← 金嘴狄翁

演说集

§37.29-37.34

撤销荣誉之不当与对诽谤的反驳

演说者论证拆除既定奉献雕像之不当,主张推翻荣誉必须依据法庭确凿定罪而非流言蜚语,并以苏格拉底及众神亦曾遭诽谤为例,揭露针对自己的指控之荒谬。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§37.29

ἀλλὰ τὸ μὲν εὐθὺς ἐνστῆναι νόμιμον ἴσως καὶ πολιτικόν, τὸ δ’ ὕστερον ἐλθόντας τῆς ἀναθέσεως ἀναλύειν πειρᾶσθαι τὰ δεδογμένα, Ἄπολλον, βαρύ· καὶ οὐδεὶς ἂν ἠνέσχετο τῶν Ἀμφικτυόνων. καὶ γὰρ εἰ μὴ δέον ἐστάθησαν, τὸ σταθῆναι προλαβόντες δέον ἑστήκασιν, ἐξ οὗ προειλήφασιν.1 ὥσπερ γὰρ τῶν εἰς ἐνιαυτὸν αἱρουμένων κἂν ἀνάξιος ᾖ τις ἀρχῆς, τὸν γοῦν ἐνιαυτὸν ἐκεῖνον εἰς ὃν ᾑρέθη ἄρχων διατελεῖ, οὕτω δὲ καὶ τοῖς ἀνδριᾶσι κύριον εἶναι δεῖ τὸν χρόνον, ἐφ’ ὃν ἐστάθησαν· ἔστι δὲ οὗτος πᾶς ὁ λοιπὸς χρόνος.

然而,立即提出异议或许合乎法规且符合公民风范;但在奉献之后才赶来、企图推翻既定决议,阿波罗啊,这实在是令人难以忍受的事,近邻同盟议员中决无一人能够容忍。因为即使它们当初本不该立,但既然已经预先获得了被树立的既成地位,便自获得之时起正当地伫立着。正如在那些按年选出的公职人员中,哪怕有人不称其职,至少在他当选的那一年里也始终维持其长官身份;雕像亦是如此,其树立的期限必须具有约束力——而这期限便是往后的全部岁月。

§37.30

ἢ τί διοίσετε τῶν τοὺς πηλίνους πλαττόντων; τί δὲ καλὸν ἕξετε λέγειν πρὸς τοὺς ἀπαιτοῦντας ὑμᾶς τὸν λόγον τοῦ τὰς μὲν τιμὰς εἶναι παρ’ ὑμῖν θνητάς, τὰς δὲ ἀτιμίας ἀθανάτους; εἰ τοίνυν οὐδὲν αἰσχρὸν τοῦτό ἐστι, καίπερ ὂν δεινόν, οὐ κομιδῇ τετυφωμένης πολιτείας ἀνδριάντες ἐπέτειοι, ὥσπερ οἱ καρποί; οὓς γὰρ οὐχ ἵν’ εὐθὺς ἐκλείπωσιν, ἀλλ’ ὅπως πλεῖστον χρόνον παραμείνωσι, χαλκοῦς ἵστατε, τούτους ἀποφαίνετε καὶ τῶν κηρίνων μαλακωτέρους.

否则你们与那些捏造泥塑偶像的人又有何分别?当人们向你们追问为何在你们那里荣誉是短命的、而耻辱却是永恒的缘由时,你们又能提出什么体面的说辞?那么,即使这是一件可怕之事,如果这算不得可耻,难道如庄稼般一年一换的雕像,不是一个彻底昏聩荒唐的城邦的作为吗?对于那些你们为了让其能够最为长久地存续、而非立即消逝而铸以青铜树立的雕像,你们如今却证明它们比蜡人还要脆弱。

§37.31

ἢ νὴ Δἴ ὅτι ὀφθῆναι πονηροὺς ὕστερον συνέβη; εἰ μὲν ὕστερον γεγόνασιν, οὐκ ἀφίησι τὴν πόλιν τῆς αἰτίας· οὐ γὰρ τῶν μελλόντων, ἀλλὰ τῶν παρῳχηκότων ὑμεῖς δίδοτε τὰς τιμάς. εἰ δὲ πρότερον ὢν τοιοῦτος ὕστερον κατωπτεύθη, ποτέρως ἂν οἴεσθε μᾶλλον παρὰ τοῖς Ἕλλησιν εὐδοκιμῆσαι καὶ ποτέρως ἂν τοὺς εὖ βουλομένους ὑμᾶς ποιεῖν προκαλέσασθαι, τὴν κρίσιν ἀνάδικον ποιήσαντες2 ἢ τοῖς ἅπαξ δεδογμένοις ἐμμείναντες; ἐγὼ μὲν οὕτως ἡγοῦμαι. τὸ μὲν γὰρ ἠτυχηκότων, τὸ δὲ βεβαίων ἐστὶν ἀνθρώπων.

