← 金嘴狄翁

演说集

§37.35-37.41

斥责科林斯人的轻率与雕像的无常命运

演说者以自身良知和赛会裁判(罗马皇帝)的节制为凭,斥责科林斯人盲从诽谤者,并通过阿那克萨哥拉的名言、弥达斯的碑铭以及历史上名士雕像被改名或毁坏的先例,阐述世间荣誉与雕像的脆弱无常。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§37.35

παρρησίαν δὲ ἄγω διπλῆν, ἑνὸς μὲν ἕνεκα τοῦ συνειδότος, ἑτέρου δὲ τοῦ ἀγωνοθέτου. πεπιστευκότος μὲν γὰρ ἦν τιμωρίαν παρὰ τοῦ ἡμαρτηκότος λαβεῖν, ἀκούσαντος δὲ μηνῖσαι·1 ὅπερ ἐκεῖνος ἐποίησεν. ὑμεῖς δ’ ἐπακολουθήσαντες ἀνθρώποις2 — οὐδὲν δὲ αὐτοὺς ἐρῶ ὡς ἀμυνόμενος· πλὴν ὅτι δικαιότερον ἦν ἐκείνους ὑμῖν ἀκολουθεῖν ἢ ὑμᾶς ἐκείνοις.

我怀着双重的坦诚直言:一则是出于良知,另一则是出于赛会裁判。因为对犯过者施加惩罚,本是深信不疑之人的作为;而仅仅耳闻传闻者,至多不过动怒而已——而这正是那位裁判所做的。然而你们却盲从于宵小之辈——我绝不想为了报复而说他们什么,只是想说,本该是他们顺从你们,而不是你们顺从他们。

§37.36

ὑμεῖς γάρ ἐστε νῦν τὸ δὴ λεγόμενον πρῷρα καὶ πρύμνα τῆς Ἑλλάδος, ὄλβιοι μὲν καὶ ἀφνειοὶ καὶ τὰ τοιαῦτα τῶν ὀνομάτων ἐκ παλαιῶν χρόνων ὑπὸ τῶν ποιητῶν καὶ τῶν θεῶν ὀνομαζόμενοι, ὅτε καὶ τῶν ἄλλων τισὶν ὑπῆρχε καὶ πλουτεῖν καὶ δύνασθαι· νῦν δ’ ἀφ’ οὗ προλέλοιπεν ὁ πλοῦτος Ὀρχομενόν τε καὶ Δελφοὺς ἐλέῳ μὲν ὑμῶν δύνανται διαφέρειν, ζήλῳ δὲ οὐδὲ εἷς.

因为正如俗话所说,你们如今乃是全希腊的船首与船尾,自古以来便被诗人和神明冠以“福足”、“富足”等诸多美名,而那时其他城邦中亦有人能够享有财富与权势;但如今,自从财富弃奥尔霍墨诺斯与德尔斐而去之后,在受人怜悯方面或许有城邦胜过你们,但在受人艳羡方面却无一城能及。

§37.37

καὶ ταῦτα μὲν ὑπὲρ τῆς πόλεως, ἣν οὐ δεῖ παρὰ τοῖς Ἕλλησιν αἰσχύνην ὀφλεῖν, ὅταν τὸν ὑφ’ ὑμῶν ἐκπεπτωκότα πάντες ἄσμενοι καταδέχωνται οὐ μόνον, ἀλλὰ καὶ καλῶσι καὶ διαπρεσβεύωνται καὶ τιμαῖς ταῖς τε ἄλλαις γεραίρωσι καὶ δὴ καὶ τῇ τῶν εἰκόνων ἀναθέσει. ὑπὲρ δὲ ἐμαυτοῦ καὶ τῆς εἰκόνος νῦν ἐρῶ λόγον, ὃν εἶπεν Ἀναξαγόρας υἱὸν ἀποβεβληκώς, Ἤιδειν θνητὸν γεγεννηκώς.ʽ ἀλλ̓ οὖν ᾔδειν ὅτι τούτων τῶν ἀνδριάντων ἕκαστος ἀνατίθεται μὲν ὡς αἰώνιος ἐσόμενος, φθείρεται δὲ ἄλλος κατ’ ἄλλην εἱμαρμένην, κοινοτάτην μὲν καὶ δικαιοτάτην καὶ πᾶσι πράγμασι προκειμένην τὴν τοῦ χρόνου·

