← 金嘴狄翁

演说集

§37.15-37.21

撤除雕像之不当与叙拉古的先例

演说者指出,连阿尔戈号都得以安息的圣洁科林斯,雕像绝不可能自行遁逃,而历来崇尚自由与正义的科林斯人亦不可能无理驱逐它,并借此引出了叙拉古审判铜像的典故。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§37.15

ἐγένετο δὲ καὶ νεῶν ἅμιλλα, καὶ Ἀργὼ ἐνίκα, καὶ μετὰ ταῦτα οὐκ ἔπλευσεν, ἀλλὰ αὐτὴν ἀνέθηκεν ὁ Ἰάσων ἐνταῦθα τῷ Ποσειδῶνι, καὶ τὸ ἐπίγραμμα ἐπέγραψεν, ὃ λέγουσιν Ὀρφέως εἶναι· "Ἀργὼ τὸ σκάφος εἰμί, θεῷ δ’ ἀνέθηκεν Ἰάσων, Ἴσθμια καὶ Νεμέοις στεψάμενον πίτυσιν." ὅπου δὲ θεοὶ ἀγωνοθετοῦσιν, ἡμίθεοι δὲ νικῶσι καὶ νικῶνται, ἀναπαύεται δὲ Ἀργώ, τίνα τούτου τόπον καλλίω ἐξευρεῖν ἐδύνατο αὐτὸς ὁ Δαίδαλος πτεροῖς πετόμενος, οὐχ ὅτι γε δὴ τὸ Δαιδάλου ποίημα;1

随后亦举行了舟船竞渡,阿尔戈号夺得优胜;此后它便不再远航,而是由伊阿宋将它在此奉献给波塞冬,并题写了一首传为奥菲斯所作的铭诗: “我乃舟楫阿尔戈,伊阿宋将赢得地峡与涅墨亚松枝冠冕的我献纳于神明。” 在神明主持赛会、半神们或胜或负、阿尔戈号亦安息于此的地方,即便代达罗斯本人振翼高飞,又能寻觅到何处比这更优美胜绝的居所呢,更何谈出自代达罗斯之手的造物?

§37.16

ἀλλ’ οὔτε ἀπέδρα οὔτε ἐπεχείρησεν οὔθ’ ὅλως ἐμέλλησε· καταλείπεται τοίνυν αὐτοὺς τοὺς Κορινθίους ἐκβαλεῖν αὐτὸν2 μήτε κρίσεως προτεθείσης μήθ’ ὅλως αἰτίαν ἔχοντας ἐπενεγκεῖν. καὶ τοῦτο ἐπείσθη τις κατὰ Κορινθίων; ὧν οἱ πρόγονοι διὰ πάντων Ἑλλήνων μάλιστα δὴ δικαιοσύνην ἐπήσκησαν. ἢ γὰρ οὐχ οὗτοί εἰσιν οἱ τὰς τυραννίδας ἐν ταῖς πόλεσι καταλύοντες καὶ τὰς δημοκρατίας καθιστάντες καὶ τὰς Ἀθήνας ἀπὸ τῶν τυράννων ἐλευθερώσαντες, πρότερον μὲν ἀπὸ Ἱππίου, ὕστερον δὲ ἀπὸ Κλεομένους, καὶ μετὰ ταῦτα ὡς αὐτοὶ Ἀθηναῖοι πρᾶγμα ποιεῖν ἐπεχείρουν Ἱππίου καὶ Ἰσαγόρου3 καὶ τυραννίδα τῆς Ἑλλάδος καθίστασθαι, πρῶτοι μὲν αἰσθόμενοι, μάλιστα δὲ ἀλγήσαντες, ἡγεμόνες δὲ τοῖς ἄλλοις τῆς ἐλευθερίας καταστάντες, καὶ ταύτην τὴν διάνοιαν οὐ μόνον ἐπὶ τῶν Ἀθηναίων, ἀλλὰ καὶ ἐπὶ τῶν Λακεδαιμονίων διαφυλάξαντες; καὶ γὰρ Λακεδαιμονίοις ὑπὲρ τῶν κοινῶν δικαίων τῆς Ἑλλάδος μετὰ τῆς Θηβαίων καὶ Ἠλείων πόλεως ἀντέβησαν· ᾧ καὶ διέδειξαν οὐ φιλολάκωνες ὄντες, ἀλλ’ ἁπλῶς φιλέλληνες καὶ φιλοδίκαιοι καὶ φιλελεύθεροι καὶ μισοπόνηροι καὶ μισοτύραννοι.

