- 底本
- Dio Chrysostom. Dionis Prusaensis quem vocant Chrysostomum quae extant omnia. Vols. I and II. Arnim, Hans Friedrich August von, editor. Berlin: Weidmann, 1893-96.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:36.29-36.35
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
讲述者阐明,宇宙之所以被比喻为“城邦”,是因其在至高神王权统摄下的统合治理与理性秩序。他进而指出,古老诗人称神为“父与王”,并非出于完备的哲学认识,而是如同秘仪门外的仆从偶窥端倪一般,仅凭局部的神圣灵感。
ταῦτα δὲ εἰπὼν πρὸς ἐκεῖνον οὐδὲν ἧττον ὑπεκίνουν καὶ ἀνεφερόμην τρόπον τινὰ ἀναμνησθεὶς Πλάτωνός τε καὶ Ὁμήρου. τὸ μὲν δὴ τῆς πόλεως οὕτως, ἔφην, δεῖ ἀκούειν ὡς οὐκ ἄντικρυς τῶν ἡμετέρων τὸν κόσμον ἀποφαινομένων πόλιν·1 ἐναντίον γὰρ ἂν ὑπῆρχε τοῦτο τῷ λόγῳ τῷ περὶ τῆς πόλεως, ἥν, ὥσπερ οὖν εἶπον, σύστημα ἀνθρώπων ὡρίσαντο· ἅμα τε οὐκ ἦν ἴσως πρέπον οὐδὲ πιθανὸν κυρίως εἰπόντας εἶναι τὸν κόσμον ζῷον ἔπειτα φάσκειν ὡς ἔστι πόλις·
我对他说完这番话后,想起柏拉图和荷马,心中依然不免有些触动并受到鼓舞。“关于城邦的说法,”我说道,“应当这样理解:我们学派的人并非径直宣布宇宙就是一个城邦。因为这会与关于城邦的定义相抵触——正如我方才所说,他们把城邦定义为人类的结合体;同时,在准确地说明宇宙是一个活物之后,转而声称它是一个城邦,这恐怕既不妥当,也难以令人信服。
τὸ γὰρ αὐτὸ πόλιν τε καὶ ζῷον οὐκ ἂν οἶμαι ῥᾳδίως ὑπομένοι τις ὑπολαβεῖν. ἀλλὰ τὴν νῦν διακόσμησιν, ὁπηνίκα διῄρηται καὶ μεμέρισται τὸ πᾶν εἰς πολλάς τινας μορφὰς φυτῶν τε καὶ ζῴων θνητῶν καὶ ἀθανάτων, ἔτι δὲ ἀέρος καὶ γῆς καὶ ὕδατος καὶ πυρός, ἓν οὐδὲν ἧττον πεφυκὸς ἐν ἅπασι τούτοις καὶ μιᾷ ψυχῇ καὶ δυνάμει διεπόμενον, ἁμῃγέπῃ πόλει προσεικάζουσι2 διὰ τὸ πλῆθος τῶν ἐν αὐτῇ γιγνομένων τε καὶ ἀπογιγνομένων, ἔτι δὲ τὴν τάξιν καὶ τὴν εὐκοσμίαν τῆς διοικήσεως.
