← 金嘴狄翁

演说集

§36.49-36.55

大洪水与宇宙大火及世界再造

在叙述了波塞冬之马(水)狂暴引发的大洪水传说之后,论述进一步描绘了宇宙大火:宙斯的火之马彻底吞噬其余三匹马(元素),化为独一的理性统治力量,并由此重新创生出更为辉煌有序的宇宙。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§36.49

πάλιν δὲ ὅταν διὰ πλειόνων ἐτῶν ὁ Νυμφῶν καὶ Ποσειδῶνος ἱερὸς πῶλος ἐπαναστῇ, παρὰ τὸ σύνηθες ἀγωνιάσας καὶ ταραχθείς, ἱδρῶτι πολλῷ κατέκλυσε τὸν αὐτὸν τοῦτον ἅτε ὁμόζυγα·1 πειρᾶται δὴ τῆς ἐναντίας τῇ πρότερον φθορᾷ,2 ὕδατι πολλῷ χειμαζόμενος. καὶ τοιοῦτον ἕνα χειμῶνα διηγεῖσθαι τοὺς Ἕλληνας ὑπὸ νεότητός τε καὶ μνήμης ἀσθενοῦς, καὶ Δευκαλίωνα βασιλεύοντα τότε σφίσιν ἀρκέσαι πρὸ τῆς παντελοῦς φθορᾶς.

反之,每隔许多年,献给宁芙与波塞冬的神圣驹马由于非同寻常的焦躁与惊扰而狂暴跃起时,便以淋漓的汗水淹没了这匹同处一轭的马;而这匹马遭滔天之水冲击,便经历了一场与先前截然相反的毁灭。希腊人由于年轻且记忆羸弱,仅叙述了这样一场水患,并称当时统治他们的丢卡利翁在他们彻底覆灭之前拯救了他们。

§36.50

ταῦτα δὲ σπανίως ξυμβαίνοντα δοκεῖν μὲν ἀνθρώποις διὰ τὸν αὑτῶν ὄλεθρον γίγνεσθαι μὴ κατὰ λόγον μηδὲ μετέχειν τῆς τοῦ παντὸς τάξεως, λανθάνειν δὲ αὐτοὺς ὀρθῶς γιγνόμενα καὶ κατὰ γνώμην τοῦ σῴζοντος καὶ κυβερνῶντος τὸ πᾶν. εἶναι γὰρ ὅμοιον ὥσπερ ὅταν ἅρματος ἡνίοχος τῶν ἵππων τινὰ κολάζῃ χαλινῷ σπάσας ἢ κέντρῳ ἁψάμενος· ὁ δ’ ἐσκίρτησε καὶ ἐταράχθη, παραχρῆμα εἰς δέον καθιστάμενος. μίαν μὲν οὖν λέγουσι ταύτην ἡνιόχησιν ἰσχυράν, οὐχ ὅλου φθειρομένου τοῦ παντός.

这些极罕见发生的变故,在世人看来,因关乎自身的灭亡,便以为是不合条理且不属于全宇宙之秩序的;但他们却未能察觉,这些变故乃是端正发生,且符合保全并掌控全宇宙之者的旨意。因为这正如战车的御者拉紧嚼子或以刺棒触击来惩治某匹马时,那马虽腾跃动摇,旋即又归于正道。因此他们说,这是一种强有力的御术,全宇宙并不因而彻底毁损。

§36.51

πάλιν δὲ ἑτέραν3 τῆς τῶν τεττάρων κινήσεως καὶ μεταβολῆς, ἐν ἀλλήλοις μεταβαλλομένων καὶ διαλλαττόντων τὰ εἴδη, μέχρις ἂν εἰς μίαν ἅπαντα συνέλθῃ φύσιν, ἡττηθέντα τοῦ κρείττονος. ὅμως δὲ καὶ ταύτην τὴν κίνησιν ἡνιοχήσει προσεικάζειν τολμῶσιν ἐλάσει τε ἅρματος, ἀτοπωτέρας δεόμενοι τῆς εἰκόνος· οἷον εἴ τις θαυματοποιὸς ἐκ κηροῦ πλάσας ἵππους, ἔπειτα ἀφαιρῶν καὶ περιξύων ἀφ’ ἑκάστου προστιθείη ἄλλοτε ἄλλῳ, τέλος δὲ ἅπαντας εἰς ἕνα τῶν τεττάρων ἀναλώσας μίαν μορφὴν ἐξ ἁπάσης τῆς ὕλης ἐργάζοιτο.

