← 金嘴狄翁

演说集

§36.24-36.28

耶罗松的请求与论说神圣城邦的许诺

正当第翁准备转向论述凡俗城邦时,长者耶罗松插话请求他推迟凡人城邦的论题,转而以柏拉图式的文风阐说神圣的宇宙城邦与秩序。第翁欣然答应老人的请求,表示虽不敢同荷马或柏拉图相较,但必当倾尽热忱予以讲论。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§36.24

ἐγὼ μὲν οὖν πρός τι τοιοῦτον ὥρμων τῷ λόγῳ. μεταξὺ δὲ τῶν παρόντων εἷς ἐφθέγξατο εἰς τὸ μέσον, ὅσπερ ἦν πρεσβύτατος αὐτῶν καὶ μέγιστον ἀξίωμα ἔχων, εἶπε δὲ πάνυ εὐλαβούμενος, Μηδαμῶς, ὦ ξένε, ἄγροικον μηδὲ βαρβαρικὸν ἡγήσῃ τὸ τοιοῦτον, ὅτι μεταξὺ λέγοντί σοι ἐμποδὼν ἐγενόμην. παρ’ ὑμῖν μὲν γὰρ οὐκ ἔθος ἐστὶ τὸ τοιοῦτο διὰ τὸ πολλὴν ἀφθονίαν εἶναι τῶν ἐκ φιλοσοφίας λόγων καὶ περὶ παντὸς ὅτου ἂν ἐπιθυμῇ τις ἐξεῖναι παρὰ πολλῶν ἀκοῦσαι· παρ’ ἡμῖν δὲ ὥσπερ τέρας τι τοῦτο πέφηνε τὸ σὲ ἡμῖν ἀφικέσθαι.

我当时正准备在论说中转向诸如此类的话题。然而正在中途,在座的人中有一人挺身发言;他是他们当中年纪最长、声望最高的一位,他极其恭敬地说道:“远方的客人,请决不要认为这等举动粗鄙或野蛮,因我在你讲话的中途打断了你。因为在你们那里,这种举动并不合乎习俗,因为那里有极其丰盛的哲学论述,任何人想听什么,都能从众人那里听到;但在我们这里,你的到来对我们而言简直就像一个奇迹。

§36.25

τὸ δὲ λοιπὸν σχεδόν τι δεῦρο ἀφικνοῦνται1 ὀνόματι Ἕλληνες, τῇ δὲ ἀληθείᾳ βαρβαρώτεροι ἡμῶν, ἔμποροι καὶ ἀγοραῖοι, ῥάκη φαῦλα καὶ οἶνον πονηρὸν εἰσκομίζοντες καὶ τά γε παρ’ ἡμῶν οὐδὲν βελτίω τούτων ἐξαγόμενοι. σὲ δὲ αὐτὸς ἡμῖν ὁ Ἀχιλλεὺς ἔοικε δεῦρο ἀπὸ τῆς νήσου διαπέμψαι, καί σε πάνυ μὲν ἡδέως ὁρῶμεν, πάνυ δὲ ἡδέως ἀκούομεν ὅ,τι ἂν λέγῃς. οὐ μέντοι πολύν τινα χρόνον ἡγούμεθα ἔσεσθαι τοῦτον οὐδὲ βουλόμεθα, ἀλλά σε εὖ πράξαντα οἴκαδε κατελθεῖν τὴν ταχίστην.

至于平日来到这里的其他人,几乎都只是名义上的希腊人,实际上比我们还要野蛮——他们是商贩与市井之徒,运来劣质的破布和酸臭的酒,又从我们这里运走绝不比这些更好的货物。然而,似乎正是阿喀琉斯亲自从那座岛上将你派遣到我们这里;我们极其欣喜地看见你,也极其欣喜地倾听你所说的一切。不过,我们并不认为这段时间会很长,也不希望如此,而是希望你诸事顺遂,尽早返回故乡。

