- 底本
- Dio Chrysostom. Dionis Prusaensis quem vocant Chrysostomum quae extant omnia. Vols. I and II. Arnim, Hans Friedrich August von, editor. Berlin: Weidmann, 1893-96.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:37.1-37.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者回顾了科林斯人昔日给予自己的殊遇,并以阿里翁、梭伦乃至希罗多德等历史人物未能在科林斯获立塑像为例,突显自身曾获荣誉之罕见。
Ὅτε τὸ πρῶτον ἐπεδήμησα τῇ πόλει τῇ ὑμετέρᾳ, ἀφ’ οὗ δέκα ἔτη σχεδόν, καὶ τῶν λόγων μετέδωκα τῷ δήμῳ καὶ τοῖς τέλεσι τοῖς ὑμετέροις, ἔδοξα ἐπιτήδειος εἶναι ὑμῖν οὕτω σφόδρα ὡς οὐδὲ Ἀρίων ὁ Μηθυμναῖος. Ἀρίονος μέν γε τύπον οὐκ ἐποιήσασθε. ὅταν δὲ ὑμᾶς λέγω, τοὺς προγόνους λέγω τοὺς ὑμετέρους καὶ Περίανδρον τὸν Κυψέλου τὸν σοφόν, ἐφ’ οὗ Ἀρίων ἐγένετο, καὶ διθύραμβον πρῶτος ἀνθρώπων ἐποίησε καὶ ὠνόμασε καὶ ἐδίδαξεν ἐν Κορίνθῳ.
当我首次客居贵邦,至今已有将近十年,并将言论分享给民众与贵邦的官吏时,我似乎深得你们的喜悦,以至于连梅绪姆纳的阿里翁也不曾受到这般青睐。至少你们并未为阿里翁树立塑像。而当我说到你们时,我指代的是你们的先祖,以及库普塞洛斯之子、贤者佩里安德;阿里翁正是生活在他的时代,并且是凡人中首位在科林斯创作、命名并排演酒神颂者。
θεοφιλὴς μὲν γὰρ οὕτως ἦν ὥστε ἀναπλέων ἐνταῦθα μετὰ χρημάτων μεγάλων, ὧν ἔτυχεν εἰργασμένος περὶ Τάραντα καὶ τοὺς ἐκεῖσε Ἕλληνας, μέλλων εἰς τὴν θάλατταν ὑπὸ τῶν πορθμέων ἐκπεσεῖν δι’ αὐτά που ταῦτα τὰ χρήματα, παρῃτήσατο αὐτοὺς πρὸ τῆς ἐκβολῆς ᾆσαι, ὥσπερ φασὶ τοὺς κύκνους μέλλοντας ἀποθνῄσκειν καὶ προορωμένους τὸν θάνατον ἐμβιβάζειν τὴν ψυχὴν οἷον εἰς ὄχημα τὸ μέλος.1
盖因他备受神明所钟爱,以至于当他带着在塔拉斯及其周边希腊人那里恰好赚得的巨资泛海归来此地,却正因这笔钱财即将被水手们抛入大海时,他央求水手允许他在被抛掷前唱歌,正如人们所说天鹅在临死之际预见到死亡,便将灵魂载入歌声之中,宛若登上一驾战车。
ὁ μὲν δὴ ᾖδε· καὶ γὰρ ἦν νηνεμία καὶ σιγὴ κατὰ θάλατταν· καὶ τὸ μέλος ᾔσθοντο δελφῖνες, αἰσθανόμενοι δὲ περὶ ναῦν ἦσαν. παυσαμένου δὲ τοῦ Ἀρίονος καὶ τῶν πορθμέων οὐδὲν μαλακὸν ἐνδιδόντων, ὁ μὲν ἔρριψεν ἑαυτὸν εἰς τὸν πόντον, δελφὶς δ’ ὑπελθὼν ἐξεκόμισε τὸν ᾠδὸν ἐπὶ Ταίναρον ὡς εἶχε σὺν τῇ σκευῇ. Ἀρίων μὲν οὖν τοῦτον τὸν τρόπον σωθεὶς καὶ φθάσας τοὺς πορθμέας ἐν Κορίνθῳ ἦν, αὐτὰ δὴ ταῦτα διηγούμενος τῷ Περιάνδρῳ.