然而雕像既未逃逸,亦未做尝试,甚至全无此意;那么剩下的推论便是:科林斯人自己在既未提起审判,又全然提不出任何罪名的情况下,将它弃逐了。可又有谁会在科林斯人身上相信这等事呢?他们的先祖在全体希腊人中最为力行正义。难道不正是他们摧毁各邦的僭主统治,建立民主体制,并将雅典从僭主手中解救出来的吗——先是从希庇亚斯手中,后又从克莱奥墨涅斯手中解放雅典;在那之后,当雅典人自己企图效尤希庇亚斯与伊萨戈拉斯的作为、图谋在全希腊确立僭权统治之时,科林斯人最先察觉,痛心最甚,挺身为众人充当自由的领袖,并且不仅对雅典人,亦对拉刻代蒙人始终坚守这一意志?因为他们确实为了全希腊的共同正义,联合忒拜与厄利斯的城邦起而抗拒拉刻代蒙人;由此他们表明自己绝非偏袒斯巴达者,而纯粹是热爱全希腊者、热爱正义者、热爱自由者、憎恶恶行者与憎恶僭政者。

§37.18

μισοβάρβαροι μὲν γὰρ οὕτως ἦσαν, ὥστε εἰς Θερμοπύλας τετρακοσίους σφῶν αὐτῶν ἀπέστειλαν, ὅτεπερ καὶ Λακεδαιμόνιοι τριακοσίους. ἐν Σαλαμῖνι δὲ ἠρίστευσαν καὶ τῆς νίκης αἴτιοι κατέστησαν. Ἡροδότῳ γὰρ οὐ προσέχω, ἀλλὰ τῷ τάφῳ καὶ τῷ Σιμωνίδῃ, ὃς ἐπέγραψεν ἐπὶ τοῖς νεκροῖς τῶν Κορινθίων τεθαμμένοις ἐν Σαλαμῖνι· ὦ ξεῖν̓, εὔυδρόν ποτ’ ἐναίομεν ἄστυ Κορίνθου, νῦν δ’ ἄμμ’ Αἴαντος νᾶσος ἔχει Σαλαμίς. ῥεῖα δὲ Φοινίσσας νῆας καὶ Πέρσας ἑλόντες καὶ Μήδους ἱερὰν Ἑλλάδ’ ἱδρυσάμεθα.

因为他们是如此敌视异族,以至于在拉刻代蒙人派出三百人的同时,他们自己向温泉关派出了四百人。而在萨拉米斯,他们战功盖世,成了获胜的主力。我才不听从希罗多德之言,而是听信墓碑与西蒙尼德斯,后者为安葬在萨拉米斯的科林斯阵亡将士题写道:“异邦过客啊,我们曾居于水泽充沛的科林斯城,如今埃阿斯之岛萨拉米斯收留了我们。我们轻取腓尼基战船、波斯人与米底人,稳固了神圣的希腊。”

§37.19

ἔστι δὲ καὶ ἕτερον ἐπίγραμμα Σιμωνίδῃ εἰς αὐτὸν τὸν στρατηγὸν ἐξαίρετον· οὗτος Ἀδειμάντου κείνου τάφος, οὗ διὰ βουλὰς Ἑλλὰς ἐλευθερίας ἀμφέθετο στέφανον. ἠλευθέρωσαν δὲ καὶ τὴν Σικελίαν ἀπὸ τῶν βαρβάρων, καὶ τὰς Συρακούσας δὲ ἀπὸ τῶν τυράννων. ἦν δ’ ἰδεῖν Διονύσιον ἐν Κορίνθῳ, θέαμα κάλλιστον, οὐδενὸς κύριον· ἀλλ’ ὅμως οὐδὲ τοῦτον οὐδεὶς ἠδίκει οὐδὲ ἐξέβαλλεν οὐδ’ ἐξήλαυνε.