§36.26

νῦν οὖν ἐπεὶ ἥψω τῷ λόγῳ τῆς θείας διοικήσεως, αὐτός τε ἀνεπτέρωμαι δαιμονίως καὶ τούσδε ὁρῶ πάντας ὀργῶντας πρὸς ἐκεῖνον τὸν λόγον· καὶ γὰρ ἡμῖν ἔδοξας μεγαλοπρεπῶς καὶ τοῦ πράγματος οὐκ ἀναξίως ὅσα εἶπες εἰρηκέναι καὶ ὡς ἂν μάλιστα ἡμεῖς βουλοίμεθα ἀκοῦσαι. τῆς μὲν γὰρ ἀκριβεστέρας ταύτης φιλοσοφίας ἄπειροί ἐσμεν, Ὁμήρου δέ, ὡς οἶσθα, ἐρασταὶ καί τινες οὐ πολλοὶ Πλάτωνος· ὧν δὴ κἀμὲ ὁρᾷς ὄντα, ἀεί ποτε ἐντυγχάνοντα τοῖς ἐκείνου ὅπως ἂν δύνωμαι· καίτοι ἴσως ἄτοπον βαρβαρίζοντα τῶν πολιτῶν μάλιστα τῷ ἑλληνικωτάτῳ καὶ σοφωτάτῳ χαίρειν καὶ ξυνεῖναι, καθάπερ εἴ τις μικροῦ τυφλὸς2 τὸ μὲν ἄλλο φῶς ἀποστρέφοιτο, πρὸς αὐτὸν δὲ τὸν ἥλιον ἀναβλέποι.

如今,既然你在论说中触及了神圣的统治秩序,我本人固然惊异地欢欣鼓舞,也看到在座的所有人对那一论题都渴望不已。因为在我们看来,你所说的这番话既宏伟瑰丽,又绝无愧于这一题材,而且正合乎我们最渴望倾听的方式。因为我们对这种更为严谨的哲学毫无经验,但如你所知,我们是荷马的热爱者,也有少数人热爱柏拉图;你看到我也正属其中之一,总是尽己所能研读他的著作。虽然,在公民中操着最不纯正希腊语的人,却最喜爱并研习最纯正、最智慧的希腊大家,这或许很荒唐,犹如一个几乎失明的人避开其他光线,却径直仰望太阳本身一样。

§36.27

ἔχει μὲν δὴ τὰ ἡμέτερα οὕτως. σὺ δὲ εἰ θέλεις πᾶσιν ἡμῖν χαρίσασθαι, τὸν μὲν ὑπὲρ τῆς θνητῆς πόλεως ἀναβαλοῦ λόγον, ἐὰν ἄρα σχολὴν ἡμῖν οἱ γείτονες παράσχωσιν εἰς αὔριον καὶ μὴ δέῃ προσγυμνάζεσθαι αὐτοῖς, ὥσπερ ἔθος ἡμῖν τὸ πολύ· περὶ δὲ τῆς θείας εἴτε πόλεως εἴτε διακοσμήσεως φίλον σοι καλεῖν, εἰπὲ ὅπῃ τε καὶ ὅπως ἔχει, ὡς δύνασαι ἐγγύτατα τείνων τῆς τοῦ Πλάτωνος ἐλευθερίας περὶ τὴν φράσιν, οἷον δὴ καὶ ἄρτι ποιεῖν ἡμῖν ἔδοξας. εἰ γὰρ μηδενὸς ἄλλου, τῆς γε φωνῆς ξυνίεμεν ὑπὸ συνηθείας ὅτι οὐ σμικρὸν οὐδὲ πόρρω τοῦ Ὁμήρου φθέγγεται.

