- 底本
- Dio Chrysostom. Dionis Prusaensis quem vocant Chrysostomum quae extant omnia. Vols. I and II. Arnim, Hans Friedrich August von, editor. Berlin: Weidmann, 1893-96.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:36.36-36.42
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
在赞许哲学家关于宇宙城邦与普遍正义的观点后,演说者引入了源自波斯拜火僧与琐罗亚斯德的至高宇宙战车神话,阐述统摄全宇宙的神圣运行的伟大之处。
οἷς πειθόμενοι οἱ ἄνθρωποι Διὸς βασιλέως ἱδρύονται βωμούς, καὶ δὴ καὶ πατέρα αὐτὸν οὐκ ὀκνοῦσι προσαγορεύειν τινὲς ἐν ταῖς εὐχαῖς, ὡς τοιαύτης τινὸς ἀρχῆς καὶ συστάσεως οὔσης τοῦ παντός. ὥστε ταύτῃ γε οὐδὲ οἶκον δοκοῦσί μοι ὀκνῆσαι ἂν ἀποφήνασθαι τοῦ Διὸς τὸν ἅπαντα κόσμον, εἴπερ ἐστὶ πατὴρ τῶν ἐν αὐτῷ, καὶ νὴ Δία πόλιν, ὥσπερ ἡμεῖς προσεικάζομεν κατὰ τὴν μείζονα ἀρχήν.
人们顺从这些教诲,为“万王之王宙斯”建立祭坛,甚至有些人在祈祷中也毫不犹豫地称他为父,因确信万物的本原与构成实乃如此。因此,依我看,只要宙斯确实是其中造物的父亲,他们就绝不会迟疑于宣布整个宇宙是宙斯的家园,并且指着宙斯起誓,也正如我们根据更崇高的统御权所类比的那样,宣布它为一个城邦。
βασιλεία γὰρ πόλει μᾶλλον ἢ οἴκῳ πρεπόντως ἂν λέγοιτο. οὐ γὰρ δὴ βασιλέα εἰπόντες τὸν ἐπὶ τῶν ὅλων οὐκ ἂν βασιλεύεσθαι τὸ ὅλον ὁμολογοῖεν1 οὐδὲ βασιλεύεσθαι φήσαντες οὐκ ἂν πολιτεύεσθαι φαῖεν οὐδὲ εἶναι πολιτείαν τοῦ παντός. πολιτείαν δ’ αὖ συγχωροῦντες πόλιν οὐκ ἂν ἀποτρέποιντο ὁμολογεῖν ἤ τι τούτῳ παραπλήσιον τὸ πολιτευόμενον.
因为王制用来指称一个城邦,比用来指称一个家室更为妥当。因为他们既然称统摄万物者为王,自然不会不承认万物是依王权受统辖的;既然称万物依王权受统辖,自然不会否认它在按政治方式治理,也不会否认全宇宙拥有政体。而一旦承认了政体,他们就不会拒绝承认这受治理的实体乃是一个城邦或与此极为类似之物。
ὅδε μὲν οὖν ὁ τῶν φιλοσόφων λόγος, ἀγαθὴν καὶ φιλάνθρωπον ἀποδεικνὺς κοινωνίαν δαιμόνων καὶ ἀνθρώπων, μεταδιδοὺς νόμου καὶ πολιτείας οὐ τοῖς τυχοῦσι τῶν ζῴων, ἀλλ’ ὅσοις μέτεστι λόγου καὶ φρονήσεως, πολὺ κρείττω καὶ δικαιοτέραν τῆς Λακωνικῆς νομοθεσίας εἰσηγούμενος, καθ’ ἣν οὐδὲ ὑπάρχει τοῖς Εἵλωσι γενέσθαι Σπαρτιάταις· ὅθεν δὴ διατελοῦσιν ἐπιβουλεύοντες τῇ Σπάρτῃ.
