- 底本
- Dio Chrysostom. Dionis Prusaensis quem vocant Chrysostomum quae extant omnia. Vols. I and II. Arnim, Hans Friedrich August von, editor. Berlin: Weidmann, 1893-96.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:36.1-36.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者在客居博里斯提尼斯期间漫步于许帕尼斯河畔,记述了两河汇流处的地理形貌,以及该城邦在遭盖塔伊人摧毁后衰微缩减的现状与历史。
Ἐτύγχανον μὲν ἐπιδημῶν ἐν Βορυσθένει τὸ θέρος, ὁπότε εἰσέπλευσα μετὰ τὴν φυγήν, βουλόμενος ἐλθεῖν, ἐὰν δύνωμαι, διὰ Σκυθῶν εἰς Γέτας, ὅπως θεάσωμαι τἀκεῖ πράγματα ὁποῖά ἐστι.1 καὶ δὴ καὶ περιεπάτουν περὶ πλήθουσαν ἀγορὰν2 παρὰ τὸν Ὕπανιν. ἡ γὰρ πόλις τὸ μὲν ὄνομα εἴληφεν ἀπὸ τοῦ Βορυσθένους διὰ τὸ κάλλος καὶ τὸ μέγεθος τοῦ ποταμοῦ, κεῖται δὲ πρὸς τῷ Ὑπάνιδι ἥ τε νῦν καὶ ἡ πρότερον οὕτως ᾠκεῖτο, οὐ πολὺ ἄνωθεν τῆς Ἱππολάου καλουμένης ἄκρας ἐν τῷ κατ’ ἀντικρύ.
我在流放之后乘船抵达,夏天正逗留在博里斯提尼斯,如果可能的话,我希望穿越斯基泰人的土地前往盖塔伊人那里,以便看一看那里的情势究竟如何。当时正当集市热闹的时分,我便在许帕尼斯河畔漫步。因为这座城邦虽因博里斯提尼斯河的美丽和巨大而得名,实际上却坐落在许帕尼斯河畔,如今以及从前都是这样居住的,位于正对着所谓希波拉奥斯海角稍偏上游之处。
τοῦτο δέ ἐστι τῆς χώρας ὀξὺ καὶ στερεὸν ὥσπερ ἔμβολον, περὶ ὃ συμπίπτουσιν οἱ ποταμοί. τὸ δὲ ἐντεῦθεν ἤδη λιμνάζουσι μέχρι θαλάττης ἐπὶ σταδίους σχεδόν τι διακοσίους· καὶ τὸ εὖρος οὐχ ἧττον ταύτῃ τῶν ποταμῶν. ἔστι δὲ αὐτοῦ τὸ μὲν πλέον τέναγος καὶ γαλήνη ταῖς εὐδίαις ὥσπερ ἐν λίμνῃ γίγνεται σταθερά. ἐν δὲ τοῖς δεξιοῖς φαίνεται ποταμός, καὶ τεκμαίρονται οἱ εἰσπλέοντες ἀπὸ τοῦ ῥεύματος τὸ βάθος. ὅθενπερ καὶ ἐξίησι, διὰ τὴν ἰσχὺν τοῦ ῥοῦ· εἰ δὲ μή, ῥᾳδίως ἂν ἐφράττετο τοῦ νότου πολλοῦ κατὰ στόμα εἰσπνέοντος.
