- 底本
- Dio Chrysostom. Dionis Prusaensis quem vocant Chrysostomum quae extant omnia. Vols. I and II. Arnim, Hans Friedrich August von, editor. Berlin: Weidmann, 1893-96.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:35.20-35.25
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者描述了印度优渥的自然环境、长生不老的人民、克己苦行的婆罗门以及掘金巨蚁的奇闻,随后转而述及享有富饶大海的拜占庭人。
εἰσὶ δὲ ὀχετοὶ πολλοὶ ῥέοντες ἐκ τῶν ναμάτων, οἱ μὲν μείζους, οἱ δὲ ἐλάττους, ξυμμιγνύντες ἀλλήλοις, τῶν ἀνθρώπων πεποιηκότων, ὅπως ἂν αὐτοῖς δοκῇ. μετοχετεύουσι δὲ ῥᾳδίως, ὥσπερ ἡμεῖς τὸ ἐν τοῖς κήποις ὕδωρ. ἔστι δὲ καὶ λουτρὰ πλησίον αὐτοῖς ὕδατος, τὸ μὲν θερμὸν λευκότερον ἀργύρου, τὸ δὲ ὑπὸ τοῦ βάθους καὶ τῆς ψυχρότητος κυανοῦν. ἐνταῦθα νήχονται γυναῖκες ἅμα καὶ παῖδες, καλοὶ πάντες. ἔπειτα οἶμαι κατακλινέντες ἐν τοῖς λειμῶσιν ᾅδουσι καὶ μινυρίζουσιν.
从那些泉流中流淌出许多渠道,有的较大,有的较小,彼此汇聚,任凭人们随心所欲地开凿;他们引水改道极为容易,就如同我们在园圃中引水一样。在他们近旁还有水浴场,一处温热且比白银还要皎洁,另一处则因其幽深与凉爽而呈深蓝色。妇女与孩童一同在其中游憩,人人皆貌美非凡。随后,我想他们便横卧在草地上歌唱,低声吟咏。
εἰσὶ δὲ λειμῶνες αὐτόθι πάγκαλοι καὶ φύσις ἀνθῶν τε καὶ δένδρων παρεχόντων1 τὴν μὲν σκιὰν ἄνωθεν ἐξ ὕψους, τὸν δὲ καρπὸν ἐν ἐφικτῷ τοῖς βουλομένοις λαβεῖν νευόντων τῶν κλάδων. οἵ τε ὄρνιθες κατᾴδουσιν, οἱ μὲν ἐν τοῖς ὄρεσιν συγκαθήμενοι, πολύ τι πλῆθος, οἱ δὲ ἄνωθεν ἀπὸ ἀκρεμόνων, εὐφωνότεροι τῶν παρʼ ἡμῖν ὀργάνων. πνεῦμά τε ἀεὶ μέτριον διαρρεῖ, καὶ τῶν ἀέρων ἡ κρᾶσις ὁμοία διὰ παντός, μάλιστα δὲ ἔοικεν ἀρχομένῳ θέρει. πρὸς δὲ τούτοις ὅ τε οὐρανὸς ἐκεῖ καθαρώτερος καὶ τὰ ἄστρα πλείω καὶ λαμπρότερα. ζῶσι δὲ πλεῖον τετρακοσίων ἐτῶν, πάντα τὸν χρόνον τοῦτον ὡραῖοι καὶ νέοι καὶ οὔτε γῆράς ἐστι παρʼ ἐκείνοις οὔτε νόσος οὔτε πενία.