这便是哲学家的学说,它证明了神明与人类之间善美且博爱的共同体,并非将法律与城邦生活赋予随意的动物,而是赋予一切分有理性与思虑的存在,从而引入了一种远比斯巴达立法更优越、更正义的秩序——在斯巴达立法下,黑劳士(奴隶)甚至根本不可能成为斯巴达公民,这也正是他们不断图谋颠覆斯巴达的原因。
ἕτερος δὲ μῦθος ἐν ἀπορρήτοις τελεταῖς ὑπὸ μάγων ἀνδρῶν ᾅδεται θαυμαζόμενος, οἳ τὸν θεὸν τοῦτον ὑμνοῦσιν ὡς τέλειόν τε καὶ πρῶτον ἡνίοχον τοῦ τελειοτάτου ἅρματος. τὸ γὰρ Ἡλίου ἅρμα νεώτερόν φασιν εἶναι πρὸς ἐκεῖνο κρινόμενον, φανερὸν δὲ τοῖς πολλοῖς, ἅτε προδήλου γιγνομένης τῆς φορᾶς. ὅθεν κοινῆς φήμης τυγχάνειν,2 ὡς ἔοικεν, ἀπὸ πρώτων σχεδόν τι τῶν ποιητῶν τῶν ἀνατολὰς καὶ δύσεις ἑκάστοτε λεγόντων κατὰ ταὐτὰ πάντων ἐξηγουμένων ζευγνυμένους τε τοὺς ἵππους καὶ τὸν Ἥλιον αὐτὸν ἐπιβαίνοντα τοῦ δίφρου.
然而,另有一则神话由拜火僧(马戈斯)在秘密仪式中满怀崇敬地吟唱,他们歌颂这位神祇是最完美战车的完美且至初的御者。因为他们说,太阳的战车与那乘战车相比实属后起之物,但由于其运行显而易见,故而在大众面前是清晰可见的。因此,它似乎几乎从最早的诗人们起便广为人知,那些诗人们始终谈论着日出与日落,无不一致地描绘着马匹被套上轭具,以及太阳亲自登上车座的景象。
τὸ δὲ ἰσχυρὸν καὶ τέλειον ἅρμα τὸ Διὸς οὐδεὶς ἄρα ὕμνησεν ἀξίως τῶν τῇδε οὔτε Ὅμηρος οὔτε Ἡσίοδος, ἀλλὰ Ζωροάστρης καὶ μάγων παῖδες ᾅδουσι παρ’ ἐκείνου μαθόντες· ὃν Πέρσαι λέγουσιν ἔρωτι σοφίας καὶ δικαιοσύνης ἀποχωρήσαντα τῶν ἄλλων καθ’ αὑτὸν ἐν ὄρει τινὶ ζῆν·3 ἔπειτα ἁφθῆναι τὸ ὄρος πυρὸς ἄνωθεν πολλοῦ κατασκήψαντος συνεχῶς τε κάεσθαι. τὸν οὖν βασιλέα σὺν τοῖς ἐλλογιμωτάτοις Περσῶν ἀφικνεῖσθαι πλησίον, βουλόμενον εὔξασθαι τῷ θεῷ· καὶ τὸν ἄνδρα ἐξελθεῖν ἐκ τοῦ πυρὸς ἀπαθῆ, φανέντα δὲ αὐτοῖς ἵλεων θαρρεῖν κελεῦσαι καὶ θῦσαι θυσίας τινάς, ὡς ἥκοντος εἰς τὸν τόπον τοῦ θεοῦ.
然而,对于宙斯那强盛而完美的战车,我们这里的诗人,无论是荷马还是赫西俄德,都未曾作出相称的歌咏;唯有琐罗亚斯德和拜火僧的后裔们承袭其教导而予以歌唱。波斯人说,他出于对智慧和正义的热爱而脱离众人,独自居住在某座山上;后来,天降大火倾泻于山,烈焰连绵燃烧。于是国王率领波斯最显赫的人士来到近旁,欲向神明祈祷;而此人竟安然无恙地从火中走出,并向他们显出慈祥的面容,嘱咐他们放宽心,献上某些祭礼,因为神明已降临该地。
συγγίγνεσθαί τε μετὰ ταῦτα οὐχ ἅπασιν, ἀλλὰ τοῖς ἄριστα πρὸς ἀλήθειαν πεφυκόσι καὶ τοῦ θεοῦ ξυνιέναι δυναμένοις, οὓς Πέρσαι μάγους ἐκάλεσαν, ἐπισταμένους θεραπεύειν τὸ δαιμόνιον, οὐχ ὡς Ἕλληνες ἀγνοίᾳ τοῦ ὀνόματος οὕτως ὀνομάζουσιν ἀνθρώπους γόητας. ἐκεῖνοι δὲ τά τε ἄλλα δρῶσι κατὰ λόγους ἱεροὺς καὶ δὴ τῷ Διὶ τρέφουσιν ἅρμα Νισαίων ἵππων· οἱ δέ εἰσι κάλλιστοι καὶ μέγιστοι τῶν κατὰ τὴν Ἀσίαν· τῷ δέ γε Ἡλίῳ ἕνα ἵππον.