他们又谈及另一种由于四者的运动与转变而成的御术:它们彼此相互转化并改变其形态,直至全数屈服于更强者,归于单一体性。然而他们仍敢将这种运动比拟为战车之驾驭与驰骋,尽管这需要更为离奇的隐喻:正如某位幻术师用蜡塑成数匹马,随后从每一匹上削减削刮,转而添加到另一匹上,最终将四者全部耗尽于其中一匹,用全部材料制成唯一的形态。

§36.52

εἶναί γε μὴν τὸ τοιοῦτο μὴ καθάπερ ἀψύχων πλασμάτων ἔξωθεν τοῦ δημιουργοῦ πραγματευομένου καὶ μεθιστάντος τὴν ὕλην, αὐτῶν δὲ ἐκείνων γίγνεσθαι τὸ πάθος, ὥσπερ ἐν ἀγῶνι μεγάλῳ τε καὶ ἀληθινῷ περὶ νίκης ἐριζόντων· γίγνεσθαι δὲ τὴν νίκην καὶ τὸν στέφανον ἐξ ἀνάγκης τοῦ πρώτου καὶ κρατίστου τάχει τε καὶ ἀλκῇ καὶ τῇ ξυμπάσῃ ἀρετῇ, ὃν εἴπομεν ἐν ἀρχῇ τῶν λόγων ἐξαίρετον εἶναι Διός.

然而,此种变化绝非如同工匠在外部操弄并转化无生命的造物原料,而是发生于它们自身的受动,仿佛在一场真正宏大的竞技中争夺胜利;而胜利与冠冕,必然归于速度、勇武与完备德性上居于首位且最强有力者,亦即我们在论述之初所说特属于宙斯的那匹马。

§36.53

τοῦτον γάρ, ἅτε πάντων ἀλκιμώτατον καὶ φύσει διάπυρον, ταχὺ ἀναλώσαντα τοὺς ἄλλους, καθάπερ οἶμαι τῷ ὄντι κηρίνους, ἐν οὐ πολλῷ τινι χρόνῳ, δοκοῦντι δὲ ἡμῖν ἀπείρῳ πρὸς τὸν ἡμέτερον αὐτῶν λογισμόν, καὶ τὴν οὐσίαν πάντων πᾶσαν εἰς αὑτὸν ἀναλαβόντα, πολὺ κρείττω καὶ λαμπρότερον ὀφθῆναι τοῦ πρότερον, ὑπ’ οὐδενὸς ἄλλου θνητῶν οὐδὲ ἀθανάτων, ἀλλ’ αὐτὸν ὑφ’ αὑτοῦ νικηφόρον γενόμενον τοῦ μεγίστου ἀγῶνος. στάντα δὲ ὑψηλὸν καὶ γαῦρον, χαρέντα τῇ νίκῃ, τόπον τε ὡς πλεῖστον καταλαβεῖν καὶ μείζονος χώρας δεηθῆναι τότε ὑπὸ ῥώμης καὶ μένους.

盖因这匹马在一切之中最为勇武且本性炽烈,在实际上并不漫长的时间内——尽管按我们凡人的算计似乎浩瀚无垠——便如吞噬蜡制之物般迅速耗尽其余诸马,并将一切实体的全部收归自身,显现得远比先前更为优越与辉煌;它并非凭借其他任何凡人或神明,而是自身凭自身成为这最大竞技的优胜者。它高大骄傲地耸立,为胜利而欣喜,因其力量与刚烈,在当时占据了至广的空间,需要更大的疆域。

§36.54

κατὰ τοῦτο δὴ γενόμενοι τοῦ λόγου δυσωποῦνται τὴν αὐτὴν ἐπονομάζειν τοῦ ζῴου φύσιν. εἶναι γὰρ αὐτὸν ἤδη τηνικάδε ἁπλῶς τὴν τοῦ ἡνιόχου καὶ δεσπότου ψυχήν, μᾶλλον δὲ αὐτὸ τὸ φρονοῦν καὶ τὸ ἡγούμενον αὐτῆς.4

