- 底本
- Dio Chrysostom. Dionis Prusaensis quem vocant Chrysostomum quae extant omnia. Vols. I and II. Arnim, Hans Friedrich August von, editor. Berlin: Weidmann, 1893-96.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:35.7-35.12
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者以孩童起哄逼疯常人和智者的产生为例,指出大众追捧能彻底败坏人,主张当众自曝不足并驱逐追随者以防陷入自大之狂,并讽刺了大祭司们的虚华。
τῷ δʼ αὖτε πτερὰ γίνετʼ, ἄειρε δὲ ποιμένα λαῶν.1 ἡλίκη δέ ἐστιν ἡ τῶν πολλῶν δύναμις τοῦ πείθειν ὅ, τι ἂν αὐτοὶ θέλωσιν, οὐχ ἥκιστα ἀπὸ τῶν παίδων μάθοι τις ἄν, ὅταν ἀνθρώπῳ σωφρονοῦντι παιδάρια ἀκολουθῇ, φάσκοντα μαίνεσθαι.2 τὸ μὲν γὰρ πρῶτον ἄπεισιν ἀγανακτῶν καθʼ αὑτόν, ἔπειτα προσκρούων ἀεὶ καὶ λοιδορούμενος ἑκάστῳ καὶ διώκων αὐτὸ τοῦτο ἔπαθεν, ἐξέστη τελευτῶν, καὶ τὴν φήμην ὑπέλαβε θεὸν εἶναι, οὐ μόνον τὴν τῶν ἀνδρῶν, ἀλλὰ καὶ τὴν τῶν παίδων.
“这铠甲对他而言化作双翼,托举起众民的牧者。”大众使人相信他们自己所愿的任何事物的力量究竟有多大,从孩童身上便能看得十分清楚:每当一群小孩跟在一个心智健全的人身后,声称他疯了的时候。因为起初他只是独自愤愤不平地走开,但随后由于不断与每一个小孩发生冲突、相互辱骂并追赶他们,他恰恰遭受了这种命运,最终丧失了理智,将传闻视若神明,不仅是大人的传闻,甚至连小孩的传闻亦是如此。
δοκεῖ δέ μοι καὶ τὸ τῶν σοφιστῶν γένος ἐντεῦθεν αὔξεσθαί ποθεν. ἐπειδὰν πολλοὶ νεανίσκοι σχολὴν ἄγοντες ἕνα θαυμάζωσι πηδῶντες, καθάπερ αἱ Βάκχαι περὶ τὸν Διόνυσον, πᾶσα ἀνάγκη τοῦτον τὸν ἄνθρωπον οὐ πολλῷ τινι χρόνῳ δόξαι τι λέγειν. σχεδὸν γὰρ ὥσπερ οἱ γονεῖς διαλέγεσθαι τὰ παιδία διδάσκουσιν, ἐπὶ παντὶ χαίροντες ὅ, τι ἂν εἴπωσιν· οὐκοῦν ἐκ τούτων θαρρεῖ καὶ μᾶλλον πρόεισι καὶ σαφέστερον ἀεὶ διαλέγεται καὶ τέλος ἐξέμαθε τὴν φωνὴν τῶν ξυνόντων, ἐάν τε Ἕλληνες ὦσιν ἐάν τε βάρβαροι· καὶ τοὺς σοφιστὰς ἀνάγκη τὴν διάνοιαν τῶν ἀκροατῶν ἀναλαβεῖν, τοιαῦτα καὶ λέγοντας καὶ διανοουμένους ὁποῖοί ποτʼ ἂν οὗτοι τυγχάνωσιν ὄντες.
在我看来,智者们的族类亦是从这般的源头滋长出来的。每当众多游手好闲的青年围着一个人雀跃赞叹,宛如围绕狄奥尼索斯的狂女一般,此人在不久之后必定会自负地认为自己说出了举足轻重的高见。因为这几乎就像父母教小孩说话一样,凡是孩子们说出的话,他们都一概欣喜;于是孩子由此受到鼓舞,越发进取,言语也日益清晰,最终彻底学会了周围之人的语言,无论他们是希腊人还是蛮族人。同样,智者们亦不得不吸收听众的心思,无论这些听众是何等人,智者们所言所思便恰如其人。
εἰσὶ δὲ οἱ πλείους ἐπιεικῶς ἠλίθιοι καὶ δυστυχεῖς. οὗτος μὲν οὖν ἴσως οὐ μέγας κίνδυνος, εἴ τις αὑτῷ καὶ ἑτέροις δοκεῖ δεινὸς εἶναι καὶ περιάξει πλῆθος ἀνθρώπων ἀνοήτων· ὥσπερ τὸν Ὀρφέα φασὶ τὰς δρῦς καὶ τὰς πέτρας καὶ τοὺς λίθους·3 τὸ δʼ αὐτὸν ἀνόητον ὄντα καὶ δειλὸν καὶ ἀκόλαστον καὶ μηδὲν διαφέροντα τῶν βοσκημάτων ἀρετῆς τι νομίσαι προσήκειν αὑτῷ καὶ καλοκἀγαθίας, τοῦτο δὴ παντελῶς δεινὸν καὶ τῆς χαλεπωτάτης πασῶν ἀνοίας καὶ μανίας. ἀλλʼ ὅταν φήμη καταλαμβάνῃ τινὰ καὶ τοιοῦτος ἄρξηται λόγος ὑποτύφεσθαι, δεῖ περιρρηξάμενον ἐκπηδᾶν γυμνὸν εἰς τὰς ὁδούς, ἐπιδεικνύντα πᾶσιν ὅτι μηδενός ἐστι βελτίων.