因为我认为,没有人会轻易容忍把同一事物既看作城邦又看作活物。然而,当万物被划分并分配为植物以及必死与不死的动物的诸多形态,进而分为气、土、水、火,而宇宙在这所有事物中依然天然合为一体,并受单一的灵魂与力量统摄之时,由于其内部生成与消亡之物的繁多,加之其统治秩序的井然与美善,人们便在某种意义上将现今的这一宇宙秩序比作城邦。
ὁ δὲ λόγος οὗτος ἔμβραχυ ἐσπούδακε ξυναρμόσαι τῷ θείῳ τὸ ἀνθρώπειον γένος καὶ ἑνὶ λόγῳ περιλαβεῖν πᾶν τὸ λογικόν, κοινωνίας ἀρχὴν καὶ δικαιοσύνης μόνην ταύτην ἰσχυρὰν καὶ ἄλυτον εὑρίσκων. πόλις μὲν γὰρ δὴ κατὰ τοῦτο ἂν εἴη λεγομένη μὰ Δἴ οὐ φαύλων οὐδὲ μικρῶν τυχοῦσα ἡγεμόνων οὐδὲ ὑπὸ τυράννων τε καὶ δήμων καὶ δεκαρχιῶν δὴ καὶ ὀλιγαρχιῶν καί τινων ἄλλων τοιούτων ἀρρωστημάτων διαφορουμένη καὶ στασιάζουσα τὸν ἅπαντα χρόνον, ἀλλὰ τῇ σωφρονεστάτῃ καὶ ἀρίστῃ βασιλείᾳ κεκοσμημένη, τῷ ὄντι βασιλευομένη κατὰ νόμον μετὰ πάσης φιλίας καὶ ὁμονοίας· ὅπερ δὴ ὁ σοφώτατος καὶ πρεσβύτατος ἄρχων καὶ νομοθέτης ἅπασι προστάττει θνητοῖς καὶ ἀθανάτοις, ὁ τοῦ ξύμπαντος ἡγεμὼν οὐρανοῦ καὶ τῆς ὅλης δεσπότης οὐσίας, αὐτὸς οὕτως ἐξηγούμενος καὶ παράδειγμα παρέχων τὴν αὑτοῦ διοίκησιν τῆς εὐδαίμονος καὶ μακαρίας καταστάσεως· ὃν οἱ θεῖοι ποιηταὶ μαθόντες ἐκ Μουσῶν ὑμνοῦσιν ἅμα καὶ ὀνομάζουσι πατέρα θεῶν καὶ ἀνθρώπων.
简而言之,这一学说致力于使人类与神圣者相融洽,并用唯一的理性囊括一切理性存在,认定唯有这才是共同体与正义坚固不可破的根基。因为按此意义所称的城邦——以宙斯之名起誓——既没有遇上平庸微贱的统治者,也没有在僭主、平民政体、十人寡头会、寡头政体以及诸如此类的弊病之下被撕裂并陷入永无休止的内讧;相反,它是由最节制、最优秀的王制所修饰,真正依法受到君王治理,伴随着完全的友爱与和谐; 这正是最智慧、最古老的统治者和立法者向所有必死与不死者所颁布的命令,他是全天的指引者和全部实质的主宰,他自己如此引领,并将自身的治理提供为幸福与蒙福状态的典范;神圣的诗人们从缪斯那里得知他,便在赞颂他的同时称他为众神与人类的父亲。
κινδυνεύει γὰρ οὖν δὴ τὸ ποιητικὸν γένος οὐ πάνυ ἄστοχον εἶναι τῶν ἱερῶν λόγων οὐδὲ ἄπο στόχου φθέγγεσθαι τὰ τοιαῦτα πολλάκις, οὐ μέντοι οὐδὲ μεμυῆσθαι καθαρῶς κατὰ θεσμὸν καὶ νόμον τῶν μυουμένων οὐδὲ εἰδέναι τοῦ ξύμπαντος πέρι τῆς ἀληθείας σαφὲς οὐδέν, ὡς ἔπος εἰπεῖν· ἀτεχνῶς δὲ ἔοικεν ὅμοιον εἶναι τοῖς ἔξω περὶ θύρας ὑπηρέταις τῶν τελετῶν, πρόθυρα κοσμοῦσι καὶ βωμοὺς τοὺς ἐν τῷ φανερῷ καὶ τὰ ἄλλα τὰ τοιαῦτα παρασκευάζουσιν, οὐδέ ποτ’ ἔνδον παριοῦσιν. ὅθεν δὴ καὶ θεράποντας Μουσῶν αὑτοὺς ὀνομάζουσιν, οὐ μύστας οὐδὲ ἄλλο σεμνὸν ὄνομα.
因为诗人群体很可能对神圣的道理并非全无领悟,他们屡屡说出此类话语也并非离题万里;然而,他们绝未按照受秘仪者的规矩与法则得到纯正的灌顶,对宇宙的真理也谈不上有什么明确的认知,可以说一无所知;他们完全就像秘仪门外伺候的仆役,装饰门厅,侍奉露天的祭坛,准备其他诸如此类的器物,却从未步入内殿。因此,他们才自称为缪斯的仆从,而不是秘仪参入者或其他尊崇的称号。
οὐκοῦν, ὡς ἔφην, τούς τε πλησίον ἀναστρεφομένους τελετῆς τινος πρὸς ταῖς εἰσόδοις εἰκὸς τό γε τοσοῦτον τῶν ἔνδοθεν αἰσθάνεσθαί3 τινος, ἤτοι ῥήματος ἐκβοηθέντος ἑνὸς μυστικοῦ ἢ πυρὸς ὑπερφανέντος, καὶ τοῖς ποιηταῖς ἐνίοτε, λέγω δὲ τοῖς πάνυ ἀρχαίοις, φωνή τις ἐκ Μουσῶν ἀφίκετο βραχεῖα καί πού τις ἐπίπνοια θείας φύσεώς τε καὶ ἀληθείας, καθάπερ αὐγὴ πυρὸς ἐξ ἀφανοῦς λάμψαντος· ἃ ἔπασχον ἐκ Μουσῶν καὶ κατείχοντο Ὅμηρός τε καὶ Ἡσίοδος.
