- 底本
- Dio Chrysostom. Dionis Prusaensis quem vocant Chrysostomum quae extant omnia. Vols. I and II. Arnim, Hans Friedrich August von, editor. Berlin: Weidmann, 1893-96.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:36.18-36.23
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
狄奥提出了城邦依法律治理的本质定义并排除了愚妄的邦国,进而指出唯一真正完美的城邦乃是天界诸神和谐有序的宇宙共同体。
ἐπεὶ δὲ ἡσυχία ἐγένετο, εἶπον ὅτι δοκοῦσί μοι ὀρθῶς ποιεῖν, πόλιν οἰκοῦντες ἀρχαίαν καὶ Ἑλληνίδα, βουλόμενοι ἀκοῦσαι περὶ πόλεως. καὶ πρῶτόν γε, ἔφην, ὅ,τι ἐστὶν αὐτὸ τοῦτο ὑπὲρ οὗ ὁ λόγος γνῶναι1 σαφῶς· οὕτω γὰρ ἂν εἴητε ἅμα ᾐσθημένοι καὶ ὁποῖόν τί ἐστιν. οἱ γὰρ πολλοί, ἔφην, ἄνθρωποι τὸ ὄνομα αὐτὸ ἴσασι καὶ φθέγγονται τοῦ πράγματος ἑκάστου, τὸ δὲ πρᾶγμ’ ἀγνοοῦσιν.
当全场安静下来后,我说道,他们居住在一座古老的希腊城邦,又渴望听闻关于城邦的论述,在我看来做得十分恰当。“首先,”我说,“必须明确知晓我们所讨论的这桩事物本身是什么;因为这样你们才能同时领会它究竟是怎样的事物。因为大众,”我说,“虽然知晓并能道出每一事物的名称,却对其事物本身一无所知。
οἱ δὲ πεπαιδευμένοι τοῦτο φροντίζουσιν, ὅπως καὶ τὴν δύναμιν εἴσονται ἑκάστου οὗ λέγουσιν· οἷον τὸ τοῦ ἀνθρώπου ὄνομα πάντες οὕτω λέγουσιν οἱ ἑλληνίζοντες, ἐὰν δὲ πύθῃ τινὸς αὐτῶν ὅ,τι ἐστὶ τοῦτο, λέγω δὲ ὁποῖόν τι καὶ καθ’ ὃ μηδενὶ τῶν ἄλλων ταὐτόν, οὐκ ἂν ἔχοι εἰπεῖν ἀλλ̓ ἢ δεῖξαι2 μόνον αὑτὸν ἢ ἄλλον, ὥσπερ οἱ βάρβαροι. ὁ δὲ ἔμπειρος τῷ πυνθανομένῳ τί ἐστιν ἄνθρωπος ἀποκρίνεται ὅτι ζῷον λογικὸν θνητόν. τὸ γὰρ τοῦτο εἶναι μόνῳ ἀνθρώπῳ συμβέβηκε καὶ οὐδενὶ ἄλλῳ.
而受过教养的人则留心去弄清自己所言说的每一事物的实质力量。例如,凡是说希腊语的人都会以这种方式说出‘人’这个名称;但如果你询问他们当中的某个人这究竟是什么——我是指它具有怎样的性质,以及依凭什么而不与任何其他事物相同——他除了像野蛮人那样仅仅指指自己或别人之外,便什么也说不出来。然而通晓事理者对询问‘人是什么’的人会回答说,人是有理性的、必死的受造物;因为具备这一特质仅属于人,而不属于任何其他事物。
οὕτως οὖν καὶ τὴν πόλιν φασὶν εἶναι πλῆθος ἀνθρώπων ἐν ταὐτῷ κατοικούντων ὑπὸ νόμου διοικούμενον. ἤδη οὖν δῆλον ὅτι τῆς προσηγορίας ταύτης οὐδεμιᾷ προσήκει τῶν καλουμένων πόλεων τῶν ἀφρόνων καὶ ἀνόμων. οὔκουν οὐδὲ περὶ Νίνου εἴη ἂν ὁ ποιητὴς ὡς περὶ πόλεως εἰρηκώς, ἀφραινούσης γε αὐτῆς. ὥσπερ γὰρ οὐδὲ ἄνθρωπος ἐκεῖνός ἐστιν ᾧ μὴ πρόσεστι τὸ λογικόν, οὕτως οὐδὲ πόλις, ᾗ μὴ συμβέβηκε νομίμῳ εἶναι. νόμιμος δὲ οὐκ ἂν εἴη ποτὲ ἄφρων καὶ ἄκοσμος οὖσα.
