← 金嘴狄翁

演说集

§36.56-36.61

宇宙的神圣婚姻与重生及演说结语

宇宙理性在与赫拉结合后播撒全宇宙的种子,由此塑造出远比先前更为繁茂年轻的新宇宙,令作为其父的造物主满心欢喜。演说者指出凡人无法完全言说这等壮美,并以顺应博里斯提尼人的要求为由,结束了这段高迈的创世论述。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§36.56

ἀστράψας δὲ ὅλος οὐκ ἄτακτον οὐδὲ ῥυπαρὰν ἀστραπήν,1 οἵαν χειμέριος ἐλαυνομένων βιαιότερον πολλάκις τῶν νεφῶν διῇξεν,2 ἀλλὰ καθαρὰν καὶ ἀμιγῆ παντὸς σκοτεινοῦ, μετέβαλε ῥᾳδίως ἅμα τῇ νοήσει. μνησθεὶς δὲ Ἀφροδίτης καὶ γενέσεως ἐπράϋνε καὶ ἀνῆκεν αὑτόν, καὶ πολὺ τοῦ φωτὸς ἀποσβέσας εἰς ἀέρα πυρώδη τρέπεται πυρὸς ἠπίου. μιχθεὶς δὲ τότε Ἥρᾳ καὶ μεταλαβὼν τοῦ τελειοτάτου λέχους, ἀναπαυσάμενος ἀφίησι τὴν πᾶσαν αὖ τοῦ παντὸς γονήν. τοῦτον ὑμνοῦσι παῖδες σοφῶν ἐν ἀρρήτοις τελεταῖς Ἥρας καὶ Διὸς εὐδαίμονα γάμον.

它全身闪耀出闪电,这既非紊乱亦非污浊之电——不像在冬日暴风中云层遭受猛烈驱策时屡屡激射而出的闪电——而是纯净且不杂任何幽暗的光芒,伴随着思维轻易完成了转变。念及阿佛洛狄忒与创生,它放柔并舒缓了自身,在熄灭大半光芒之后,化为温和火焰的热性空气。随后它与赫拉相合,共享最完满的床榻,在休憩之后,再次释放出全宇宙的全部种子。智者的后裔们在秘密祭仪中,将此赞颂为赫拉与宙斯的幸福婚礼。

§36.57

ὑγρὰν δὲ ποιήσας τὴν ὅλην οὐσίαν, ἓν σπέρμα τοῦ παντός, αὐτὸς ἐν τούτῳ διαθέων, καθάπερ ἐν γονῇ πνεῦμα τὸ πλάττον καὶ δημιουργοῦν, τότε δὴ μάλιστα προσεοικὼς τῇ τῶν ἄλλων συστάσει ζῴων, καθ’ ὅσον ἐκ ψυχῆς καὶ σώματος συνεστάναι λέγοιτ’ ἂν οὐκ ἄπο τρόπου, τὰ λοιπὰ ἤδη ῥᾳδίως πλάττει καὶ τυποῖ, λείαν καὶ μαλακὴν αὑτῷ περιχέας τὴν οὐσίαν καὶ πᾶσαν εἴκουσαν εὐπετῶς.

它将全部实体化为流体,即全宇宙的唯一种子,自身在其间周流奔行——正如精液中从事塑造与创生的气息——此时它最与其余动物的构成相仿,在某种程度上完全可以毫不违和地说成由灵魂与身体所构成,如今它轻易地塑造并赋予其余事物以形态,将平滑、柔软且处处顺从的实体倾注于自身周遭。

§36.58

ἐργασάμενος δὲ καὶ τελεώσας ἀπέδειξεν ἐξ ἀρχῆς τὸν ὄντα κόσμον εὐειδῆ καὶ καλὸν ἀμηχάνως, πολὺ δὴ λαμπρότερον ἢ οἷος ὁρᾶται νῦν. πάντα γάρ που καὶ τἄλλα ἔργα τῶν δημιουργῶν καινὰ ἀπὸ τῆς τέχνης καὶ τῶν χειρῶν παραχρῆμα τοῦ ποιήσαντος κρείττω καὶ στιλπνότερα. καὶ τῶν φυτῶν τὰ νεώτερα εὐθαλέστερα τῶν παλαιῶν ὅλα τε βλαστοῖς ἐοικότα. καὶ μὴν τά γε ζῷα εὐχάριτα καὶ προσηνῆ ἰδεῖν μετὰ τὴν γένεσιν, οὐ μόνον τὰ κάλλιστα αὐτῶν, πῶλοί τε καὶ μόσχοι καὶ σκύλακες, ἀλλὰ καὶ θηρίων σκύμνοι τῶν ἀγριωτάτων.