于是他放声歌唱——因为海面上风平浪静——而海豚们感知到了歌声,循声汇聚在船只周围。在阿里翁唱罢、水手们未见丝毫手软之际,他纵身跃入深海;一只海豚潜游其下,将歌者连同演出服饰原样驮载至泰纳隆。于是阿里翁以此种方式得救,并赶在水手们之前抵达科林斯,将这些亲身遭遇向佩里安德细细道来。
ἐπικαταγομένων δὲ τῶν πορθμέων καὶ τοῦ πράγματος ἀχθέντος εἰς ἔλεγχον, οἱ μὲν ἀπέθνῃσκον, Ἀρίων δέ ʽοὐ γὰρ Περίανδρος, ἀλλ’ Ἀρίων’ ποιησάμενος μίμημα χαλκοῦν οὐ μέγα ἀνέθηκεν ἐπὶ Ταινάρου, αὑτὸν ἐπὶ τοῦ εὐεργέτου καθήμενον. ἐγένετο δὲ ὑπὸ τὸν αὐτὸν τοῦτον χρόνον καὶ Σόλων μὲν ἐν Κορίνθῳ, φεύγων τὴν Πεισιστράτου τυραννίδα, οὐ φεύγων δὲ τὴν Περιάνδρου.
随后水手们泊岸并经受盘诘查证,他们被处以死刑;而阿里翁(因为并非佩里安德,而是阿里翁本人)制作了一尊不大的青铜像献纳于泰纳隆,表现自己端坐于恩人背上的身姿。就在这同一时期,梭伦亦身在科林斯,他虽逃避庇西特拉图的僭主统治,却不曾逃避佩里安德的统治。
οὐ γὰρ ἦν ὅμοιον· ὁ μὲν καταλύσας τὴν δημοκρατίαν ἐτυράννευε τῶν Ἀθηναίων, Περίανδρος δὲ παρὰ τοῦ πατρὸς διαδεξάμενος τὴν βασιλείαν, ὃν οἱ μὲν Ἕλληνες τύραννον ἐκάλουν, οἱ δὲ θεοὶ βασιλέα. ἢ γὰρ οὐχ οὕτως ὁ χρησμὸς ἔχει; "ὄλβιος οὗτος ἀνὴρ ὃς ἐμὸν δόμον εἰσαφικάνει, Κύψελος Ἠετίδης, βασιλεὺς κλειτοῖο Κορίνθου, αὐτὸς καὶ παῖδες. "
因为两者并不相同:前者推翻了民主政体而对雅典人实行僭主统治,佩里安德则是从父亲手中承袭王权——希腊人称他为僭主,诸神却称他为国王。难道神谕不正是如此说的么? “迈入吾殿堂的此人诚然福祉无量,埃埃提翁之子库普塞洛斯,名扬四海之科林斯的国王,他本人与其子嗣。”
ὧν εἷς αὐτὸς ὁ Περίανδρος ὁ τῷ πατρὶ ἐκδεξάμενος.2 οὕτω δὴ Περίανδρος, ὑπὸ μὲν τοῦ θεοῦ βασιλεύς, ὑπὸ δὲ τῶν Ἑλλήνων ἀνηγορεύθη σοφός· οὗ μεῖζον ὄνομα οὐδεὶς πώποτε βασιλεὺς ἢ τύραννος ἐκτήσατο· ἀλλ’ οὐδ’ Ἀντίοχος ὁ θεὸς ἐπικληθεὶς οὐδὲ Μιθριδάτης ὁ Διόνυσος. ηὔξατο δ’ ἂν καὶ Πιττακὸς ὁ Μυτιληναῖος ἅμα ἄμφω κεκλῆσθαι καὶ τύραννος καὶ σοφός· νυνὶ δὲ περιεχόμενος τοῦ δευτέρου ὀνόματος ἀπεσκευάσατο τὴν