然而绝大多数听众大抵愚昧而可悲。若是有人自视甚高,旁人亦以为他智巧超群,从而牵引着一群愚妄之徒——正如人们传说俄耳甫斯牵引橡树、岩石与砾石那样——这本身或许并非什么巨大的危险;但若是一个人自身愚蠢、懦弱、放纵,与牲畜无异,却妄以为某种美德与崇高品性归属于自己,这才是彻底可怕之事,乃是一切疯狂与愚昧中最无可救药者。相反,每当传闻缠上某人、这类议论开始在暗中滋生蔓延时,他便应当撕裂衣袍赤身奔入街巷,向所有人表明自己绝不比任何人高明。
ἐὰν δὲ ἐπακολουθῇ τις φάσκων εἶναι μαθητής, ἀπελαύνειν παίοντα καὶ βάλλοντα ταῖς βώλοις καὶ τοῖς λίθοις, ὡς ἀνόητον ἢ πονηρόν. λέγω δὲ οὐ πρὸς ἅπαντας — εἰσὶ γὰρ οἱ καλῶς καὶ συμφερόντως τὸ πρᾶγμα πράττοντες, οἷς ἔδει σπένδειν καὶ θυμιᾶν — ἀλλʼ οὓς σοφοὺς ὑμῖν ἀποδεικνύουσι τρεῖς ἢ τέτταρες κομῆται, καθάπερ τοὺς ἱερέας τῶν παρʼ ὑμῖν· τοὺς μακαρίους λέγω, τοὺς ἁπάντων ἄρχοντας τῶν ἱερέων, τοὺς ἐπωνύμους τῶν δύο ἠπείρων τῆς ἑτέρας ὅλης.4 ταῦτα γάρ ἐστι τὰ ποιοῦντα καὶ τούτους εὐδαίμονας, στέφανος καὶ πορφύρα καὶ παιδάρια κομῶντα λιβανωτὸν φέροντα. ταῦτα μὲν οὖν ὅπως ποτὲ ἔχει, λελέχθω.
若是有人自称门徒尾随而来,他应当将其视为愚人或恶棍,挥拳击打,投掷土块与石头将其驱赶。我说这番话并非针对所有人——因为确有人行事得体且大有裨益,人们理当向他们献奠祭与焚香——而是针对那些被三四个蓄长发之徒引荐给你们当作智者的人,正如你们那里的祭司一样:我指的是那些受人尊奉的显贵、统管一切祭司的领袖、冠以两大洲中整整一洲名称的人。因为正是这些东西亦使得他们享尽尊荣:花冠、紫袍,以及捧着乳香的蓄发少年侍从。无论这些事情究竟如何,且就说到这里吧。
- 35.7τῷ δʼ αὖτε πτερὰ γίνετʼ, ἄειρε δὲ ποιμένα λαῶν
引自《伊利亚特》第19卷第386行,承接前文阿喀琉斯被铠甲托举的情境。与格 τῷ 用作指示/代词性,指代阿喀琉斯:“这(铠甲)对他化作双翼”。
- 35.7παιδάρια ἀκολουθῇ, φάσκοντα μαίνεσθαι
中性复数主语 παιδάρια(接单数动词 ἀκολουθῇ)与分词 φάσκοντα(中性复数主格/宾格同形)一致。不定式 μαίνεσθαι 的逻辑主语是前面的与格名词 ἀνθρώπῳ σωφρονοῦντι,意为“声称(那个心智健全的人)疯了”。
- 35.9ὥσπερ τὸν Ὀρφέα φασὶ τὰς δρῦς καὶ τὰς πέτρας καὶ τοὺς λίθους
承接前文的 περιάξει πλῆθος ἀνθρώπων ἀνοήτων,在 φασί 之后省略了不定式 περιάγειν:“正如人们说俄耳甫斯牵引橡树、岩石和砾石那样”。
- 35.10τοὺς ἐπωνύμους τῶν δύο ἠπείρων τῆς ἑτέρας ὅλης
影射亚细亚行省最高祭司(亚细亚长,Asiarch)的讽刺性表述。意为“冠以两大洲(欧罗巴与亚细亚)中整整一洲(即亚细亚)名称的人”。属格短语 τῆς ἑτέρας ὅλης 对 τῶν δύο ἠπείρων 起限定和部分同格的说明作用。
