← 金嘴狄翁

演说集

§36.43-36.48

宇宙四匹战马与法厄同神话的阐释

本节依托拜火僧的神话,阐述了代表宇宙基本元素(火、气、水、土)的四匹战马的特征与寓意,并指出第一匹马炽烈喘息吞噬宇宙的事件正是希腊法厄同神话的原型。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§36.43

τὸ δὴ μετὰ τοῦτο αἰσχύνομαι φράζειν τῶν ἵππων πέρι καὶ τῆς ἡνιοχήσεως, ὅπως ἐξηγούμενοι λέγουσιν, οὐ πάνυ τι φροντίζοντες ὅμοιόν σφισι γίγνεσθαι πανταχῇ τὸ τῆς εἰκόνος. ἴσως γὰρ ἂν φαινοίμην ἄτοπος παρὰ Ἑλληνικά τε καὶ χαρίεντα ᾅσματα βαρβαρικὸν ᾆσμα ἐπᾴδων· ὅμως δὲ τολμητέον. φασὶ τῶν ἵππων τὸν πρῶτον ἄνωθεν ἀπείρῳ διαφέρειν κάλλει τε καὶ μεγέθει καὶ ταχυτῆτι, ἅτε ἔξωθεν περιτρέχοντα τὸ μήκιστον τοῦ δρόμου, αὐτοῦ Ζηνὸς ἱερόν· πτηνὸν δὲ εἶναι· τὴν δὲ χρόαν λαμπρόν, αὐγῆς τῆς καθαρωτάτης·1 τὸν δὲ Ἥλιον ἐν αὐτῷ καὶ τὴν Σελήνην σημεῖα προφανῆ ὁρᾶσθαι, ὥσπερ οἶμαι καὶ τῶνδε τῶν ἵππων ἐστὶ σημεῖα, τὰ μὲν μηνοειδῆ, τὰ δὲ ἀλλοῖα.

至于接下来的内容,关于那些马匹及其驾驭,我若陈述他们如何阐释叙述,实觉有些羞惭,因为他们全然不在意让自己的比喻处处吻合。盖因我在优雅优美的希腊诗歌之侧吟唱蛮族的歌谣,或许会显得格格不入;然而我必须敢于一试。他们说,自上方数的第一匹马,以无尽的美丽、硕大与迅捷超群绝伦,盖因它从外侧奔行最长的赛道,且专属于宙斯自己。它生有双翼,毛色光芒四射,由至纯的辉芒构成;而太阳与月亮在其体内显露为清晰的斑纹,正如我想这世间的马匹也带有斑纹一样,有的作新月形,有的作其他形状。

§36.44

ταῦτα δὲ ὑφ’ ἡμῶν ὁρᾶσθαι συνεστραμμένα, καθάπερ ἐν αὐγῇ λαμπρᾷ φλογὸς σπινθῆρας ἰσχυροὺς διαθέοντας, ἰδίαν δὲ κίνησιν ἔχειν καθ’ αὑτά. καὶ τἄλλα ἄστρα δι’ ἐκείνου φαινόμενα καὶ ξύμπαντα ἐκείνου πεφυκότα μέρη τὰ μὲν περιφέρεσθαι σὺν αὐτῷ μίαν ταύτην ἔχοντα κίνησιν, τὰ δὲ ἄλλους θεῖν δρόμους. τυγχάνειν δὲ παρὰ τοῖς ἀνθρώποις ταῦτα μὲν ἰδίου ἕκαστον ὀνόματος· τὰ δὲ ἄλλα κατὰ πλῆθος ἀθρόα, διανενεμημένα εἴς τινα σχήματα καὶ μορφάς.