论述发展至此,他们便不愿再称之为同一种兽性体质。因为此时它已全然是御者与主人的灵魂,更确切地说是这灵魂之中的沉思与统摄部分。

§36.55

λειφθεὶς γὰρ δὴ μόνος ὁ νοῦς καὶ τόπον ἀμήχανον ἐμπλήσας αὑτοῦ ἅτ’ ἐπ’ ἴσης πανταχῇ κεχυμένος, οὐδενὸς ἐν αὐτῷ πυκνοῦ λειφθέντος, ἀλλὰ πάσης ἐπικρατούσης μανότητος, ὅτε κάλλιστος γίγνεται, τὴν καθαρωτάτην λαβὼν αὐγῆς ἀκηράτου φύσιν, εὐθὺς ἐπόθησε τὸν ἐξ ἀρχῆς βίον. ἔρωτα δὴ λαβὼν τῆς ἡνιοχήσεως ἐκείνης καὶ ἀρχῆς καὶ ὁμονοίας τῆς τε τῶν τριῶν φύσεων καὶ ἡλίου καὶ σελήνης καὶ τῶν ἄλλων ἄστρων, ἁπάντων τε ἁπλῶς ζῴων καὶ φυτῶν, ὥρμησεν ἐπὶ τὸ γεννᾶν καὶ διανέμειν ἕκαστα καὶ δημιουργεῖν τὸν ὄντα νῦν κόσμον ἐξ ἀρχῆς πολὺ κρείττω καὶ λαμπρότερον ἅτε νεώτερον.

盖因当理性独留,且因均等倾注于各处而以自身充满无垠广袤的空间,其内不存丝毫致密之物,反在臻于至美之时完全由疏朗所统摄,获得了纯洁无暇之光辉的最纯粹体性,便立即渴望起最初的生活。于是,它对那驾驭、统摄,以及三种体性、日月与其余群星、乃至一切动植物的和谐共生萌生了爱慕,遂奋起生育并分配万物,从头创生出如今的宇宙,因其更年轻而远比先前更为优良与璀璨。

语法注4 条
  1. 36.49τὸν αὐτὸν τοῦτον ἅτε ὁμόζυγα

    宾格短语 τὸν αὐτὸν τοῦτον(“这同一匹马”)指代前文所述静止不动的第四匹马(大地/赫斯提亚)。短语 ἅτε ὁμόζυγα(“既然是同轭之伴”)作同位语表原因/情况,解释了为何当第三匹马(水/波塞冬)狂暴动摇时,大量汗水(洪水)会倾泻在其同轭的第四匹马身上。

  2. 36.49τῆς ἐναντίας τῇ πρότερον φθορᾷ

    动词 πειρᾶται(“经历”、“遭受”)支配属格宾语 τῆς ἐναντίας[省略 φθορᾶς],而与格短语 τῇ πρότερον φθορᾷ 则由形容词 ἐναντίας 所支配,意为“遭受与先前那场毁灭[大火灾]正相反的毁灭[大洪水]”。

  3. 36.51πάλιν δὲ ἑτέραν

    承前一句(μίαν μὲν οὖν λέγουσι ταύτην ἡνιόχησιν ἰσχυράν)省略了谓语动词 λέγουσι 与中心名词 ἡνιόχησιν。宾格 ἑτέραν 作直接宾语(“他们又[谈及]另一种[御术]……”),引出下文关于诸元素相互转化及宇宙大火的论述。

  4. 36.54αὐτὸ τὸ φρονοῦν καὶ τὸ ἡγούμενον αὐτῆς

    实词化的中性现在分词 τὸ φρονοῦν(“思虑部分”)与 τὸ ἡγούμενον(“统摄部分”)作为同位修饰语,对前文的宾格短语 τὴν τοῦ ἡνιόχου καὶ δεσπότου ψυχήν(“御者与主人的灵魂”)进行进一步界定与阐发。代词属格 αὐτῆς 为领属属格,指代前述“灵魂”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:36.49-36.55