在劳作并成全之后,它从始便展现出如今这不可言喻地优雅且美丽的宇宙,远比现今所见更为璀璨。因为工匠的其余一切作品,在刚脱胎于技艺与造作者之手时,无疑都更为优良且富有光泽。而在植物之中,幼嫩者亦比陈旧者更为繁茂,浑身宛如新芽。更有甚者,动物在降生之后看起来皆可爱而柔驯,不仅是其中最美丽的小马、牛犊与幼犬,就连最凶猛野兽的幼崽亦是如此。

§36.59

ἡ μὲν γὰρ ἀνθρώπου φύσις νηπία τότε καὶ ὑδαρὴς ὁμοία Δήμητρος ἀτελεῖ χλόῃ, προελθοῦσα δὲ εἰς τὸ μέτρον ὥρας καὶ νεότητος παντὸς ἀτεχνῶς φυτοῦ κρεῖττον καὶ ἐπιφανέστερον βλάστημα. ὁ δὲ ξύμπας οὐρανός τε καὶ κόσμος, ὅτε πρῶτον συνετελέσθη, κοσμηθεὶς ὑπὸ τῆς σοφωτάτης τε καὶ ἀρίστης τέχνης, ἄρτι τῶν τοῦ δημιουργοῦ χειρῶν ἀπηλλαγμένος, λαμπρὸς καὶ διαυγὴς καὶ πᾶσι τοῖς μέρεσι παμφαίνων, νήπιος μὲν οὐδένα χρόνον ἐγένετο οὐδὲ ἀσθενὴς κατὰ τὴν ἀνθρωπίνην τε καὶ θνητὴν τῆς φύσεως ἀσθένειαν, νέος δὲ καὶ ἀκμάζων εὐθὺς ἀπὸ τῆς ἀρχῆς.

盖因人之本性在〔初生〕之时尚属稚嫩湿润,宛如得墨忒耳未熟的青禾;然而一旦迈向成熟与青春的适度年华,便全然成为胜过一切植物且更为卓著的萌孽。然而,整个苍穹与宇宙在最初告成之时,蒙最明智且至善的技艺所严整布置,方脱离造物主之双手,明澈通透,周身灿烂,未曾有过哪怕一时一刻属于人类及凡俗本性之羸弱的稚嫩与软弱,而是自始便年轻且正当鼎盛。

§36.60

ὅτε δὴ καὶ ὁ δημιουργὸς αὐτοῦ καὶ πατὴρ ἰδὼν ἥσθη μὲν οὐδαμῶς· ταπεινὸν γὰρ ἐν ταπεινοῖς τοῦτο πάθος· ἐχάρη δὲ καὶ ἐτέρφθη3 διαφερόντως ἥμενος Οὐλύμπῳ, ἐγέλασσε δέ οἱ φίλον ἦτορ γηθοσύνῃ, ὅθ’ ὁρᾶτο θεοὺς τοὺς ἅπαντας ἤδη γεγονότας καὶ παρόντας. τὴν δὲ τότε μορφὴν τοῦ κόσμου, λέγω δὲ τὴν τε ὥραν καὶ τὸ κάλλος ἀεὶ καλοῦ ὄντος ἀμηχάνως, οὐδεὶς δύναιτ’ ἂν ἀνθρώπων διανοηθῆναι καὶ εἰπεῖν ἀξίως οὔτε τῶν νῦν οὔτε τῶν πρότερον, εἰ μὴ Μοῦσαί τε καὶ Ἀπόλλων ἐν θείῳ ῥυθμῷ τῆς εἰλικρινοῦς τε καὶ ἄκρας ἁρμονίας.4

届时,其造作者与父亲得见此景,决未感到快感——盖因这是卑劣者身上的卑劣情欲——而是高居奥林匹斯山上,感受到了超凡的欢欣与愉悦;当他看到诸神皆已诞生并在场时,亲切的心灵在喜悦中微笑。然而当时宇宙的形貌——我指的是那不可思议地永远美丽之物的繁茂与壮美——无论是如今之人还是昔日之人,绝无凡人能够相称地构想并言说,除非缪斯诸女神与阿波罗以纯粹且至高和谐的神圣韵律来宣示。