他们说,这些斑纹在我们看来凝聚成团,仿佛在烈焰的耀眼光辉中奔掠而过的强烈火星,然而它们本身自具有独特的运动。至于透过这匹马显现出来的其他星辰,亦即生来皆为其一部分的一切星辰,有的与它一同旋转,保持着这一单一运动,有的则沿着各自不同的轨道奔行。在人类当中,后者每一颗都恰好获得了各自专有的名字,而其余的则成群聚合,被划分为某些形状与形态。

§36.45

ὁ μὲν δὴ λαμπρότατος ἵππος καὶ ποικιλώτατος αὐτῷ τε Διὶ προσφιλέστατος, ὧδέ πως ὑμνούμενος ὑπ̓ αὐτῶν, θυσίας τε καὶ τιμὰς ἅτε πρῶτος εἰκότως πρώτας ἔλαχεν· δεύτερος δὲ μετ’ ἐκεῖνον ἁπτόμενος αὐτοῦ καὶ πλησιώτατος Ἥρας ἐπώνυμος, εὐήνιος καὶ μαλακός, πολὺ δὲ ἥττων κατά τε ῥώμην καὶ τάχος. χροιὰν δὲ τῇ μὲν αὑτοῦ φύσει μέλας, φαιδρύνεται δὲ ἀεὶ τὸ καταλαμπόμενον Ἡλίῳ· τὸ δὲ σκιασθὲν ἐν τῇ περιφορᾷ τὴν αὑτοῦ μεταλαμβάνει τῆς χρόας ἰδέαν.

这匹最为璀璨、最多姿斑斓、最受宙斯本人喜爱的良马,受到他们如此这般的赞咏,作为第一者理所当然地获得了至尊的祭礼与尊荣;而仅次于它、与其相接且居于最近的第二匹马,则冠以赫拉之名,易于驾驭且性情柔顺,但在力量与速度上大为逊色。其毛色按自身本性原本为黑,但受太阳照耀的部分始终明亮,在旋转运行中背阴的部分则重新呈现出其原本的色泽面貌。

§36.46

τρίτος Ποσειδῶνος ἱερός, τοῦ δευτέρου βραδύτερος. τούτου δὲ μυθολογοῦσιν εἴδωλον οἱ ποιηταὶ γενέσθαι παρ’ ἀνθρώποις, ἐμοὶ δοκεῖν, ὅντινα ὀνομάζουσι Πήγασον, καί φασιν ἀνεῖναι κρήνην ἐν Κορίνθῳ χαράξαντα τῇ ὁπλῇ. ὁ δὲ δὴ τέταρτος εἰκάσαι πάντων ἀτοπώτατος, στερεός τε καὶ ἀκίνητος, οὐχ ὅπως πτερωτός,2 ἐπώνυμος Ἑστίας. ὅμως δὲ οὐκ ἀποτρέπονται τῆς εἰκόνος, ἀλλὰ ἐνεζεῦχθαί φασι καὶ τοῦτον τῷ ἅρματι, μένειν δὲ κατὰ χώραν χαλινὸν ἀδάμαντος ἐνδακόντα.

第三匹马属于波塞冬,比第二匹更为迟缓。依我看来,诗人们在神话中讲述这匹马的形影曾出现在凡人之中,即他们称之为珀伽索斯、并传言曾用蹄子踏破地面而在科林斯引出一股泉水的那匹马。至于第四匹马,在所有马中比拟起来最为离奇,坚硬而静止不动,更休提生有翅膀,且冠以赫斯提亚之名。尽管如此,他们并未避开这一隐喻,反而声称它同样被套在战车上,但紧咬着金刚石的嚼子,稳守在原位。