这是一片尖锐而坚硬的狭长陆地,如同船首撞角一般,双河在此处汇合。从这里起,它们直到大海的近两百斯塔狄昂距离内已然形成湖泊;在此处,河面宽度也不小于此。其大部分是浅滩,风平浪静时,如湖水一般平静稳定。然而在右侧显出一条河道,驶入者凭着水流推测其深度。它正是借着水流的力量从那里注入海中;否则,由于南风迎面猛烈吹向河口,它很容易就会被阻塞。
τὸ δὲ λοιπὸν ᾐών ἐστιν ἑλώδης καὶ δασεῖα καλάμῳ καὶ δένδροις. φαίνεται δὲ τῶν δένδρων πολλὰ καὶ ἐν μέσῃ τῇ λίμνῃ, ὡς ἱστοῖς προσεοικέναι, καὶ ἤδη τινὲς τῶν ἀπειροτέρων διήμαρτον, ὡς ἐπὶ πλοῖα ἐπέχοντες. ταύτῃ δὲ καὶ τῶν ἁλῶν ἐστι τὸ πλῆθος, ὅθεν οἱ πλείους τῶν βαρβάρων λαμβάνουσιν ὠνούμενοι τοὺς ἅλας καὶ τῶν Ἑλλήνων καὶ Σκυθῶν οἱ Χερρόνησον οἰκοῦντες τὴν Ταυρικήν. ἐκδιδόασι δὲ οἱ ποταμοὶ εἰς θάλασσαν παρὰ φρούριον Ἀλέκτορος, ὃ λέγεται τῆς γυναικὸς εἶναι τοῦ Σαυροματῶν βασιλέως.
其余部分则是沼泽般的滩涂,长满芦苇和树木。在湖中央也可以看到许多树木,以致宛如桅杆,已经有些经验不足的人失误过,以为是船只而驶向它们。这里还有大量的盐,大多数蛮族都从这里购买盐,居住在陶利克·喀索尼苏斯的希腊人和斯基泰人也是如此。两河经过阿莱克托尔堡垒注入大海,据说该堡垒属于萨乌罗马泰人国王的妻子。
ἡ δὲ πόλις ἡ τῶν Βορυσθενιτῶν τὸ μέγεθός ἐστιν οὐ πρὸς τὴν παλαιὰν δόξαν3 διὰ τὰς συνεχεῖς ἁλώσεις καὶ τοὺς πολέμους. ἅτε γὰρ ἐν μέσοις οἰκοῦσα τοῖς βαρβάροις τοσοῦτον ἤδη χρόνον, καὶ τούτοις σχεδόν τι τοῖς πολεμικωτάτοις, ἀεὶ μὲν πολεμεῖται, πολλάκις δὲ καὶ ἑάλω· τὴν δὲ τελευταίαν καὶ μεγίστην ἅλωσιν οὐ πρὸ πλειόνων ἢ πεντήκοντα καὶ ἑκατὸν ἐτῶν. εἷλον δὲ καὶ ταύτην Γέται καὶ τὰς ἄλλας τὰς ἐν τοῖς ἀριστεροῖς τοῦ Πόντου πόλεις μέχρι Ἀπολλωνίας.
博里斯提尼斯人的城邦在规模上与其古老的名声并不相称,这是由于接连不断的陷落与战乱所致。因为在这么长的时间里生活在蛮族当中,而且几乎是生活在最为尚武的蛮族当中,它始终遭受战乱,并且屡次陷落;其最后也是最大的一次陷落发生于距今不过一百五十年前。盖塔伊人攻占了这座城邦,以及本都左岸直至阿波罗尼亚的其他各城。
ὅθεν δὴ καὶ σφόδρα ταπεινὰ τὰ πράγματα κατέστη τῶν ταύτῃ Ἑλλήνων, τῶν μὲν οὐκέτι συνοικισθεισῶν πόλεων, τῶν δὲ φαύλως, καὶ τῶν πλείστων βαρβάρων εἰς αὐτὰς συρρυέντων. πολλαὶ γὰρ δή τινες ἁλώσεις κατὰ πολλὰ μέρη γεγόνασι τῆς Ἑλλάδος, ἅτε ἐν πολλοῖς τόποις διεσπαρμένης. ἁλόντες δὲ τότε οἱ Βορυσθενῖται πάλιν συνῴκησαν, ἐθελόντων ἐμοὶ δοκεῖν τῶν Σκυθῶν διὰ τὸ δεῖσθαι τῆς ἐμπορίας καὶ τοῦ κατάπλου τῶν Ἑλλήνων. ἐπαύσαντο γὰρ εἰσπλέοντες ἀναστάτου τῆς πόλεως γενομένης, ἅτε οὐκ ἔχοντες ὁμοφώνους τοὺς ὑποδεχομένους οὐδὲ τῶν Σκυθῶν ἀξιούντων οὐδὲ ἐπισταμένων ἐμπόριον αὐτῶν κατασκευάσασθαι τὸν Ἑλληνικὸν τρόπον.