又或者,凭宙斯起誓,是因为后来竟发现他们是卑劣之徒吗?如果他们是后来变坏的,这并不能免除城邦的责任;因为你们授予荣誉不是为了将来的作为,而是为了过去的功绩。如果他原本就是这样的人而后来才被看破,你们以为在希腊人中赢得更高的声望、并激励那些愿为你们效劳之人,究竟是通过哪种方式:是撤销既定判决重新审理,还是恪守一次性作出的决议?依我之见,前者属于遭致挫败之人,而后者属于坚定不移之人。

§37.32

οὔπω λέγω τὸ μέγιστον, ὅτι οὐκ ἐκ διαβολῆς, ἀλλ’ ἐκ καταδίκης, μηδ᾽ ἐκ τῆς τυχούσης αἰτίας, ἀλλ’ ἐκ τῆς μεγίστης δεῖ τὴν τηλικαύτην, ἂν ἄρα δέῃ, τιμὴν ἀνατραπῆναι. διαβολῆς μὲν γὰρ ἕνεκα κἂν Σωκράτης εἴη τῶν νέων διαφθορεὺς καὶ πάντων τῶν ἐν ἀνθρώποις νομιζομένων ἀνατροπεύς, ἀπὸ τῶν θεῶν ἀρχόμενος. τίνας γὰρ οὗτοι οὐ διαβεβλήκασιν οἱ πάντα διαβάλλοντες; οὐ Σωκράτην; οὐ Πυθαγόραν; οὐ Πλάτωνα; οὐκ αὐτὸν τὸν Δία καὶ τὸν Ποσειδῶ καὶ τὸν Ἀπόλλω καὶ τοὺς ἄλλους θεούς;

我尚未提及最根本的一点:如此崇高的荣誉,若真该推翻,亦应当通过法庭定罪而非出于流言蜚语,应当出于最重大的罪由而非寻常的嫌疑。因为仅凭流言诽谤,就连苏格拉底也会成了败坏青年之徒,成了自神明始颠覆人间一切礼俗法度之人。这些无所不谤之徒,究竟有谁未曾被他们诽谤过?岂未诽谤苏格拉底?岂未诽谤毕达哥拉斯?岂未诽谤柏拉图?岂未诽谤宙斯本人、波塞冬、阿波罗以及其他诸神?

§37.33

ἅπτονται δὲ καὶ τῶν θηλειῶν θεῶν, ὧν εἰκὸς ἦν ἔτι μᾶλλον ἢ τῶν ἀρρένων ἐντρέπεσθαι. νῦν ἀκούετε γὰρ ἃ λέγουσι τὴν Δήμητρα καὶ τὴν Ἀφροδίτην καὶ τὴν Ἕω· ἀπέχονται δ’ οὐδὲ τῆς Ἀθηνᾶς οὐδὲ τῆς Ἀρτέμιδος· ἀλλὰ τὴν μὲν ἀπογυμνοῦσι τῷ Ἀκταίωνι, τὴν δὲ καὶ συνάγουσι τῷ Ἡφαίστῳ καὶ ποιοῦσι τὴν παρθένον μικροῦ μητέρα.3 ταῦτ’ οὖν ἐπιστάμενοι θαυμάζετε, εἰ καὶ κατὰ τούτου τις ψόγος διεδόθη, ὃν ἐκφυγεῖν μὲν οὐδενὶ τῶν πάντων ὑπῆρξε τῶν ἐν δόξῃ βεβιωκότων, τὴν δὲ ἀφορμὴν ἔλαβεν ἐκ τῆς περὶ τοὺς λόγους εἴτ’ ἐπαφροδισίαν αὐτὴν εἴθ’ ὅ, τι δήποτε χρὴ καλεῖν τοῦτο ὃ καὶ ὑμεῖς σὺν γυναιξὶ καὶ τέκνοις ἀπεδέξασθε;

