- 底本
- Dio Chrysostom. Dionis Prusaensis quem vocant Chrysostomum quae extant omnia. Vols. I and II. Arnim, Hans Friedrich August von, editor. Berlin: Weidmann, 1893-96.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:37.22-37.28
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
讲者设立了一场虚拟的法庭审理以为其雕像辩护,援引叙拉古表彰讲希腊语的卢卡尼亚人之先例,论证一位完全希腊化的罗马人理应立像,并指出撤除既已奉献之雕像是对神圣法则的亵渎。
εἰ δὲ γένοιτο καὶ παρ’ ὑμῖν ψήφισμά τι τοιοῦτον, ἀνδριάντων εὐθύνας εἶναι1 — μᾶλλον δ’ εἰ θέλετε καθάπερ ἐψηφισμένον γε τοῦτο καὶ ἀγῶνος ἐνεστηκότος, δότε μοι, δότε τοὺς λόγους ὑπὲρ αὐτοῦ πρὸς ὑμᾶς οἷον ἐν δικαστηρίῳ ποιήσασθαι. ἄνδρες δικασταί, ἅπαντά φασι δεῖν προσδοκᾶν ἐν τῷ μακρῷ χρόνῳ· οὗτος δ’ ἐν τῷ βραχεῖ κινδυνεύει τεθῆναι μὲν ὡς ἄριστος Ἑλλήνων, ἐκπεσεῖν δ’ ὡς πονηρότατος.
倘若在你们当中也通过了某种此类决议,要对雕像进行资格审查——或者更好的是,若你们愿意,就当这决议已经通过、审理业已展开,请允许我,允许我如同在法庭上一样在你们面前为他辩护。陪审官先生们,人们常说在漫长的岁月里应当对一切变故有所防备;然而此人却在短暂的时间内,面临着被当作希腊人中最优秀者树立、却又被当作最卑劣者弃逐的险境。
ὅτι μὲν οὖν καλῶς καὶ δικαίως καὶ συμφερόντως τῇ πόλει τῇ ὑμετέρᾳ καὶ πᾶσι τοῖς Ἕλλησιν ἐστάθη, πολλὰ ἔχων εἰπεῖν ἓν ὑμῖν βούλομαι διηγήσασθαι γενόμενον ἐν ταῖς αὐταῖς Συρακούσαις. καὶ γὰρ οἰκεῖον τὸ παράδειγμα· καὶ δίκαιον ἴσως ἐστίν, ὥσπερ ἐκεῖνοι τιμῶσι τὴν μητρόπολιν, οὕτω καὶ ὑμᾶς τὰ τῆς ἀποικίας τῆς ὑμετέρας ἔργα, ἃ ἂν καλῶς ἔχῃ, μιμεῖσθαι.
至于说为你们的城邦以及全体希腊人树立此像是美好、正义且有益的,我虽有千言万语,却只想向你们讲述一件发生在那同一个叙拉古的往事。因为这个范例与你们息息相关;正如他们尊崇母邦一样,你们仿效自己殖民邦那些良善的作为,或许也是正当的。
ἐκεῖνοι τοίνυν κατὰ τοὺς ἀρχαίους ἐκείνους χρόνους Λευκανόν τινα ἄνθρωπον, ὅτι πρεσβείαν τινὰ εἰς τὸν δῆμον ἀπήγγειλε δωριστί, ἡσθέντες αὐτοῦ τῇ φωνῇ τά τε ἄλλα ὑπὲρ ὧν ἧκεν οὐκ ἄπρακτον ἀπεπέμψαντο καὶ ταλάντῳ ἐδωρήσαντο καὶ τὴν εἰκόνα τοῦ σώματος ἐστήσαντο παρὰ τῶν ἀστυγειτόνων τόνων καὶ τῶν ἐκείνῃ Δωριέων, τῶν τε ἄλλων καὶ τῶν τὴν Ἰταλίαν κατοικούντων, ὡς εὖ τὸν ἄνδρα καὶ φιλοκάλως ἀμειψάμενοι ὑπὲρ τοῦ γένους τοῦ Δωρικοῦ, οὗ τὴν φωνὴν ἐπησκήκει ἄχρι τοῦ καὶ λέγειν δυνατὸς εἶναι.