此后,据说他并不与所有人交往,而只结交那些在真理上天资极佳且能够理解神明之人,波斯人称这些人为“马戈斯”,他们懂得如何侍奉神灵,而非如希腊人因不辨其名而将巫师术士唤作此名。那些人除了依照圣言行事外,特别为宙斯豢养了一乘尼萨马的战车——这是全亚洲最俊美、最硕大的良马——而为太阳则豢养一匹马。
ἐξηγοῦνται δὲ τὸν μῦθον οὐχ ὥσπερ οἱ παρ’ ἡμῖν προφῆται τῶν Μουσῶν ἕκαστα φράζουσι μετὰ πολλῆς πειθοῦς, ἀλλὰ μάλα αὐθαδῶς. εἶναι γὰρ δὴ τοῦ ξύμπαντος μίαν ἀγωγήν τε καὶ ἡνιόχησιν ὑπὸ τῆς ἄκρας ἐμπειρίας τε καὶ ῥώμης γιγνομένην ἀεί, καὶ ταύτην ἄπαυστον ἐν ἀπαύστοις αἰῶνος περιόδοις. τοὺς δὲ Ἡλίου καὶ Σελήνης δρόμους, καθάπερ εἶπον, μερῶν εἶναι κινήσεις, ὅθεν ὑπ’ ἀνθρώπων ὁρᾶσθαι σαφέστερον. τῆς δὲ τοῦ ξύμπαντος κινήσεως καὶ φορᾶς μὴ ξυνιέναι τοὺς πολλούς, ἀλλ’ ἀγνοεῖν τὸ μέγεθος τοῦδε τοῦ ἀγῶνος.
他们阐释这则神话时,并不像我们这里的缪斯预言者那样以充满说服力的方式讲述细节,而是极为傲然决然。因为他们宣称,全宇宙存在着唯一的统摄与驾驭,它始终由极致的技艺与力量所实现,并且在永恒无休止的周期中无休无止;而正如我所说,太阳与月亮的轨迹乃是局部的运动,因而能被凡人看得更真切。然而对于整个宇宙的运转与趋向,大众却无法领会,对这一宏大竞逐的壮阔茫然无知。
- 36.37οὐ γὰρ δὴ βασιλέα εἰπόντες τὸν ἐπὶ τῶν ὅλων οὐκ ἂν βασιλεύεσθαι τὸ ὅλον ὁμολογοῖεν
由句首否定词 οὐ 与主句动词前的 οὐκ ἂν ... ὁμολογοῖεν 构成的双重否定(曲言法),表示必然的逻辑推论:“既然称统摄万物者为王,他们绝不会不承认万物是按王道受治理的(即必然会承认)”。紧接其后的 οὐδὲ ... οὐκ ἂν ... φαῖεν 亦延续了这一相同的句式结构。
- 36.39ὅθεν κοινῆς φήμης τυγχάνειν
不定式 τυγχάνειν 延续了由前句中的 φασίν(“他们说”)所统领的间接引语(带格不定式)结构,其逻辑主语为前文所提及的“太阳的战车(或太阳自身)”。
- 36.40ὃν Πέρσαι λέγουσιν ἔρωτι σοφίας καὶ δικαιοσύνης ἀποχωρήσαντα τῶν ἄλλων καθ’ αὑτὸν ἐν ὄρει τινὶ ζῆν
关系代词 ὃν 作为不定式 ζῆν 的逻辑主语(宾格),受动词 λέγουσιν 支配,并与分词 ἀποχωρήσαντα 保持格的一致。随后的多个不定式 ἁφθῆναι、ἀφικνεῖσθαι、ἐξελθεῖν、κελεῦσαι 及 συγγίγνεσθαι 皆统属于该 λέγουσιν 之下,以间接引语叙述波斯人关于琐罗亚斯德的传说故事。