他们甚至染指女性神明,而对她们本该比对男神怀有更多的敬畏。你们如今自能听到他们关于德墨忒尔、阿佛洛狄忒和厄俄斯说了些什么;他们甚至不放过雅典娜与阿耳忒弥斯:竟让后者在阿克泰翁面前赤身裸体,又让前者与赫淮斯托斯媾和,险些让这位处女神成了母亲。既知这些情由,若对此人亦有某种诋毁四处流传,你们还会感到惊奇吗?一切生前享有盛名之人皆未能逃脱这种诋毁,而它的把柄无非取自他在言辞上的那种魅力——抑或无论当如何称呼你们曾同妻子儿女一同接纳的这一事物。

§37.34

οὐ σκέψεσθε; οὐκ ἀναμνησθήσεσθε πρὸς ἑαυτούς, εἴ τι τοιοῦτον αὐτῷ παρ’ ὑμῖν πέπρακται; καίτοι πόλιν οἰκεῖτε τῶν οὐσῶν τε καὶ γεγενημένων ἐπαφροδιτοτάτην, ἀλλ̓ ὅμως οὐδὲν ἠκούσατε, θαρρῶν δ’ ἂν εἴποιμι ὅτι μηδὲ ἄλλος τις Ἑλλήνων. εἶτα τὸν ἐπὶ τῆς Ἑλλάδος ἐν πλείονι ἀδείᾳ καὶ συγγνώμῃ κοσμίως βεβιωκότα, τοῦτον ἐπὶ τῆς Ῥώμης παρ’ αὐτὸν τὸν ἄρχοντα καὶ τοὺς νόμους ἡγεῖσθε μεταβεβλῆσθαι; ἀλλὰ τοῦτό γε παραπλήσιόν ἐστιν, ὥσπερ ἂν εἴ τις τὸν ἀθλητὴν φαίη καθ’ αὑτὸν μὲν εὐτακτεῖν, ἐν δὲ τῷ σταδίῳ καὶ παρὰ τὸν ἀγωνοθέτην πλημμελεῖν.

你们难道不思量一番吗?难道不在自己心中回想一下,他是否曾在你们这里做过任何此类事情吗?须知你们居住的城邦是现存以及过去所有城邦中最具风情魅力的,然而你们却未曾耳闻分毫,我甚至敢断言全希腊亦无任何其他人有所耳闻。然而,在希腊这样一个享有更大自由与宽纵的环境中尚且生活得规矩端正之人,你们竟认为他在罗马、在统治者本人及诸项法令眼皮底下却性情大变了吗?这简直就如同有人说一名运动员独处时循规蹈矩,却在赛场上、在裁判面前犯规一样。

语法注3 条
  1. 37.29τὸ σταθῆναι προλαβόντες δέον ἑστήκασιν, ἐξ οὗ προειλήφασιν

    προλαβόντες 与后文的完成时直陈式 προειλήφασιν 呼应,意为“预先取得既成权利”;其宾语为带冠词不定式 τὸ σταθῆναι(“被树立”)。δέον 是无人称动词 δεῖ 的中性分词,与前句的 εἰ μὴ δέον(“即使本不应当”)形成对照,在此充当谓语性/副词性成分,意为“正当地、合礼地”。整句构成一个法律逻辑:“既然已经预先获得了被立之既成地位,便自获得之时起正当地伫立着”。

  2. 37.31τὴν κρίσιν ἀνάδικον ποιήσαντες

    形容词 ἀνάδικος 是古希腊司法(尤其雅典法制)中的专业术语,指判决被撤销并进入重审程序。因此 τὴν κρίσιν ἀνάδικον ποιεῖν 为固定法权习语,意为“推翻判决以复审/重开审理”,与下文的 τοῖς ἅπαξ δεδογμένοις ἐμμείναντες(“恪守既定决议”)在司法层面上形成严格对举。

  3. 37.33ποιοῦσι τὴν παρθένον μικροῦ μητέρα

    μικροῦ 为省略属格副词用法(源自 μικροῦ δεῖν),表示“差一点、几乎”。动词 ποιοῦσι 接双宾格结构:τὴν παρθένον 为直接宾语,μητέρα 为宾语补足语。此句指涉赫淮斯托斯追求雅典娜并导致厄里克托尼俄斯诞生的神话,意为“险些将这位处女塑造成了母亲”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:37.29-37.34