且说那些叙拉古人在那遥远的古代,见某个卢卡尼亚人用多利斯方言向民众大会陈述出使之辞,为他的语言所悦服,不仅未使他空手而归、圆满办妥他为之而来的各项事务,而且还赠予他一塔兰同,并在邻近城邦及当地多利斯人——无论是其他地区的还是居住在意大利的——面前为他树立了全身像,以此作为代表整个多利斯族类对该男子给予的优渥而慷慨的报偿,因为他曾刻苦修习该族的语言,直至能流畅言说。
εἰ δέ τις οὐ Λευκανὸς ὤν, ἀλλὰ Ῥωμαῖος, οὐδὲ τοῦ πλήθους, ἀλλὰ τῶν ἱπποτρόφων, οὐδὲ τὴν φωνὴν μόνον ἀλλὰ καὶ τὴν γνώμην καὶ τὴν δίαιταν καὶ τὸ σχῆμα τῶν Ἑλλήνων ἐζηλωκώς, καὶ ταῦθ’ οὕτως ἐγκρατῶς καὶ περιφανῶς, ὡς οὔτε τῶν πρὸ αὑτοῦ Ῥωμαίων οὔτε τῶν καθ’ αὑτὸν Ἑλλήνων ʽεἰρήσεται γάρ’ οὐδὲ εἷς· τῶν μὲν γὰρ Ἑλλήνων τοὺς ἀρίστους ἔστιν ἰδεῖν ἐκεῖσε πρὸς τὰ τῶν Ῥωμαίων πράγματα ἀποκλίνοντας, τὸν δὲ πρὸς τὰ τῶν Ἑλλήνων καὶ τούτων ἕνεκα καὶ τὴν οὐσίαν καὶ τὸ πολιτικὸν ἀξίωμα καὶ πάνθ’ ἁπλῶς προϊέμενον, ἵν’ αὐτῷ περιῇ ἓν ἀντὶ πάντων Ἕλληνι δοκεῖν τε καὶ εἶναι — εἶτα τοῦτον οὐκ ἐχρῆν παρ’ ὑμῖν ἑστάναι χαλκοῦν;2
既然如此,若有某人并非卢卡尼亚人,而是罗马人;亦非出身平民,而是属于骑士阶层;不仅在语言上,而且在思想、生活方式乃至装束上皆倾心效法希腊人,且其执着与显赫之程度,无论是他之前的罗马人还是与他同时代的希腊人,可以说皆无一人能及——因为人们可以看到希腊人中最优秀的分子正倒向罗马人的事务,而他却倾心于希腊人的事务,并为此舍弃了家产、城邦显位以及一切的一切,唯求在抛弃所有之后能保全一事,即看起来是希腊人并且真正成为希腊人——那么难道这样一个人不应当以青铜之躯伫立在你们当中吗?
καὶ κατὰ πόλιν γε· παρ’ ὑμῖν μέν, ὅτι Ῥωμαῖος ὢν ἀφηλληνίσθη, ὥσπερ ἡ πατρὶς ἡ ὑμετέρα, παρὰ Ἀθηναίοις δέ, ὅτι ἀττικίζει τῇ φωνῇ, παρὰ Λακεδαιμονίοις δέ, ὅτι φιλογυμναστεῖ, παρὰ πᾶσι δέ, ὅτι φιλοσοφεῖ καὶ πολλοὺς μὲν ἤδη τῶν Ἑλλήνων ἐπῆρε συμφιλοσοφῆσαι αὐτῷ, οὐκ ὀλίγους δὲ καὶ τῶν βαρβάρων ἐπεσπάσατο.