彼处有绝美的草甸,以及繁茂的花草与树木,从高处垂下绿荫,枝条俯垂,使果实处于唾手可得之处,便于欲采摘之人撷取。鸟儿亦交相鸣啭,有的成群栖息在山峦之中,其数甚巨,有的则在高处的树梢上鸣唱,声调比我们这里的乐器更为悦耳。微风恒常和煦地吹拂,空气的冷暖调和始终如一,尤类初夏时节。不仅如此,彼处的天空更为明澈,繁星亦更多、更璀璨。他们能活四百多岁,在整段岁月里皆保持盛年与青春,在他们之中既无衰老,亦无疾病,更无贫困。
τούτων δὲ τοιούτων καὶ τοσούτων ὑπαρχόντων ἀγαθῶν, ὅμως εἰσὶν ἄνθρωποι καλούμενοι Βραχμᾶνες, οἳ χαίρειν ἐάσαντες τούς τε ποταμοὺς ἐκείνους καὶ τοὺς παρʼ αὐτοῖς ἐρριμμένους ἐκτραπέντες ἰδίᾳ τε ξυλλογίζονται καὶ φροντίζουσι, πόνους τε θαυμαστοὺς ἀναλαβόμενοι τοῖς σώμασιν οὐδενὸς ἀναγκάζοντος καὶ καρτερήσεις δεινὰς ὑπομένοντες. φασὶ δὲ ἐξαίρετον αὐτοῖς εἶναι μίαν πηγὴν τὴν τῆς ἀληθείας, πολὺ πασῶν ἀρίστην καὶ θειοτάτην, ἧς οὐδέποτε τοὺς γευσαμένους ἐμπίμπλασθαι.2 τὰ μὲν οὖν ἐκεῖθεν λόγος ἐστὶν ἀψευδής. ἤδη γάρ τινες τῶν ἀφικνουμένων ἔφασαν· ἀφικνοῦνται δὲ οὐ πολλοί τινες ἐμπορίας ἕνεκεν· οὗτοι δὲ ἐπιμίγνυνται τοῖς πρὸς θαλάττῃ. τοῦτο δὲ ἄτιμόν ἐστιν Ἰνδῶν τὸ γένος, οἱ δὲ ἄλλοι φεύγουσιν αὐτούς.
尽管拥有如此美好、如此丰饶的福泽,然而仍有一群被称为婆罗门的人,他们弃绝那些河流以及横卧河畔的人群,避世隐退,独自冥想与深思,在无人逼迫的情况下肉身承担起惊人的劳苦,忍受着严酷的磨砺。人们说他们独享一汪真理之泉,此泉远胜诸水,最为优美神圣,凡尝过其滋味者皆欲罢不能、永不觉饱足。来自彼方的传闻确属不虚;因为已有某些前去之人如此述说——虽说为了行商而前往彼处者并不算多——这些人接触的是沿海的居民。然而这支印度人的部族低贱无名,其余的印度人皆对其避之不及。
τούτους ἀνάγκη ὁμολογεῖν ὑμῶν εὐδαιμονεστέρους, τῶν δὲ ἄλλων ὑμᾶς, πλὴν ἑνὸς ἀνθρώπων ἔτι γένους, τῶν πολυχρυσοτάτων. τὸ δὲ χρυσίον λαμβάνουσι παρὰ μυρμήκων. οὗτοι δέ εἰσιν ἀλωπέκων μείζονες, τἄλλα δὲ ὅμοιοι τοῖς παρʼ ἡμῖν. ὀρύττουσι δὲ κατὰ γῆς, ὥσπερ οἱ λοιποὶ μύρμηκες. ὁ δὲ χοῦς αὐτοῖς ἐστι χρυσίον καθαρώτατον πάντων χρυσίων καὶ στιλπνότατον. εἰσὶν οὖν πλησίον ἐφεξῆς, ὥσπερ κολωνοὶ τοῦ ψήγματος, καὶ τὸ πεδίον ἅπαν ἀστράπτει. χαλεπὸν οὖν ἰδεῖν ἐστι πρὸς τὸν ἥλιον, καὶ πολλοὶ τῶν ἐπιχειρούντων ἰδεῖν τὰς ὄψεις διεφθάρησαν.3
