← 金嘴狄翁

演说集

§36.7-36.11

邂逅卡利斯特拉托斯与当地的荷马崇拜

作者偶遇博里斯提尼斯青年卡利斯特拉托斯,提及当地的服饰及对荷马的极端推崇,并借机向他引介诗人福库利德斯。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§36.7

ὅπερ οὖν ἔφην, ἔτυχον περιπατῶν πρὸ τῆς πόλεως, καί τινες ἐξῄεσαν ἔνδοθεν τῶν Βορυσθενιτῶν πρὸς ἐμέ, ὥσπερ εἰώθεσαν· ἔπειτα Καλλίστρατος ἐφ’ ἵππου τὸ μὲν πρῶτον παρίππευσεν ἡμᾶς ἔξωθεν προσελαύνων, παρελθὼν δὲ ὀλίγον κατέβη, καὶ τὸν ἵππον τῷ ἀκολούθῳ παραδοὺς αὐτὸς πάνυ κοσμίως προσῆλθεν ὑπὸ τὸ ἱμάτιον τὴν χεῖρα ὑποστείλας.1 παρέζωστο δὲ μάχαιραν μεγάλην τῶν ἱππικῶν καὶ ἀναξυρίδας εἶχε καὶ τὴν ἄλλην στολὴν Σκυθικήν, ἄνωθεν δὲ τῶν ὤμων ἱμάτιον μικρὸν μέλαν, λεπτόν, ὥσπερ εἰώθασιν οἱ Βορυσθενῖται. χρῶνται δὲ καὶ τῇ ἄλλῃ ἐσθῆτι μελαίνῃ ὡς τὸ πολὺ ἀπὸ γένους τινὸς Σκυθῶν τῶν Μελαγχλαίνων, ὡς ἐμοὶ δοκοῦσι, κατὰ τοῦτο ὀνομασθέντων ὑπὸ τῶν Ἑλλήνων.

正如我所说,我当时正碰巧在城外散策,有几位博里斯提尼斯人依照惯例从城里出来朝我走来。随后,卡利斯特拉托斯骑着马,起初从外侧驰来并策马从我们身旁经过,但略微前行后便下马,将马匹交给随从,自己则极其端庄地将手收在长袍之内走了过来。他腰佩一把骑兵常用的大刀,身穿裤子,其余装束全如斯基泰人一般,但在两肩之上披着一件又短又黑的单薄短袍,正像博里斯提尼斯人惯常所穿的那样。他们其余的衣着也多半使用黑色,依我看,这是源自斯基泰人的一个名为黑斗篷人的部族,希腊人正是根据这一特征给他们命名的。

§36.8

ἦν δὲ ὡς ὀκτωκαίδεκα ἐτῶν ὁ Καλλίστρατος, πάνυ καλὸς καὶ μέγας, πολὺ ἔχων Ἰωνικὸν τοῦ εἴδους.2 ἐλέγετο δὲ καὶ τὰ πρὸς τὸν πόλεμον ἀνδρεῖος εἶναι, καὶ πολλοὺς Σαυροματῶν τοὺς μὲν ἀνῃρηκέναι, τοὺς δὲ αἰχμαλώτους εἰληφέναι. ἐσπουδάκει δὲ καὶ περὶ λόγους καὶ φιλοσοφίαν, ὥστε καὶ ἐκπλεῦσαι σὺν ἐμοὶ ἐπεθύμει. διὰ πάντα δὴ ταῦτα εὐδοκίμει παρὰ τοῖς πολίταις, οὐχ ἥκιστα δὲ ἀπὸ τοῦ κάλλους, καὶ εἶχε πολλοὺς ἐραστάς. πάνυ γὰρ δὴ τοῦτο ἐμμεμένηκεν αὐτοῖς ἀπὸ τῆς μητροπόλεως, τὸ περὶ τοὺς ἔρωτας τοὺς τῶν ἀρρένων· ὥστε κινδυνεύουσιν ἀναπείθειν3 καὶ τῶν βαρβάρων ἐνίους οὐκ ἐπ̓ ἀγαθῷ σχεδόν, ἀλλ’ ὡς ἂν ἐκεῖνοι τὸ τοιοῦτον ἀποδέξαιντο, βαρβαρικῶς καὶ οὐκ ἄνευ ὕβρεως.