因此同样地,人们说城邦是同居一处、依法律治理的人类群体。由此可见,这一称谓显然不适用于那些被称为城邦但实则愚妄且违法的任何城邦。因此,既然尼尼微深陷愚昧,诗人绝不可能将其当作城邦来谈论。因为正如不具备理性的人不配称之为人,不合乎法律规范的事物同样不配称为城邦;而愚妄且无序之邦绝不可能合乎法律。
ἴσως οὖν ζητήσαι ἄν τις, εἰ ἐπειδὰν οἱ ἄρχοντες καὶ προεστῶτες ὦσι φρόνιμοι καὶ σοφοί, τὸ δὲ λοιπὸν πλῆθος διοικῆται κατὰ τὴν τούτων γνώμην νομίμως καὶ σωφρόνως, τὴν τοιαύτην χρὴ καλεῖν3 σώφρονα καὶ νόμιμον καὶ τῷ ὄντι πόλιν ἀπὸ τῶν διοικούντων· ὥσπερ χορὸν ἴσως φαίημεν ἂν μουσικόν, τοῦ κορυφαίου μουσικοῦ ὄντος, τῶν δὲ ἄλλων ἐκείνῳ συνεπομένων καὶ μηδὲν παρὰ μέλος φθεγγομένων ἢ σμικρὰ καὶ ἀδήλως.
因此,或许有人会探究:倘若统治者与掌权者聪慧明智,而其余的大众则遵照他们的意志,合法且节制地被治理,是否应当根据治理者来称这样的共同体为节制、合法且名副其实的城邦;正如当领唱者通晓乐律,而其他人跟随他,绝不发出任何背离旋律的声音,或者即使发出也极微小且不引人察觉时,我们或许会称这个歌队具有音乐素养一样。
ἀγαθὴν μὲν γὰρ ἐξ ἁπάντων ἀγαθῶν πόλιν οὔτε τις γενομένην πρότερον οἶδε οὔτε ποτὲ ὡς ἐσομένην ὕστερον ἄξιον διανοηθῆναι, πλὴν εἰ μὴ θεῶν μακάρων κατ’ οὐρανόν, οὐδαμῶς ἀκίνητον οὐδὲ ἀργήν,4 ἀλλὰ σφοδρὰν οὖσαν καὶ πορευομένην, τῶν μὲν ἡγουμένων τε καὶ πρώτων θεῶν χωρὶς ἔριδος καὶ ἥττης· οὔτε γὰρ ἐρίζειν θεοὺς οὔτε ἡττᾶσθαι θέμις οὔτε ὑπ’ ἀλλήλων ἅτε φίλων οὔτε ὑπὸ ἄλλων κρειττόνων, ἀλλὰ πράττειν ἀκωλύτως τὰ σφέτερα ἔργα μετὰ πάσης φιλίας ἀεὶ πάντων κοινῆς· τῶν μὲν φανερωτάτων πορευομένων ἑκάστου καθ’ ἑαυτόν, οὐ πλανωμένων ἄλλως ἀνόητον πλάνην, ἀλλὰ χορείαν εὐδαίμονα χορευόντων μετά τε νοῦ καὶ φρονήσεως τῆς ἄκρας· τοῦ δὲ λοιποῦ πλήθους ὑπὸ τῆς κοινῆς φορᾶς ἀγομένου μιᾷ γνώμῃ καὶ ὁρμῇ τοῦ ξύμπαντος οὐρανοῦ.