必然应当承认,这些人比你们更为幸福,而你们则比其余众人更为幸福,唯独除了另一支极富黄金的人种。他们是从蚂蚁那里获取黄金的;这些蚂蚁比狐狸还要硕大,在其余方面则与我们这里的蚂蚁相似。它们像其余蚂蚁一样在地下掘穴;它们刨出的泥土乃是万般黄金中最为纯净、最具光泽的黄金。因此,这些碎金宛如山丘般紧密相连地绵延排列,整座平原熠熠生辉。所以迎着阳光极难直视,许多试图观看之人双眼皆受损毁。
οἱ δὲ προσοικοῦντες ἄνθρωποι τὴν μεταξὺ χώραν διελθόντες ἔρημον οὖσαν οὐ πολλὴν ἐφʼ ἁρμάτων, ὑποζεύξαντες ἵππους ταχίστους, ἀφικνοῦνται τῆς μεσημβρίας, ἡνίκα δεδύκασι κατὰ γῆς· ἔπειτα φεύγουσι τὸν χοῦν ἁρπάσαντες. οἱ δὲ αἰσθανόμενοι διώκουσι καὶ μάχονται καταλαβόντες, ἕως ἂν ἀποθάνωσιν ἢ ἀποκτείνωσιν· ἀλκιμώτατοι γάρ εἰσι θηρίων ἁπάντων. ὥστε οὗτοί γε ἐπίστανται τὸ χρυσίον ὁπόσου ἐστὶν ἄξιον, καὶ οὐδὲ προΐενται πρότερον ἢ ἀποθανεῖν.
毗邻而居的人们驾着战车,套上最为迅疾的骏马,穿过其间那片不算广袤的荒漠,在正午蚂蚁潜伏于地下之时赶到;随后抢掠了金屑便仓皇奔逃。但蚂蚁察觉之后便会追击,一旦追上便搏斗不休,直至阵亡或将人杀死;因为它们是一切野兽中最骁勇善战者。由此可见,它们至少深知黄金的价值几何,未死之前绝不肯轻易放弃。
φέρε δή, τίνας ἄλλους τῶν καθʼ ἡμᾶς εὐδαίμονας ἀκούομεν; Βυζαντίους, χώραν τε ἀρίστην νεμομένους καὶ θάλατταν εὐκαρποτάτην. τῆς δὲ γῆς ἠμελήκασι διὰ τὴν ἀρετὴν τῆς θαλάττης. ἡ μὲν γὰρ διὰ μακροῦ φέρει τὸν καρπὸν αὐτοῖς καὶ δεῖ λαβεῖν ἐργασαμένους, ἡ δὲ αὐτόθεν μηδὲν πονήσασιν.
且慢,在我们这个时代的人当中,我们还听说有谁是幸福的呢?拜占庭人,他们占有着最肥沃的土地与收获最丰饶的大海;但他们因大海的优越而荒废了土地。因为土地须历经长久时日方能为他们结出果实,且必须辛勤劳作方能收获;大海却当即就能将出产奉献给毫无劳苦之人。
- 35.21παρεχόντων
此处属格复数分词παρεχόντων并未在语法形态上与主导的单数阴性名词φύσις(天性、自然)一致,而是受其修饰属格ἀνθῶν τε καὶ δένδρων(花草与树木)的性与数所吸引,属于意念一致(constructio ad sensum)。其后的νευόντων τῶν κλάδων(树枝俯垂)为独立属格结构,说明树木提供绿荫与果实的方式与状态。
- 35.22ἧς οὐδέποτε τοὺς γευσαμένους ἐμπίμπλασθαι
间接引语动词φασί(人们说)的支配力延伸至关系代词ἧς引导的从句内部,使得从句动词受同化而采用了“宾格+不定式”结构(以τοὺς γευσαμένους为逻辑主语,ἐμπίμπλασθαι为不定式)。关系代词ἧς是动词ἐμπίμπλασθαι所支配的充满/充满物属格(“凡尝过它的人永不能因之饱足”)。
- 35.23τὰς ὄψεις διεφθάρησαν
被动语态动词διεφθάρησαν(受损毁)后接的宾格名词τὰς ὄψεις(视力、双眼)在此作限定/关涉宾格(即所谓的“希腊式宾格”),限定动作所涉及的范围与身体部位,意为“在视力方面受到了损伤”。