卡利斯特拉托斯大约十八岁,身材高大且容貌极为俊美,相貌中颇多爱奥尼亚人的风采。据说他在战事上也十分英勇,对许多萨乌罗马泰人斩杀者有之,生擒俘虏者亦有之。他也热心于言论和哲学,以致甚至渴望随我一同出航。正因为这一切,他在公民中享有极高的名望,尤其是因其美貌而深具声誉,拥有许多爱慕者。因为这种对于男性的爱恋之风,从母邦起就极深地保留在他们当中;以至于他们甚至有诱引某些蛮族的危险,但往往并不带来善果,而是按蛮族接受此类事物的方式,显得野蛮且不免狂悖。

§36.9

εἰδὼς οὖν αὐτὸν φιλόμηρον ὄντα περὶ τούτου εὐθὺς ἐπυνθανόμην. σχεδὸν δὲ καὶ πάντες οἱ Βορυσθενῖται περὶ τὸν ποιητὴν ἐσπουδάκασιν ἴσως διὰ τὸ πολεμικοὶ εἶναι ἔτι νῦν, εἰ μὴ ἄρα καὶ διὰ τὴν πρὸς τὸν Ἀχιλλέα εὔνοιαν· τοῦτον μὲν γὰρ ὑπερφυῶς τιμῶσι, καὶ νεὼν τὸν μὲν ἐν τῇ νήσῳ τῇ Ἀχιλλέως καλουμένῃ ἵδρυνται, τὸν δὲ ἐν τῇ πόλει· ὥστε οὐδὲ ἀκούειν ὑπὲρ οὐδενὸς ἄλλου θέλουσιν ἢ Ὁμήρου. καὶ τἄλλα οὐκέτι σαφῶς ἑλληνίζοντες διὰ τὸ ἐν μέσοις οἰκεῖν τοῖς βαρβάροις ὅμως τήν γε Ἰλιάδα ὀλίγου πάντες ἴσασιν ἀπὸ στόματος.

因此,我知道他酷爱荷马,便立刻向他询问此事。博里斯提尼斯人几乎全都热衷于这位诗人,这或许是因为他们如今依然尚武,或者也是由于对阿喀琉斯的敬爱;因为他们对阿喀琉斯极为崇敬,在所谓的阿喀琉斯之岛上建有一座神庙,在城里也建有一座;因此除了荷马之外,他们甚至不愿听闻任何其他诗人。尽管他们由于生活在蛮族当中,在其他方面不再操纯正的希腊语,但几乎人人都能背诵《伊利亚特》。

§36.10

εἶπον οὖν προσπαίζων πρὸς αὐτόν, Πότερόν σοι δοκεῖ, ὦ Καλλίστρατε, ἀμείνων ποιητὴς Ὅμηρος ἢ Φωκυλίδης; καὶ ὃς γελάσας ἔφη, Ἀλλ̓ οὐδὲ ἐπίσταμαι ἔγωγε τοῦ ἑτέρου ποιητοῦ τὸ ὄνομα, οἶμαι δὲ μηδὲ τούτων μηδένα. οὐδὲ γὰρ ἡγούμεθα ἡμεῖς ἄλλον τινὰ ποιητὴν ἢ Ὅμηρον. τοῦτον δὲ σχεδόν τι οὐδὲ ἄλλος οὐδεὶς ἀγνοεῖ. μόνου γὰρ Ὁμήρου μνημονεύουσιν οἱ ποιηταὶ αὐτῶν ἐν τοῖς ποιήμασιν, καὶ ἄλλως μὲν εἰώθασι λέγειν, ἀεὶ δὲ ὁπόταν μέλλωσι μάχεσθαι. εἰσὶ δὲ πάντες οὗτοι τυφλοὶ καὶ οὐχ ἡγοῦνται δυνατὸν εἶναι ἄλλως τινὰ ποιητὴν γενέσθαι.

