← 金嘴狄翁

演说集

§36.12-36.17

引用福库利德斯诗句与前往宙斯神庙

讲述者引用福库利德斯的诗句与荷马作比,强调有序小邦的价值并劝勉卡利斯特拉托斯。随后,尽管面临斯基泰人袭扰的紧张局势,热切求教的博里斯提尼斯人仍一同移步至宙斯圣所,在保持古风容貌的市民环绕下准备开启谈话。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§36.12

ὥσπερ ὁ ὑμέτερος μίαν ἑξῆς διέξεισι μάχην ἐν πλείοσιν ἢ πεντακισχιλίοις ἔπεσιν, ἀλλὰ κατὰ δύο καὶ τρία ἔπη αὐτῷ καὶ ἀρχὴν ἡ ποίησις καὶ πέρας λαμβάνει. ὥστε καὶ προστίθησι τὸ ὄνομα αὐτοῦ καθ’ ἕκαστον διανόημα, ἅτε σπουδαῖον καὶ πολλοῦ ἄξιον ἡγούμενος, οὐχ ὥσπερ Ὅμηρος οὐδαμοῦ τῆς ποιήσεως ὠνόμασεν αὑτόν.

并不像你们的那位诗人一连用五千多行诗来详述一场战斗,相反,他的诗每两三行便有始有终。因此,他甚至在每一个思想前都冠上自己的名字,因为他认为这是庄重且大有价值的,而不像荷马在全篇诗作中从未提及自己的名字。

§36.13

ἢ οὐ δοκεῖ σοι εἰκότως προσθεῖναι Φωκυλίδης τῇ τοιαύτῃ γνώμῃ καὶ ἀποφάσει, καὶ τόδε Φωκυλίδου· πόλις ἐν σκοπέλῳ κατὰ κόσμον οἰκεῦσα σμικρὴ κρέσσων Νίνου ἀφραινούσης. ἀλλ’ οὐ πρὸς ὅλην Ἰλιάδα καὶ Ὀδύσσειαν ταῦτα τὰ ἔπη ἐστὶ1 τοῖς μὴ παρέργως ἀκροωμένοις; ἢ μᾶλλον ὑμῖν ἀκούειν συνέφερε περὶ τῶν τοῦ Ἀχιλλέως πηδήσεών τε καὶ ὀρούσεων καὶ τῆς φωνῆς, ὅτι μόνον φθεγξάμενος ἔτρεπε τοὺς Τρῶας, ταῦτα μᾶλλον ὠφελεῖ ὑμᾶς ἐκμανθάνοντας ἢ ἐκεῖνο, ὅτι ἡ σμικρὰ πόλις ἐν τραχεῖ σκοπέλῳ κειμένη κρείττων ἐστὶ καὶ εὐτυχεστέρα κατὰ κόσμον οἰκοῦσα ἢ μεγάλη ἐν λείῳ καὶ πλατεῖ πεδίῳ, ἐάνπερ ἀκόσμως καὶ ἀνόμως ὑπὸ ἀνθρώπων ἀφρόνων οἰκῆται;

难道你认为,福库利德斯在这样的箴言与宣称前加上‘这也是福库利德斯之言:居于岩石之上有序生活的小邦,优于陷于愚妄的尼尼微’不是理所当然的吗?对于不草率听闻的人而言,这些诗句难道不抵得上整部《伊利亚特》和《奥德赛》吗?抑或是,听闻阿喀琉斯的腾跃与冲杀,听闻他仅凭一声呐喊便使特洛伊人溃逃的声音,对你们更有益处,熟诵这些比起领会以下道理对你们更有助益吗:坐落于险峻岩石上的小邦若有序生活,比起平坦广阔平原上的大邦被愚昧之人以无序且无法之态居住,更为优秀且更为幸福?