以上这些是为城邦所做的辩护;当全希腊人都不仅欣然接纳被你们驱逐之人,甚至延请、遣使,并以其他荣誉乃至树立肖像来尊崇他时,你们的城邦绝不应在希腊人面前蒙受耻辱。至于为了我自己和我的雕像,我现在要引用阿那克萨哥拉在痛失爱子时所说的话:“我早就知道自己生下的是必死之人。”同样,我也早就知道,这些雕像中的每一尊虽然在树立时都仿佛将永恒长存,却各自依照不同的宿命走向消亡;而其中最为普遍、最为公道且横亘在万物面前的,乃是时间的宿命。

§37.38

ὁ δὲ ποιητὴς ἄλλως ἐκόμπαζεν ὁ τοῦτο τὸ ἐπίγραμμα ποιήσας, ὅ φασιν ἐπὶ τῷ Μίδα σήματι γεγράφθαι· χαλκῆ παρθένος εἰμί. Μίδα δ’ ἐπὶ σήματι κεῖμαι, ἔστ’ ἂν ὕδωρ τε νάῃ καὶ δένδρεα μακρὰ τεθήλῃ, αὐτοῦ τῇδε μένουσα πολυκλαύτῳ ἐπὶ τύμβῳ ἀγγελέω παριοῦσι Μίδας ὅτι τῇδε τέθαπται.

而作出这首题铭的诗人不过是徒然夸口罢了——相传这题铭是刻在弥达斯的坟墓上的:“我乃青铜少女,卧于弥达斯之冢。只要流水尚在流淌,高树尚在抽荣,我便长留于此凄凉的坟茔之上,向过往行人宣告弥达斯葬身于此。”

§37.39

ἀλλ’ ὦ παρθένε αὐτάγγελε, τοῦ μὲν ποιητοῦ ἀκούομεν, σὲ δὲ ζητοῦντες οὐχ εὕρομεν οὐδὲ τὸ σῆμα τὸ Μίδου. ὕδατα δὲ ἐκεῖνα καὶ δένδρα ἔτι μὲν νάει τε καὶ θάλλει, χρόνῳ δὲ καὶ ταῦτα μετὰ τῶν ἄλλων ἔοικεν ἐπιλείψειν, ὡς Μίδας, ὡς παρθένος. ἀνδρὶ μὲν Ἱππαίμων ὄνομ’ ἦν, ἵππῳ δὲ Πόδαργος, καὶ κυνὶ Λήθαργος καὶ θεράποντι Βάβης. τίς οὖν οἶδεν Ἑλλήνων οὐχ ὅτι τὸν ἵππον, ἀλλ’ αὐτὸν τὸν Ἱππαίμονα;3 δοκῶ μὲν οὐδὲ Μαγνήτων, ὅθεν ἦν Ἱππαίμων. οὗτος μὲν οὖν φροῦδος ἐξ ἀνθρώπων αὐτῷ Βάβητι καὶ Ποδάργῳ.

然而,自报家门的少女啊,我们听到了诗人的诗句,但寻找你时却既未找到你,也未找到弥达斯的坟冢。那里的流水与树木如今固然仍在流淌繁茂,但随着时光流逝,它们似乎也将与其他事物一同消逝,正如弥达斯,正如那少女。“那汉子名叫希派蒙,良驹名叫珀达耳戈斯,猎犬名叫莱塔尔戈斯,仆役名叫巴贝斯。”那么希腊人中——且不说那匹马——究竟有谁知晓希派蒙本人?依我看,就连希派蒙故乡的马格涅西亚人也无人知晓。此人早已同巴贝斯及珀达耳戈斯一道从人间绝迹了。

§37.40

ἕτεροι δὲ ἑστᾶσι καὶ γιγνώσκονται, τὴν δὲ ἐπιγραφὴν ἔχουσιν ἑτέρων, καὶ τὸ γιγνόμενόν ἐστιν οἷον ἐν τοῖς μέλεσιν ἀντίσπαστον τρόπον τινὰ ἀντιδιδάσκουσιν οἱ ποιηταί· τρόπον μὲν Ἑλλήνων ἔχουσι, τύχας δὲ Ῥωμαίων. ἐθεασάμην καὶ τὸν Ἀλκιβιάδην τὸν καλὸν τὸν Κλεινίου, οὐκ οἶδ’ ὅπου, πλὴν ἐθεασάμην ἐν καλῷ τῆς Ἑλλάδος ἐπιγραφὴν ἔχοντα Χαλκοπώγωνος, ἕτερον δὲ περικεκομμένον τὼ χεῖρε,4 ὃς ἐλέγετο τῆς Πολυκλέους τέχνης εἶναι· ὅραμα δεινόν, ὦ Γῆ καὶ Ἥλιε, Ἀλκιβιάδης πεπηρωμένος.