于是我同他开玩笑说:“卡利斯特拉托斯,在你看来,荷马和福库利德斯哪一位是更优秀的诗人呢?”他笑着说:“我甚至不知道另一位诗人的名字,而且我想这里的人也没一个知道。因为除了荷马,我们并不认为还有任何其他人是诗人。至于荷马,其他人也几乎无人不知。因为他们的诗人们在诗歌中唯独提及荷马,平日里也惯常吟诵,而在将要作战时更总是吟诵他。这些人全都是盲人,他们认为一个人若非如此便不可能成为诗人。”

§36.11

Τοῦτο μέν, ἔφην, ἀπολελαύκασιν ἀπʼ Ὁμήρου ὥσπερ ἀπὸ ὀφθαλμίας. τὸν δὲ Φωκυλίδην ὑμεῖς μὲν οὐκ ἐπίστασθε, ὡς λέγεις· πάνυ δὲ τῶν ἐνδόξων γέγονε ποιητῶν. ὥσπερ οὖν ἐπειδάν τις τῶν ἐμπόρων καταπλεύσῃ πρὸς ὑμᾶς οὐ πρότερον παραγεγονώς, οὐκ εὐθὺς ἠτιμάσατε αὐτόν,4 ἀλλὰ πρότερον γευσάμενοι τοῦ οἴνου, κἂν ἄλλο τι φορτίον ἄγῃ, δεῖγμα λαβόντες, ἐὰν μὲν ἀρέσῃ ὑμᾶς, ὠνεῖσθε, εἰ δὲ μή, ἐᾶτε· οὕτως, ἔφην, καὶ τῆς τοῦ Φωκυλίδου ποιήσεως ἔξεστί σοι λαβεῖν δεῖγμα ἐν βραχεῖ. καὶ γάρ ἐστιν οὐ τῶν μακράν τινα καὶ συνεχῆ ποίησιν εἰρόντων,5

“这一点,”我说,“他们从荷马那里得来,倒像是染上了眼疾一般。至于福库利德斯,如你所言,你们固然不晓得;但他原是极著名的诗人之一。因此,就像每当有以前从未到过的商人乘船停靠在你们那里时,你们不会立刻轻慢他,而是先尝尝酒味,若他还运来别的货物,便取来样品,若合心意就买下,若不然就作罢;同样,”我说,“对于福库利德斯的诗歌,你也可以在短时间内取得样品。因为他并不属于那些将长篇且连贯的诗作缀缉在一起的诗人之列,

语法注5 条
  1. 36.7ὑπὸ τὸ ἱμάτιον τὴν χεῖρα ὑποστείλας

    “将手收在长袍之内”。描绘了古典希腊人在公共场合或长辈面前以示端庄克己(σωφροσύνη)的传统礼仪姿态,即将右手隐于长袍衣褶之中。

  2. 36.8πολὺ ἔχων Ἰωνικὸν τοῦ εἴδους

    “相貌中颇多爱奥尼亚人的风采”。中性实质化形容词 Ἰωνικόν 作 ἔχων 的直接宾语,属格 τοῦ εἴδους 作限定或部分属格,表示容貌外观上的方面。

  3. 36.8κινδυνεύουσιν ἀναπείθειν

    “有诱引的危险/往往倾向于去劝诱”。动词 κινδυνεύω 搭配不定式,除了字面上的“冒……的危险”外,常作表示倾向或可能性的惯用结构(“倾向于……”、“往往会……”)。

  4. 36.11οὐκ εὐθὺς ἠτιμάσατε αὐτόν

    “你们不会立刻轻慢他”。主句中的直陈式不定过去时与前面的 ὥσπερ οὖν ἐπειδάν(每当……之时)相呼应,此处并非指过去的个别事实,而是作格言式不定过去时(gnomic aorist),表达普遍适用的通常做法。

  5. 36.11οὐ τῶν μακράν τινα καὶ συνεχῆ ποίησιν εἰρόντων

    “他并不属于那些将长篇且连贯的诗作缀缉在一起的诗人之列”。属格分词短语 τῶν ... εἰρόντων 作表语性属格(表示归属或类别),说明福库利德斯不属于那一类诗人。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:36.7-36.11