因为由全善要素构成的至善城邦,既无人知晓曾出现于往昔,也不值得设想其会出现在将来——除非是天上福乐诸神的城邦。那座城邦绝非静止不动或懈怠无为,而是充满活力且运行不息;位居领导与首位的诸神没有纷争与挫败地前行。因为诸神绝不可相争,也不可受挫,既不可受制于彼此(既然彼此为友),亦不可受制于其他更强者,而是带着全体永远共通的全然友爱,无阻碍地履行各自的职责;其中最显赫者各自独立运行,绝非漫无目的的盲目游荡,而是伴随着理性与极高的明智,跳着福乐的舞蹈;其余的群体则由整个天空划一的意旨与动力,在共同的运转中被带动前行。
μίαν γὰρ δὴ ταύτην καθαρῶς εὐδαίμονα πολιτείαν εἴτε καὶ πόλιν χρὴ καλεῖν, τὴν θεῶν πρὸς ἀλλήλους κοινωνίαν, ἐάν τε καὶ ξύμπαν τὸ λογικὸν περιλάβῃ τις, ἀνθρώπων σὺν θεοῖς ἀριθμουμένων, ὡς παῖδες σὺν ἀνδράσι λέγονται μετέχειν πόλεως, φύσει πολῖται ὄντες, οὐ τῷ φρονεῖν τε καὶ πράττειν τὰ τῶν πολιτῶν οὐδὲ τῷ κοινωνεῖν τοῦ νόμου, ἀξύνετοι ὄντες αὐτοῦ. ἐκ δὲ τῶν ἄλλων πανταχοῦ πασῶν σχεδὸν ἁπλῶς ἡμαρτημένων τε καὶ φαύλων πρὸς τὴν ἄκραν εὐθύτητα τοῦ θείου καὶ μακαρίου νόμου καὶ τῆς ὀρθῆς διοικήσεως, ὅμως δὲ πρὸς τὸ παρὸν εὐπορήσομεν παράδειγμα τῆς ἐπιεικέστερον ἐχούσης πρὸς τὴν παντελῶς διεφθαρμένην, ὡς ἐν πᾶσι νοσοῦσι τόν γ’ ἐλαφρότατα διάγοντα τῷ κάκιστα διακειμένῳ παραβάλλοντες.
因为唯有这一个才应确切地被称为真正福乐的政制或城邦,即诸神彼此间的共同体——即使有人将整个理性界都囊括其中,将人类与神并列计算,亦是如此;这正如孩童与成年男子一道被视为城邦的参与者,他们虽生来就是公民,却并非通过思考和履行公民的职责,亦非通过参与法律(因为他们尚不能领悟法律)而参与其中。然而,同神圣且福乐的法律之至高正义以及正当治理相比,其他各处几乎一切城邦固然纯属偏离与拙劣,但针对当下,我们仍能轻易找到一个较为得当的城邦与完全败坏的城邦相对比的范例,正如在全都在患病的人群中,将症状最轻者与病入膏肓者进行对照一样。”
- 36.18γνῶναι
不定词 γνῶναι 紧随 καὶ πρῶτόν γε, ἔφην 之后,充当表示命令或义务的独立不定词,相当于省略了 δεῖ 或 χρή,表达“应当明确知晓”。
- 36.19οὐκ ἂν ἔχοι εἰπεῖν ἀλλ̓ ἢ δεῖξαι
潜能希求法 οὐκ ἂν ἔχοι 接不定词表示“将无法言说”。固定短语 ἀλλ’ ἤ 意为“除……之外”,后接 δεῖξαι,整体表述为“除了指出自己或他人之外便无话可说”。
- 36.21εἰ ἐπειδὰν οἱ ἄρχοντες καὶ προεστῶτες ὦσι φρόνιμοι καὶ σοφοί, τὸ δὲ λοιπὸν πλῆθος διοικῆται κατὰ τὴν τούτων γνώμην νομίμως καὶ σωφρόνως, τὴν τοιαύτην χρὴ καλεῖν
此句为嵌套结构:εἰ 引导由 ἴσως οὖν ζητήσαι ἄν τις 所统领的间接疑问从句(“是否……”),其内部嵌入了由 ἐπειδὰν 引导的时间/条件从句(ἐπειδὰν ... ὦσι ... διοικῆται),随后接从句的核心结论 τὴν τοιαύτην χρὴ καλεῖν。
- 36.22πλὴν εἰ μὴ θεῶν μακάρων κατ’ οὐρανόν, οὐδαμῶς ἀκίνητον οὐδὲ ἀργήν
短语 πλὴν εἰ μή 为固定习语,意为“除非……否则不”(即“除了……”)。其后承前省略了阴性宾格名词 πόλιν,随后的宾格形容词与分词(οὐδαμῶς ἀκίνητον οὐδὲ ἀργήν, ἀλλὰ σφοδρὰν οὖσαν καὶ πορευομένην)皆修饰该省略的名词,将天界诸神的城邦动态地描绘为天体运行的宇宙秩序。