§36.61

ὅθεν δὴ καὶ ἡμεῖς ἐάσωμεν τὰ νῦν, ὅσον ἡμῖν δυνατὸν ἐπᾶραι τὸν λόγον οὐκ ὀκνήσαντες. εἰ δὲ ἀτεχνῶς ὑψηλόν τε καὶ ἐξίτηλον ἀπέβη τὸ τοῦ λόγου σχῆμα, ὥσπερ οἱ δεινοὶ περὶ τοὺς ὄρνιθάς φασι τὸν σφόδρα ἄνω χωρήσαντα καὶ τοῖς νέφεσιν ἐγκρύψαντα αὑτὸν ἀτελῆ τὴν μαντείαν ποιεῖν,5 οὐκ ἐμὲ ἄξιον αἰτιᾶσθαι, τὴν δὲ Βορυσθενιτῶν ἀξίωσιν, ὡς τότε ἐκεῖνοι λέγειν προσέταξαν.

因此,既然我们毫不迟疑地竭尽所能拔高了论述,如今便到此为止罢。倘若这篇言论的态势竟然变得过于崇高而渺不可及——正如精通鸟卜者所言,飞得过高并隐入云霄的飞鸟会使占卜无果——那么理当受责备的并不是我,而应是博里斯提尼人的要求,因为正是他们在当时命我如此宣讲的。

语法注5 条
  1. 36.56ἀστράψας δὲ ὅλος οὐκ ἄτακτον οὐδὲ ῥυπαρὰν ἀστραπήν

    短语 οὐκ ἄτακτον οὐδὲ ῥυπαρὰν ἀστραπήν 作为分词 ἀστράψας 的同族宾格(cognate accusative)。分词的主语是前文所述的火或理性(νοῦς),形容词 ὅλος 以主格作表语性修饰(“全副地 / 全身”)。

  2. 36.56οἵαν χειμέριος ἐλαυνομένων βιαιότερον πολλάκις τῶν νεφῶν διῇξεν

    关系代词 οἵαν 以先行词 ἀστραπήν 为准,充当动词 διῇξεν 的内在宾格。形容词 χειμέριος(冬日的 / 暴风雨的)在此作副词性理解(“在冬日暴风中”),或作主语/现象的表语性修饰。ἐλαυνομένων... τῶν νεφῶν 为属格独立结构,表伴随状况或时间。

  3. 36.60ἥσθη μὲν οὐδαμῶς· ταπεινὸν γὰρ ἐν ταπεινοῖς τοῦτο πάθος· ἐχάρη δὲ καὶ ἐτέρφθη

    此处刻意将表示感官性、低劣快感的 ἥδεσθαι(ἥσθη)与表示崇高、神圣欢欣的 χαίρειν(ἐχάρη)及 τέρπεσθαι(ἐτέρφθη)相对立。插入句 ταπεινὸν γὰρ ἐν ταπεινοῖς τοῦτο πάθος 解释了否定 ἥσθη 的理由。

  4. 36.60εἰ μὴ Μοῦσαί τε καὶ Ἀπόλλων ἐν θείῳ ῥυθμῷ τῆς εἰλικρινοῦς τε καὶ ἄκρας ἁρμονίας

    条件连词 εἰ μή(“除非”)之后省略了谓语动词。承接前文的 οὐδεὶς δύναιτ’ ἂν ἀνθρώπων διανοηθῆναι καὶ εἰπεῖν ἀξίως,此处需为并列主语 Μοῦσαί τε καὶ Ἀπόλλων 补出相应的潜能希求法动词(如 διανοηθεῖεν καὶ εἴποιεν 或 ὑμνήσειαν)。

  5. 36.61τὸν σφόδρα ἄνω χωρήσαντα καὶ τοῖς νέφεσιν ἐγκρύψαντα αὑτὸν ἀτελῆ τὴν μαντείαν ποιεῖν

    间接引语中的不定式结构。不定式 ποιεῖν 的主语宾格是实体化分词短语 τὸν... χωρήσαντα καὶ... ἐγκρύψαντα(“高飞并隐藏自身者”),由前文 οἱ δεινοὶ περὶ τοὺς ὄρνιθας(精通鸟卜者)可知其指代充当预兆的“飞鸟(ὄρνιν)”。ἀτελῆ 为表语性宾格,修饰宾语 τὴν μαντείαν(神谕 / 占卜)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:36.56-36.61