§36.47

συνερείδειν δὲ πανταχόθεν αὑτῷ τοῖς μέρεσι,3 καὶ τὼ δύο τὼ πλησίον ὁμοίως πρὸς αὐτὸν ἐγκλίνειν, ἀτεχνῶς ἐπιπίπτοντε καὶ ὠθουμένω· τὸν δὲ ἐξωτάτω ἀεὶ περὶ τὸν ἑστῶτα ὡς νύσσαν φέρεσθαι. τὸ μὲν οὖν πολὺ μετ’ εἰρήνης καὶ φιλίας διατελοῦσιν ἀβλαβεῖς ὑπ’ ἀλλήλων. ἤδη δέ ποτε ἐν μήκει χρόνου καὶ πολλαῖς περιόδοις ἰσχυρὸν ἆσθμα τοῦ πρώτου προσπεσὸν ἄνωθεν, οἷα δὴ θυμοειδοῦς, ἐθέρμηνε τοὺς ἄλλους, σφοδρότερόν γε μὴν τὸν τελευταῖον· τήν τε δὴ χαίτην περιέφλεξεν αὐτοῦ, ᾗ μάλιστα ἠγάλλετο, καὶ τὸν ἅπαντα κόσμον.

它从各个方向以自身的部分相互支撑,而相邻的两匹马亦同样向它倾斜,简直是倾倒并挤压着它;至于最外侧的马,则如绕转弯标柱一般,始终围绕着这匹静止的马旋转。通常而言,它们彼此秋毫无犯,在和平与友爱中长久共处。然而在漫长岁月里,历经诸多周期后,第一匹马因性情刚烈,自上方喷吐下一股炽烈的喘息,灼热了其余诸马,尤其极度炽烈地烧灼了最后一匹;烧焦了它平日最引以为傲的鬃毛与全部装饰。

§36.48

τοῦτο δὲ τὸ πάθος ἅπαξ Ἕλληνας μνημονεύοντάς φασι Φαέθοντι προσάπτειν,4 οὐ δυναμένους μέμφεσθαι τὴν Διὸς ἡνιόχησιν, τούς τε Ἡλίου δρόμους οὐκ ἐθέλοντας ψέγειν. διό φασι νεώτερον ἡνίοχον, Ἡλίου παῖδα θνητόν, ἐπιθυμήσαντα χαλεπῆς καὶ ἀξυμφόρου πᾶσι τοῖς θνητοῖς παιδιᾶς, αἰτησάμενον παρὰ τοῦ πατρὸς ἐπιστῆναι τῷ δίφρῳ, φερόμενόν τε ἀτάκτως πάντα καταφλέξαι ζῷα καὶ φυτά, καὶ τέλος αὐτὸν διαφθαρῆναι πληγέντα ὑπὸ κρείττονος πυρός.

他们说,希腊人仅记得这一场灾难发生过一次,便将其归咎于法厄同,因为他们无法指责宙斯的驾驭,也不愿归咎于太阳的运行。因此他们声称,是太阳的凡人儿子这位年轻的御者,贪图一场对所有凡人既残酷又无益的玩闹,向父亲乞求登上车座,随后毫无章法地狂奔,将所有的动物与植物焚烧殆尽,最终自己也被一股更强大的天火击中而覆灭。

语法注4 条
  1. 36.43αὐγῆς τῆς καθαρωτάτης

    性质属格或构成材料属格,补充修饰前文的 λαμπρόν,意为“由至纯的光华构成”。

  2. 36.46οὐχ ὅπως πτερωτός

    惯用句型 οὐχ ὅπως 表示“非但没有……”或“休提……”,否定前文天马所具备的带翼特征。

  3. 36.47συνερείδειν δὲ πανταχόθεν αὑτῷ τοῖς μέρεσι

    描绘第四匹马(大地)自我支撑的稳定结构。αὑτῷ 为与格反身代词(“向着自身”),τοῖς μέρεσι 为手段与格(“凭借自身各部分”),表现其各部分从四面八方向核心相互挤压支撑。

  4. 36.48τοῦτο δὲ τὸ πάθος ἅπαξ Ἕλληνας μνημονεύοντάς φασι Φαέθοντι προσάπτειν

    由主动词 φασί 支配的带不定式宾格结构,Ἕλληνας 为不定式 προσάπτειν 的逻辑主语,τοῦτο τὸ πάθος 为直接宾语,Φαέθοντι 为间接宾语(与格)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:36.43-36.48