因此,正如我所说,那些在某种秘仪入口附近活动的人,理所当然能感知到内殿传出的些许动静,或是一句被呼喊出的神秘隐语,或是骤然显现的火光;同样,对那些诗人们——我指的是极为古老的诗人们——有时也会从缪斯那里传来短暂的呼声,不知何处也会吹来神圣本性与真理的灵感,宛如自暗处闪烁而出的火光;这些正是荷马与赫西俄德从缪斯那里所经受的,他们也由此被附体。
οἱ δὲ μετ’ ἐκείνους ὕστερον ἐπὶ σκηνὰς καὶ θέατρα τὴν αὑτῶν σοφίαν ἀγαγόντες ἀμύητοι ἀμυήτοις πολλάκις ἐξέφερον ἀτελῆ παραδείγματα ὀργίων· θαυμαζόμενοι δὲ ὑπὸ τῶν πολλῶν ἐπεχείρουν αὐτοὶ τελεῖν τὸν ὄχλον, τῷ ὄντι βακχείων τινὰς σκηνὰς ἀκαλύπτους πηξάμενοι ἔν τισι τραγικαῖς τριόδοις. οὗτοι δ’ οὖν πάντες οἱ ποιηταὶ κατὰ ταὐτὰ τὸν πρῶτον καὶ μέγιστον θεὸν πατέρα καλοῦσι συλλήβδην ἅπαντος τοῦ λογικοῦ γένους καὶ δὴ καὶ βασιλέα.
而在他们之后将自己的智慧带上舞台和剧场的人,自身未入秘仪,却屡屡向同样未入秘仪者展现残缺不全的仪式范例;他们受到大众的赞叹,便企图亲自为民众主持秘仪,真正在悲剧的三岔路口搭起毫无遮蔽的巴克科斯狂欢棚屋。但无论如何,所有这些诗人都同样将至高至大的神统称为一切理性种类的父亲,而且确实也称他为王者。”
- 36.29ὡς οὐκ ἄντικρυς τῶν ἡμετέρων τὸν κόσμον ἀποφαινομένων πόλιν
连词 ὡς 引导属格独立结构(τῶν ἡμετέρων ... ἀποφαινομένων),表示主观认识或前提设定:“应当理解为我们这派人(哲学家)并非径直宣称宇宙是城邦”。τῶν ἡμετέρων 作分词 ἀποφαινομένων 的逻辑主语,后者带宾语 τὸν κόσμον 及宾语补足语 πόλιν,构成双重宾格结构。
- 36.30ἀλλὰ τὴν νῦν διακόσμησιν, ὁπηνίκα διῄρηται καὶ μεμέρισται τὸ πᾶν ... ἁμῃγέπῃ πόλει προσεικάζουσι
句首的宾格宾语 τὴν νῦν διακόσμησιν 与其支配动词 προσεικάζουσι 之间被长篇的时间从句(ὁπηνίκα...)及分词短语(ἓν ... πεφυκός, διεπόμενον)所隔开,形成超步法(hyperbaton)。全句的核心骨架为:“然而,当……之时,人们在某种意义上将现今的这一秩序(τὴν νῦν διακόσμησιν)比作城邦(πόλει προσεικάζουσι)”。
- 36.34τούς τε πλησίον ἀναστρεφομένους τελετῆς τινος πρὸς ταῖς εἰσόδοις εἰκὸς τό γε τοσοῦτον τῶν ἔνδοθεν αἰσθάνεσθαι
非人称形容词 εἰκός(省略 ἐστί)支配带不定式的宾格句(τούς ... ἀναστρεφομένους ... αἰσθάνεσθαι)。该句通过 τε ... καί 与后文的 καὶ τοῖς ποιηταῖς ... φωνή τις ... ἀφίκετο 形成呼应,构成类比句式:“正如在秘仪入口附近活动的人感知到……是自然合理的,同样,对诗人们而言也有呼声传来……”。