我们的境况大体就是如此。但若你愿意使我们大家感到欣悦,就请将关于凡人城邦的论述推迟吧——如果我们的邻邦明日真能给我们闲暇,而不必像我们通常的惯例那样与他们交战的话;而关于神圣的事物,无论你乐于称其为城邦还是宇宙秩序,请告诉我们它究竟如何、其状况又是怎样,尽你所能去贴近柏拉图在措辞上的自由流畅,正如你刚才向我们展现的那样。因为哪怕我们对其余一无所知,至少凭借习惯,我们也能听出这言语绝非微弱,亦非远离荷马的声调。”

§36.28

κἀγὼ σφόδρα γε ἥσθην τῇ ἁπλότητι τοῦ πρεσβύτου, καὶ γελάσας εἶπον, Ὦ φίλε Ἱεροσῶν, εἴ με ἐκέλευες χθὲς εἰσβεβληκότων ὑμῖν τῶν πολεμίων λαβόντα ὅπλα ὥσπερ τὸν Ἀχιλλέα μάχεσθαι, τὸ μὲν ἕτερον3 ἐπείσθην ἄν, πειρώμενος ἀμύνεσθαι ὑπὲρ ἀνδρῶν φίλων, τὸ δὲ ἕτερον οὐκ ἂν οἶμαι ἐδυνάμην, καίτοι σφόδρα βουλόμενος, ὁμοίως τῷ Ἀχιλλεῖ ἀγωνίζεσθαι. καὶ νῦν ὧν κελεύεις ποιήσω τὸ ἕτερον, προθυμήσομαι εἰπεῖν τὸν λόγον, ὡς ἂν ἐγὼ δύνωμαι κατ’ ἐμαυτόν· "ἀνδράσι δὲ προτέροισιν ἐριζέμεν οὐκ ἐθελήσω, "οὔτε Πλάτωνι οὔτε Ὁμήρῳ. οὐ γάρ τοι οὐδὲ τῷ Εὐρύτῳ φησὶ συνενεγκεῖν ὁ ποιητὴς ὅτι ἤριζε πρὸς τοὺς κρείττονας. οὐ μέντοι σπουδῆς γε, ἔφην, οὐδὲν ἀπολείψομεν.

我也对这位老人的朴实深感愉悦,笑着说道:“亲爱的耶罗松,如果你昨天趁敌人入侵你们时命令我拿起武器像阿喀琉斯那样战斗,我固然会顺从其中一件,尽力为友好的朋友们御敌防卫;但我认为另一件我绝做不到,即使我万分渴望,我也无法像阿喀琉斯那样奋战。如今在你所命令的事情中,我也将去做其中一件:我将尽自己所能,欣然发表这番言论; ‘但我绝不愿同前代之人相争’—— 既不与柏拉图相争,也不与荷马相争。因为诗人确实说过,欧律托斯与更优越者相争,并无益处。然而,”我说,“在热忱上,我们绝不会有丝毫逊色。”

语法注3 条
  1. 36.25τὸ δὲ λοιπὸν σχεδόν τι δεῦρο ἀφικνοῦνται

    τὸ λοιπόν 在此并非表示时间的“今后/从此”,而是作为宾格状语表示“至于其他人/在其余方面”。它与前文的 παρ’ ἡμῖν δὲ … τὸ σὲ ἡμῖν ἀφικέσθαι(“你的到来”)相对照,引出平日来到此地的“其余之辈(商贩与市井之徒)”。

  2. 36.26μικροῦ τυφλὸς

    μικροῦ 为属格副词用法,相当于 μικροῦ δεῖν(“几乎”、“差一点”),修饰形容词 τυφλός,意为“几乎失明的”。它界定了后文比喻的主体:避开一般光线,却径直仰望太阳本身。

  3. 36.28τὸ μὲν ἕτερον... τὸ δὲ ἕτερον

    这两个短语分别指代前文中老人假设性指令(λαβόντα ὅπλα ὥσπερ τὸν Ἀχιλλέα μάχεσθαι)所包含的两个要素:τὸ μὲν ἕτερον 指“拿起武器为朋友御敌作战”,τὸ δὲ ἕτερον 指“像阿喀琉斯那样英勇战斗”。第翁随后在 νῦν ὧν κελεύεις ποιήσω τὸ ἕτερον(“如今你所要求的两件事中,我也只做一件”)中呼应了这一对比。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:36.24-36.28