§36.14

καὶ ὃς οὐ μάλα ἡδέως ἀποδεξάμενος, Ὦ ξένε, εἶπεν, ὅτι ἡμεῖς σε ἀγαπῶμεν2 καὶ σφόδρα αἰδούμεθα· ὡς ἄλλως γε οὐδεὶς ἄν ἠνέσχετο Βορυσθενιτῶν εἰς Ὅμηρον καὶ Ἀχιλλέα τοιαῦτα εἰπόντος. ὁ μὲν γὰρ θεὸς ἡμῶν ἐστιν,ὡς ὁρᾷς, ὁ δὲ καὶ σχεδόν τι μετὰ τοὺς θεοὺς τιμᾶται. κἀγὼ πραῧναι βουλόμενος αὐτόν, ἅμα δὲ ἐπί τι χρήσιμον ἀγαγεῖν, Παραιτοῦμαί σε, εἶπον, καθ’ Ὅμηρον συγγνώμην ἔχειν μοι, “εἴ τι κακὸν νῦν εἴρηται”. αὖθις γάρ ποτε ἐπαινεσόμεθα Ἀχιλλέα τε καὶ Ὅμηρον ὅσα δοκεῖ ἡμῖν ὀρθῶς λέγειν.

于是他不大高兴地接话道:“异乡人,你要知道我们爱戴你且极敬重你;否则的话,博里斯提尼斯人中没有谁能容忍有人对荷马和阿喀琉斯说出这样的话。因为正如你所见,后者是我们的神明,而前者受到的崇敬也几乎仅次于神明。”我为了安抚他,同时也想引向某些有益的事理,便说:“我照荷马的话恳请你宽恕我,‘倘若适才说了何等不逊之言’。因为在以后的某个时候,凡是在我们看来言之成理之处,我们自会赞美阿喀琉斯与荷马。

§36.15

τὸ δὲ παρὸν σκεπτέον ἂν εἴη τὸ τοῦ Φωκυλίδου· ὡς ἐμοὶ δοκεῖ σφόδρα καλῶς λέγειν ὑπὲρ τῆς πόλεως. Σκόπει, ἔφη, ἐπεὶ καὶ τούσδε ὁρᾷς πάντας ἐπιθυμοῦντας ἀκοῦσαί σου καὶ διὰ τοῦτο συνερρυηκότας δεῦρο πρὸς τὸν ποταμόν, καίτοι οὐ σφόδρα ἀθορύβως ἔχοντας. οἶσθα γὰρ δήπου ὅτι χθὲς οἱ Σκύθαι προσελάσαντες μεσημβρίας τοὺς μέν τινας ἀπέκτειναν τῶν σκοπῶν οὐ προσέχοντας, τοὺς δὲ ἐζωγρήκασιν ἴσως· οὐ γάρ πω ἐπιστάμεθα διὰ τὸ μακροτέραν αὐτοῖς γενέσθαι τὴν φυγήν, ἅτε οὐ πρὸς τὴν πόλιν φεύγουσιν.

但眼下,我们应当审视福库利德斯的那句诗;因为在我看来,他关于城邦的论述极为精妙。”“请审视吧,”他说,“因为你也看到这些人全都渴望听你讲话,因而涌到了河边的这里,尽管他们并非完全没有惊惧。因为你大概知道,昨天正午斯基泰人策马袭来,杀死了几名未加防备的哨兵,或许还生擒了另外几人;因为他们的逃亡路程较远,加之他们并非逃向城里,所以我们目前尚不知详略。”

§36.16

ἦν δὲ τῷ ὄντι ταῦτα οὕτως, καὶ αἵ τε πύλαι συγκέκλειντο καὶ τὸ σημεῖον ἦρτο ἐπὶ τοῦ τείχους τὸ πολεμικόν. ἀλλ’ ὅμως οὕτως ἦσαν φιλήκοοι καὶ τῷ τρόπῳ Ἕλληνες, ὥστε μικροῦ δεῖν ἅπαντες παρῆσαν ἐν τοῖς ὅπλοις, βουλόμενοι ἀκούειν. κἀγὼ ἀγάμενος αὐτῶν τὴν προθυμίαν, Βούλεσθε, ἔφην, καθιζώμεθα ἰόντες ποι τῆς πόλεως; τυχὸν γὰρ νῦν οὐ πάντες ὁμοίως ἀκούουσιν ἐν τῷ βαδίζειν, ἀλλ’ οἱ ὄπισθεν πράγματα ἔχουσι καὶ παρέχουσι τοῖς πρὸ αὐτῶν, σπεύδοντες ἐγγυτέρω προσελθεῖν.