另有一些雕像虽依然矗立且为人所识,却承受着旁人的题铭,这番景象恰似剧诗人在歌唱中以某种参差的抑扬对格交替展现一般:它们保留着希腊人的体态风貌,却承受着罗马人的命运。我曾见过克勒尼阿斯之子、俊美的阿尔基比亚德斯的雕像——我记不清具体在何处,只记得是在希腊的一处胜地——上面竟刻着“铜胡子”的题名;我还见过另一尊据称是波吕克勒斯工艺杰作的雕像,双手竟被齐齐砍断:天地太阳啊,多么骇人的惨景,一个残缺不全的阿尔基比亚德斯!

§37.41

οἶδα δ’ ἐγὼ καὶ Ἁρμόδιον καὶ Ἀριστογείτονα δουλεύσαντας ἐν Πέρσαις, καὶ Δημητρίου τοῦ Φαληρέως πεντακοσίους ἀνδριάντας καὶ χιλίους ὑπὸ Ἀθηναίων μιᾷ καὶ τῇ αὐτῇ ἡμέρᾳ πάντας καθῃρημένους. ἐτόλμησαν δὲ καὶ Φιλίππου τοῦ βασιλέως ἀμίδας κατασκεδάσαι. Ἀθηναῖοι μὲν οὖν τῆς εἰκόνος οὖρον κατέχεον, ἐκεῖνος δὲ τῆς πόλεως αἷμα καὶ τέφραν καὶ κονίαν. καὶ γὰρ ἦν νεμεσητὸν τὸν αὐτὸν ἄνδρα νῦν μὲν ἐν θεοῖς λέγειν, νῦν δ’ οὐδ’ ἐν ἀνθρώποις.

我还知道哈尔摩狄奥斯与阿里斯托革顿曾沦落波斯受人奴役,而法勒鲁姆的德米特里乌斯的一千五百尊雕像在同一天之内被雅典人尽数推倒。他们甚至胆敢将夜壶泼在腓力国王的雕像上。雅典人将尿液浇在国王的肖像上,而国王却将鲜血、骨灰与尘埃倾泻在他们的城邦上。因为这委实是招致神谴之举:将同一个人忽而奉若神明,忽而贬得连凡人都不如。

语法注4 条
  1. 37.35πεπιστευκότος μὲν γὰρ ἦν τιμωρίαν παρὰ τοῦ ἡμαρτηκότος λαβεῖν, ἀκούσαντος δὲ μηνῖσαι

    πεπιστευκότος 与 ἀκούσαντος 分别为完成时与不定过去时的主动分词阳性属格单数,在此与系动词 ἦν 连用,构成表特征的属格(genitive of characteristic),意为“属于……的特质/本分”。此处暗指赛会裁判(罗马皇帝),将“深信确证之人(必将施以严惩)”与“仅仅风闻传言之人(至多止于愤怒)”形成鲜明对比。

  2. 37.35ὑμεῖς δ’ ἐπακολουθήσαντες ἀνθρώποις

    此句属于破格结构(anacoluthon)或顿绝法(aposiopesis)。演说者在以主格分词引出主语(ὑμεῖς ... ἐπακολουθήσαντες,“而你们顺从了那些人……”)之后,随即被插入的辩白(οὐδὲν δὲ αὐτοὺς ἐρῶ...)打断,未给出与该主语呼应的主要谓语动词便直接转入下一段论述(ὑμεῖς γάρ ἐστε...),反映了演说者情绪的激荡。

  3. 37.39οὐχ ὅτι τὸν ἵππον, ἀλλ’ αὐτὸν τὸν Ἱππαίμονα

    οὐχ ὅτι ... ἀλλά 属于希腊语常见惯用句式,意为“不仅不……甚至……”或“且不说……就连……”。该结构本源自 οὐ λέγω ὅτι(“我且不说……”)的省略,在此用于强调不仅马匹无人知晓,就连希派蒙本人也早已被世人遗忘。

  4. 37.40περικεκομμένον τὼ χεῖρε

    τὼ χεῖρε 为双数宾格,在此作为修饰被动分词 περικεκομμένον(“被砍断的”)的关涉宾格(accusative of respect,即部分宾格/希腊式宾格),表示“双臂被截断的(雕像)”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:37.35-37.41