西蒙尼德斯还有另一首专为将领本人所题的铭诗:“此乃那位阿得曼托斯之冢,因其智谋,希腊方得以戴上自由的冠冕。”此外,他们还从异族手中解救了西西里,从僭主手中解放了叙拉古。人们曾能在科林斯目睹狄奥尼修斯——一幅至为壮美的景象——他不再掌控任何权柄;然而即便对他,亦无人予以伤害,无人予以弃绝或驱逐。

§37.20

τὸ δ’ ἀνάθημα τῆς πόλεως τίς ἀνέτρεψεν; οὐ μὲν οὖν στρόβιλος ἢ πρηστὴρ ἢ σκηπτὸς ἐμπεσών σείων καὶ κεραυνὸν ἰθύνων. εἰ δ’ ἔστι τις κρίσις ἀνδριάντος, οἵαν φασὶν ἐν Συρακούσαις γενέσθαι — ὃν δὲ τρόπον οὐκ ὀκνήσω ἐπεμβαλόμενος διηγήσασθαι· Συρακοσίους τοὺς ἀποίκους τοὺς ὑμετέρους ἐν πολλοῖς πολέμοις πρὸς Καρχηδονίους καὶ τοὺς ἄλλους βαρβάρους τοὺς τὴν Σικελίαν καὶ τὴν Ἰταλίαν κατοικοῦντας ὁ χαλκὸς ἐπιλελοίπει καὶ τὸ νόμισμα·4 ἐψηφίσαντο οὖν τοὺς τῶν τυράννων ἀνδριάντας ʽοἱ δὲ πολλοὶ ἦσαν παρ’ αὐτοῖς χαλκοῦ πεποιημένοἰ συγκόψαι κρίσιν γε αὐτοῖς ποιήσαντες, ὅστις ἄξιος αὐτῶν καταχωνευθῆναι καὶ ὅστις οὔ· καὶ περιγίγνεται τῇ δίκῃ, ἵνα καὶ τοῦτο ἀκούσητε, Γέλων ὁ Δεινομένους· οἱ δ’ ἄλλοι πάντες κατεκόπησαν, πλὴν ἄρα Διονυσίου τοῦ πρεσβυτέρου τῶν τὸ σχῆμα τοῦ Διονύσου περικειμένων —

那么,究竟是谁推翻了城邦的奉献物呢?绝非旋风、狂飚或雷霆坠落,使其震颤并导引雷火。但如果对雕像也有某种审判,正如人们传说在叙拉古发生过的那样——其原委我亦不惜顺便讲述一番:你们的殖民城邦叙拉古人在与迦太基人及居住在西西里和意大利的其他异族的诸多战事中,青铜与货币均告匮乏;于是他们通过决议,将僭主们的雕像(在他们那里多以青铜铸就)予以砸毁,并在事前对它们进行审理,判定其中哪些应当被熔炼,哪些不应当;在这场裁判中——好让你们也听闻此事——德诺墨涅斯之子盖隆得以幸免;其余所有雕像皆被砸毁,唯独年长的狄奥尼修斯那些披戴狄奥尼索斯装束的雕像或许例外——

语法注4 条
  1. 37.15οὐχ ὅτι γε δὴ τὸ Δαιδάλου ποίημα;

    短语 οὐχ ὅτι 是一种省略惯用表达(源自 οὐ λέγω ὅτι),意为“更不必说”或“遑论”。它与前文的 αὐτὸς ὁ Δαίδαλος(代达罗斯本人)形成对照,用以强调连代达罗斯本人尚且不能,代达罗斯的造物就更绝无可能找到更好去处而自行逃离。

  2. 37.16καταλείπεται τοίνυν αὐτοὺς τοὺς Κορινθίους ἐκβαλεῖν αὐτὸν

    无人称动词 καταλείπεται(“余下的结论是……”)统领一个带逻辑主语的“宾格加不定式”结构:αὐτοὺς τοὺς Κορινθίους 为不定式的逻辑主语,ἐκβαλεῖν 为不定式,αὐτόν 为宾语。在前文以排除法否定了雕像自行逃跑后,此处引出唯一的剩余推论。

  3. 37.17πρᾶγμα ποιεῖν ἐπεχείρουν Ἱππίου καὶ Ἰσαγόρου

    属格 Ἱππίου καὶ Ἰσαγόρου 修饰名词 πρᾶγμα,充当性质或所属属格,意为“如希庇亚斯与伊萨戈拉斯那般的行径”。此处指责雅典人试图重蹈昔日僭主的覆辙,在全希腊建立专横支配。

  4. 37.20Συρακοσίους τοὺς ἀποίκους τοὺς ὑμετέρους ... ὁ χαλκὸς ἐπιλελοίπει καὶ τὸ νόμισμα

    动词 ἐπιλείπω(“匮乏、耗尽”)的常规句式是以所缺之物作主语(ὁ χαλκὸς καὶ τὸ νόμισμα),以承受匮乏的人作宾格补足语(Συρακοσίους τοὺς ἀποίκους τοὺς ὑμετέρους)。倒装语序将受影响者(叙拉古人)置于句首以示强调。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:37.15-37.21