事实确乎如此:城门紧闭,城墙上也升起了战时的旗号。但尽管如此,他们却如此乐于听闻言论,在心性上如此保持着希腊人风范,以致几乎人人都全副武装地赶来,想要听讲。我赞赏他们的热忱,便说:“你们意下如何,我们是否找城里的某个地方坐下来?因为也许此时一边走着大家并不能同样听清,反倒后边的人因为急于走近而颇感费力,也给前面的人带来麻烦。”

§36.17

ὡς δὲ τοῦτο εἶπον, εὐθὺς ὥρμησαν ἅπαντες εἰς τὸ τοῦ Διὸς ἱερόν, οὗπερ εἰώθασι βουλεύεσθαι. καὶ οἱ μὲν πρεσβύτατοι καὶ οἱ γνωριμώτατοι καὶ οἱ ἐν ταῖς ἀρχαῖς κύκλῳ καθίζοντο ἐπὶ βάθρων· τὸ δὲ λοιπὸν πλῆθος ἐφεστήκεσαν. ἦν γὰρ εὐρυχωρία πολλὴ πρὸ τοῦ νεώ. πάνυ οὖν ἄν τις ἥσθη τῇ ὄψει φιλόσοφος ἀνήρ, ὅτι ἅπαντες ἦσαν τὸν ἀρχαῖον τρόπον, ὥς φησιν Ὅμηρος τοὺς Ἕλληνας,3 κομῶντες καὶ τὰ γένεια ἀφεικότες, εἷς δὲ ἐν αὐτοῖς μόνος ἐξυρημένος, καὶ τοῦτον ἐλοιδόρουν τε καὶ ἐμίσουν ἅπαντες. ἐλέγετο δὲ οὐκ ἄλλως τοῦτο ἐπιτηδεύειν, ἀλλὰ κολακεύων Ῥωμαίους καὶ τὴν πρὸς αὐτοὺς φιλίαν ἐπιδεικνύμενος· ὥστε εἶδεν ἄν τις ἐπ’ ἐκείνου τὸ αἰσχρὸν τοῦ πράγματος καὶ οὐδαμῇ πρέπον ἀνδράσιν.

我刚说完这话,所有人便立即奔向他们惯常商议要务的宙斯圣所。年纪最长者、最显贵者以及担任官职的人围坐在长凳上,其余的民众则肃立在旁;因为神庙前方有一大片开阔空地。凡是崇尚哲学之人定会为这副景象深感欣喜,因为他们全都依循古风,正如荷马所形容的希腊人那样,留着长发,蓄着胡须;只有他们之中的一人把胡须刮得干干净净,而对此人大家都百般斥责与厌恶。据说他并非出于别的缘故如此行事,而纯粹是逢迎罗马人,以此夸耀与他们的亲睦;因此人们可以在他身上看出这种行径是何等可耻,且决非男子汉所当为。

语法注3 条
  1. 36.13ἀλλ’ οὐ πρὸς ὅλην Ἰλιάδα καὶ Ὀδύσσειαν ταῦτα τὰ ἔπη ἐστὶ

    介词 πρός 搭配宾格(ὅλην Ἰλιάδα καὶ Ὀδύσσειαν),在此表示价值上的比较或对等称量(“抵得上整部《伊利亚特》和《奥德赛》”)。

  2. 36.14ὅτι ἡμεῖς σε ἀγαπῶμεν

    直接引语开头的 ὅτι 具有省略结构性质,暗示了类似 ἴσθι ὅτι(“你要知道……”)的主句动词省略。它引出了下文解释为何敢于如此直言的前提(与 ὡς ἄλλως γε 相呼应)。

  3. 36.17ὥς φησιν Ὅμηρος τοὺς Ἕλληνας

    在 ὥς φησιν Ὅμηρος 引导的分句中,宾格 τοὺς Ἕλληνας 之后承前省略了与主句分词 κομῶντες 相对应的宾格分词(如 κομῶντας)或不定式。这直接化用了荷马史诗中对希腊人的定型修饰语“长发的阿开奥斯人”(κάρη κομόωντες Ἀχαιοί)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:36.12-36.17