους τε λεχθῆναι καὶ νικηφόρους. Ὀρφεὺς κιθάρᾳ, Ἡρακλῆς πάμμαχον, πυγμὴν Πολυδεύκης, πάλην Πηλεύς, δίσκον Τελαμών, ἐνόπλιον Θησεύς. ἐτέθη δὲ καὶ ἵππων ἀγών, καὶ ἐνίκα κέλητι μὲν Φαέθων, τεθρίππῳ δὲ Νηλεύς.
事实上,人们说最初的竞技会正是由二神在此设立的,卡斯托尔赢得了单程赛跑,卡拉伊斯赢得了双程赛跑;因为相传卡拉伊斯亦克制住不展翅飞翔而徒步奔跑。既然我们已经开始谈及,便有必要列举其余的获奖者与得胜者:奥菲斯胜于弦琴,赫拉克勒斯胜于角斗,波吕丢刻斯胜于拳击,珀琉斯胜于摔跤,忒拉蒙胜于铁饼,忒修斯胜于荷甲赛跑。赛马竞技亦被设立,法厄同在单马骑乘中获胜,涅琉斯在四马战车赛中摘得桂冠。
- 37.8ἀλλά γε τὴν εἰκὼ τοῦ σώματος ἐποιήσασθε
在ὥστε结果从句中,接在表示不可能的前置分词句(ὁρῶντες δὲ ἀδύνατον ὄν)之后,ἀλλά γε用以引出补偿性或退而求其次的行为(“至少制作了……”)。此处保留直陈式过去时以确指实际发生的历史结果。
- 37.10τό γε ἐπ’ αὐτοῖς εἶναι
副词性/绝对不定式短语的习惯用法,意为“就它们自身而言”或“在其本性所能决定的范围内”,在句中充当修饰表语χαλκὸς ἄδραστος的限定副词成分。
- 37.11ἵνα δὲ καὶ τῆς ἀρχαίας τέχνης ᾖ τῆς Δαιδαλείου
连词ἵνα接虚拟式ᾖ在此不表示目的,而是表示让步性假设(“即使……属于……”)。属格短语τῆς ἀρχαίας τέχνης与系动词搭配,构成表示属性或归属的属格。
- 37.11ἐρίσαντε δὲ καὶ τὴν δίαιταν ἐπιτρέψαντε ... ἐπιτρέψαντες
双数分词ἐρίσαντε与ἐπιτρέψαντε首先用以指代相争的二神(波塞冬与赫利俄斯);在插入引诗之后,分词以复数形式(ἐπιτρέψαντες)重复出现,并与复数主动词ἔχουσιν相呼应,形成了由双数向复数的句法转换(一种句式脱节/破格构句)。