τυραννίδα. Περίανδρος σοφὸς μὲν ἦν μετ’ ὀλίγων, τύραννος δὲ μετὰ πολλῶν· ἀμφότερα δὲ καὶ τύραννος καὶ σοφὸς μόνος. παρὰ τοῦτον ὁ Σόλων ἐλθὼν καὶ τυχὼν τῶν κοινῶν· κοινὰ γὰρ τὰ φίλων· ἀλλ’ ὅμως ἀνδριάντος οὐκ ἔτυχεν, οὐ δήπου καταφρονῶν ἀνδριάντος, ἀλλὰ καὶ τὸ ἐν Σαλαμῖνι χαλκοῦς ἑστάναι μέγα ποιούμενος· πόθεν γε δὴ οὐχὶ ἐν Κορίνθῳ,3 ἐν τῷ περιπάτῳ τῆς Ἑλλάδος; ἧκε δὲ καὶ Ἡρόδοτος ὁ λογοποιὸς ὡς ὑμᾶς λόγους φέρων Ἑλληνικοὺς ἄλλους τε καὶ Κορινθίους οὐδέπω ψευδεῖς, ἀνθ’ ὧν ἠξίου παρὰ τῆς πόλεως μισθὸν ἄρνυσθαι. διαμαρτὼν δὲ τούτου· οὐ γὰρ ἠξίουν οἱ ὑμέτεροι πρόγονοι δόξαν ἀγοράζειν· μετεσκεύασεν ἐκεῖνα ἃ πάντες ἐπιστάμεθα, τὰ περὶ τὴν Σαλαμῖνα καὶ τὸν Ἀδείμαντον.
其子嗣之一便是承袭父业的佩里安德本人。佩里安德正是如此被神明宣告为国王,被希腊人宣称为贤者;从来没有任何国王或僭主获得过比这更崇高的头衔,即便是加号“神”的安条克或加号“狄俄倪索斯”的米特拉达梯亦不能及。米提利内的庇塔库斯想必也会祈愿同时被称为僭主与贤者;然而他固守后一个头衔,从而卸下了僭主之职。佩里安德与极少数人同为贤者,与许多人同为僭主;但兼具僭主与贤者双重身份者,唯他一人而已。梭伦投奔于他并共享待客之礼——因朋友之物皆是共有——但依然未能获得雕像;这绝非因他蔑视雕像,既然他将以青铜之身挺立于萨拉米斯视作莫大荣耀,又怎能在身为全希腊漫步之所的科林斯不渴望如此呢?撰史者希罗多德亦曾来到你们这里,带来了尚无虚饰的其余希腊故事及科林斯故事,并指望以此换取城邦的赏酬。但由于未能得逞——因为你们的先祖不屑于收买声名——他便改写了我们人尽皆知的那些记述,即关于萨拉米斯与阿德曼托斯的事情。
- 37.2ἐμβιβάζειν τὴν ψυχὴν οἷον εἰς ὄχημα τὸ μέλος
在不定式宾格结构中,τὴν ψυχὴν 为 ἐμβιβάζειν 的直接宾语,τὸ μέλος 则同位或比喻性地充当承载物(即“将灵魂载入歌声之中,宛若登上一驾战车”)。中间插入的明喻比喻短语 οἷον εἰς ὄχημα 构成了交错语序(hyperbaton)。
- 37.6ὧν εἷς αὐτὸς ὁ Περίανδρος ὁ τῷ πατρὶ ἐκδεξάμενος
关系代词 ὧν 是部分属格,先行词为前文神谕中的 παῖδες。动词 ἐκδέχομαι 此处表示“继位/承袭”,其支配的与格补足语为 τῷ πατρὶ。
- 37.7πόθεν γε δὴ οὐχὶ ἐν Κορίνθῳ
用于引出反诘的惯用疑问句,意为“(梭伦)在科林斯又怎能不渴望(塑像)呢?”紧承前句梭伦看重在萨拉米斯立像之荣耀的事实,以举轻明重的方式强调其在科林斯必然更求之不得。