而且是在各个城邦:在你们这里,是因为他虽为罗马人却被完全希腊化,正如你们的城邦一样;在雅典人那里,是因为他言谈操雅典方言;在拉刻代蒙人那里,是因为他热爱体育;在所有人那里,则是因为他研习哲学,早已激励了许多希腊人与他一同研习哲学,并吸引了为数不少的异族人。
ἐπ’ αὐτὸ γὰρ τοῦτο καὶ ἐδόκει ὑπὸ τῶν θεῶν οἷον ἐξεπίτηδες κατεσκευάσθαι, Ἕλλησι μέν, ἵνα ἔχωσιν οἱ ἐπιχώριοι τῆς Ἑλλάδος παράδειγμα ὡς οὐδὲν τὸ παιδευθῆναι τοῦ φῦναι πρὸς τὸ δοκεῖν διαφέρει·3 Ῥωμαίοις δέ, ἵνα μηδ’ οἱ τὸ ἴδιον ἀξίωμα περιβεβλημένοι τὸ παιδεύεσθαι πρὸς τὸ ἀξίωμα παρορῶσι· Κελτοῖς δέ, ἵνα μηδὲ τῶν βαρβάρων μηδεὶς ἀπογιγνώσκῃ τῆς Ἑλληνικῆς παιδείας, βλέπων εἰς τοῦτον. ἐστάθη μὲν οὖν διὰ τοιαύτας τινὰς προφάσεις (ἵνα μὴ πλείους λέγων δοκῶ προάγειν ἐμαυτὸν εἰς ἀπέχθειαν), ἔστι δ’ οὐχ ὅμοιον ὑπὲρ ἀναστάσεως εἰκόνος βουλεύεσθαι καὶ καθαιρέσεως. διὰ τί; ὅτι ἕκαστος τούτων τῶν παρ’ ὑμῖν ἀνακειμένων, εἴτε βελτίων εἴτε χείρων ἐστίν, ἤδη τὰ τῆς ὁσίας περίκειται,4 καὶ χρὴ τὴν πόλιν αὐτοῦ προεστάναι ὡς ἀναθήματος. πολλὰ ἄν τις ἔχοι εἰπεῖν ὑπὲρ τοῦ μὴ δεῖν Γοργίαν τὸν σοφιστὴν ἐν Δελφοῖς ἑστάναι, καὶ ταῦτα μετέωρον καὶ χρυσοῦν. Γοργίαν λέγω; ὅπου γε καὶ Φρύνην τὴν Θεσπιακὴν ἔστιν ἰδεῖν, ἐπὶ κίονος κἀκείνην ὡς Γοργίαν.
因为他似乎正是为了这一目的而被诸神刻意造就的:对于希腊人而言,是为了让希腊本土之人拥有一个榜样,明晓在博取声望方面,后天教养与天资血统全无二致;对于罗马人而言,是为了让即便身居本土显爵之人,亦不至于因爵位而轻视教养;对于凯尔特人而言,则是为了让异族中无一人在注视他之后,会对希腊的教养感到绝望。正是出于此类缘由,他才被树立起来(免得我说得太多,显得自招怨恨);然而,审议树立一座雕像,与审议拆除它绝非一回事。何以见得?因为立于你们当中的每一件奉纳物,无论优劣,皆已蒙受了神圣法权的庇佑,城邦必须作为奉献物对其予以守护。关于智者高尔吉亚不应当立在德尔斐、更不该高耸入云且通体鎏金一事,人们大可说出许多道理。何止高尔吉亚?人们甚至还能看到忒斯庇埃的芙丽涅,她也如高尔吉亚一般立于圆柱之上!
- 37.22ἀνδριάντων εὐθύνας εἶναι
名词 εὐθύνας 严格指代雅典等民主城邦中对离任官员施行的账目审计与政绩审查制度,此处被隐喻性地借用于无生命的雕像(ἀνδριάντων)。不定式 εἶναι 在句法上充当同位语,具体规定了前述 ψήφισμά τι τοιοῦτον 的实质内容。
- 37.25εἰ δέ τις οὐ Λευκανὸς ὤν, ἀλλὰ Ῥωμαῖος... εἶτα τοῦτον οὐκ ἐχρῆν παρ’ ὑμῖν ἑστάναι χαλκοῦν;
由长大的条件从句(protasis: εἰ δέ τις...)与结论句(apodosis: εἶτα τοῦτον οὐκ ἐχρῆν...)构成的周期性长句。不定代词主语 τις 之后,插入了一系列对比性分词短语(οὐ Λευκανὸς ὤν... ἐζηλωκώς...)、比较分句(ὡς οὔτε...)以及对比希腊人与罗马人现状的冗长插入成分(τῶν μὲν γὰρ...),最终在结尾处由反诘疑问句收束主干。
- 37.27ὡς οὐδὲν τὸ παιδευθῆναι τοῦ φῦναι πρὸς τὸ δοκεῖν διαφέρει
动词 διαφέρει 接比较属格 τοῦ φῦναι,意为“受到教养(τὸ παιδευθῆναι)与天资出身(τοῦ φῦναι)全无差别(οὐδέν)”。介词短语 πρὸς τὸ δοκεῖν 表示范围或视点,即“在博取声誉/被世人认可方面”。
- 37.28ἤδη τὰ τῆς ὁσίας περίκειται
动词 περίκειται 带有中间/被动态表状态的含义(“身披”、“蒙受”),并支配宾格短语 τὰ τῆς ὁσίας(“神圣法/宗教不可侵犯性的属性”)。这是作者的核心论据,表明雕像一旦作为奉献物立起,便具有超越凡俗行政审判的宗教神圣性。