因此,此地的希腊人处境极为低微,有些城邦未能再度重建,有些则重建得十分简陋,且涌入其中的大部分是蛮族。因为希腊散布在许多地方,所以在其许多部分确实遭受了多次沦陷。当时城破之后,博里斯提尼斯人再度聚居,依我看来,这是因为斯基泰人需要与希腊人进行贸易并接纳其船只停靠而准许的。因为在城邦荒废之后,希腊人便不再乘船前来,由于没有操同一种语言的人接待他们,而斯基泰人既不屑于也不懂得按照希腊方式为他们设立商埠。
σημεῖον δὲ τῆς ἀναστάσεως ἥ τε φαυλότης τῶν οἰκοδομημάτων καὶ τὸ συνεστάλθαι τὴν πόλιν ἐς βραχύ. μέρει γάρ τινι προσῳκοδόμηται τοῦ παλαιοῦ περιβόλου, καθ’ ὃ πύργοι τινὲς οὐ πολλοὶ διαμένουσιν οὐ πρὸς τὸ μέγεθος οὐδὲ πρὸς τὴν ἰσχὺν τῆς πόλεως. τὸ δὲ μεταξὺ συμπέφρακται κατ’ ἐκεῖνο ταῖς οἰκίαις οὐκ ἐχούσαις ὁποῖα διαλείπει.4 τειχίον δὲ παραβέβληται πάνυ ταπεινὸν καὶ ἀσθενές. τῶν δὲ πύργων εἰσί τινες πολὺ ἀφεστῶτες τοῦ νῦν οἰκουμένου, ὥστε μηδ’ εἰκάσαι ὅτι μιᾶς ἦσαν πόλεως. ταῦτά τε δὴ οὖν σημεῖα ἐναργῆ τῆς ἁλώσεως καὶ τὸ μηδὲν τῶν ἀγαλμάτων διαμένειν ὑγιὲς τῶν ἐν τοῖς ἱεροῖς, ἀλλὰ ξύμπαντα λελωβημένα εἶναι, ὥσπερ τὰ ἐπὶ τῶν μνημάτων.
这场浩劫的迹象既在于建筑物的简陋,也在于城邦缩减至狭窄的范围。因为它只是附建在旧城墙的一部分之上,在这一段残留着少数几个与城邦的规模和强盛并不相符的塔楼。在那一部分,中间的间隔全被紧密相连、不留空隙的房屋所填满,其旁加筑了一道极矮且脆弱的小墙。有些塔楼则远离如今居住的区域,以致人们甚至无法猜想它们曾属于同一座城邦。这些正是城邦陷落的明显痕迹,神庙中的雕像没有一座完好无损,而是全都遭受毁坏,如同坟墓上的雕像一样,这一点亦是如此。
- 36.1τἀκεῖ πράγματα ὁποῖά ἐστι
先取句式(prolepsis),间接疑问从句 ὁποῖά ἐστι 的逻辑主语 τἀκεῖ πράγματα 被提前置于主导动词 θεάσωμαι 的直接宾语位置。
- 36.1περὶ πλήθουσαν ἀγορὰν
惯用时间表达,介词 περί 接宾格,意为“集市正拥挤的时分”,指上午市集最热闹的时候。
- 36.4οὐ πρὸς τὴν παλαιὰν δόξαν
介词 πρός 后接宾格,表示比较的标准或相称关系:“与其古老的名声不相符/不成比例”。第6节中的 οὐ πρὸς τὸ μέγεθος 亦为同类结构。
- 36.6ταῖς οἰκίαις οὐκ ἐχούσαις ὁποῖα διαλείπει
分词 οὐκ ἐχούσαις 与表示手段的与格 ταῖς οἰκίαις 一致。从句 ὁποῖα διαλείπει(留出空隙之类的东西)作分词的宾语,意为“中间的空隙被那些不留缝隙、紧密相连的房屋所堵塞”。
