← 金嘴狄翁

演说集

§35.13-35.19

凯赖奈的优越水土与繁荣商业之赞

演说者赞美了凯赖奈/阿帕梅亚的肥沃水土、大河源流以及集市与巡回法庭带来的巨大商业繁荣,并将其同盛产奇迹之河与天赐食物的理想化印度传说相比较。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§35.13

ἐγὼ δὲ ὁρῶ καὶ ταύτην τὴν πόλιν οὐδεμιᾶς ἐνδεεστέραν τῶν πρώτων, καὶ ξυνήδομαι καὶ ἀγαπῶ. τῆς γὰρ ἠπείρου τὸ καρτερώτατον νέμεσθε καὶ πιότατον, πεδίων δὲ καὶ ὀρῶν μεταξὺ καλλίστων ἵδρυσθε, καὶ πηγὰς ἀφθονωτάτας ἔχετε καὶ χώραν εὐκαρποτάτην ξύμπαντα μυρία φέρουσαν, "πυρούς τε ζειάς τʼ ἠδʼ εὐρυφυὲς κρῖ λευκόν, "καὶ πολλὰς μὲν ἀγέλας, πολλὰς δὲ ποίμνας ποιμαίνετε καὶ βουκολεῖτε. τῶν τε ποταμῶν οἱ μέγιστοι καὶ πολυωφελέστατοι τὴν ἀρχὴν ἐνθένδε ἔχουσιν, ὅ τε Μαρσύας οὗτος, διὰ μέσης τῆς πόλεως ὑμῶν ῥέων, ὅ τε Ὀργᾶς, ὅ τε Μαίανδρος, πολὺ πάντων ποταμῶν θειότατος καὶ σοφώτατος, ὃς ἑλίττων μυρίας καμπὰς σχεδόν τι τὴν ἀρίστην τῆς Ἀσίας ἔπεισιν.

至于我,我看到这座城邑亦丝毫不逊色于首屈一指的诸城,我既为你们同感欢欣,亦对你们怀有敬爱之情。因为你们占有着大洲中最富饶强盛的地带,定居于最为秀美的平原与崇山之间,拥有取之不尽的丰沛泉源与极其肥沃的土地,出产着数不胜数的各类产物,“麦子、斯佩耳特小麦,以及茁壮的白大麦,”并且放牧着众多的牛群与羊群。诸河川中最大且最具利济者亦发源于此:流经你们城市中央的这条玛耳苏阿斯河、俄耳迦斯河,以及一切河流中最神圣、最富智慧的墨安德罗斯河——它千回百折地穿流过亚细亚近乎最精华的土地。

§35.14

τῆς τε Φρυγίας προκάθησθε καὶ Λυδίας, ἔτι δὲ Καρίας, ἄλλα τε ἔθνη περιοικεῖ πολυανδρότατα, Καππάδοκές τε καὶ Πάμφυλοι καὶ Πισίδαι, καὶ τούτοις ἅπασιν ἀγορὰν ὑμεῖς καὶ ξύνοδον παρέχεσθε τὴν αὑτῶν πόλιν. καὶ τοῦτο μὲν πολλὰς τῶν ἀνωνύμων πόλεων, τοῦτο δὲ πολλὰς εὐδαίμονας κώμας1 ὑπηκόους ἔχετε. σημεῖον δὲ μέγιστον τῆς δυνάμεως ὑμῶν τὸ πλῆθος τῶν φόρων. ὡς γὰρ οἶμαι τῶν ὑποζυγίων κράτιστα δοκεῖ τὰ πλεῖστον ἕλκοντα, οὕτω καὶ τῶν πόλεων εἰκὸς ἀρίστας εἶναι τὰς πλεῖστον ἀργύριον ὑποτελούσας.

你们耸峙在弗里吉亚、吕底亚乃至卡里亚之前,四周环绕聚居着人口极为稠密的其他民族:卡帕多奇亚人、潘菲利亚人与皮西迪亚人;对所有这些人,你们将自己的城邑提供为集市与汇聚之所。你们一方面拥有许多默默无闻的城邦,另一方面又拥有许多富庶的村落作为属从。你们强盛之力的最大明证便是岁贡的数额;因为正如我认为负重之兽中拉动最多者被视为最强,城邑之中缴纳最多银钱者亦理所当然被视为最良善卓越者。

§35.15

πρὸς δὲ τούτοις αἱ δίκαι παρʼ ἔτος ἄγονται παρʼ ὑμῖν καὶ ξυνάγεται πλῆθος ἀνθρώπων ἄπειρον δικαζομένων, δικαζόντων, ῥητόρων, ἡγεμόνων, ὑπηρετῶν, οἰκετῶν, μαστροπῶν, ὀρεοκόμων, καπήλων, ἑταιρῶν τε καὶ βαναύσων· ὥστε τά τε ὤνια τοὺς ἔχοντας πλείστης ἀποδίδοσθαι τιμῆς2 καὶ μηδὲν ἀργὸν εἶναι τῆς πόλεως,3 μήτε τὰ ζεύγη μήτε τὰς οἰκίας μήτε τὰς γυναῖκας. τοῦτο δὲ οὐ σμικρόν ἐστι πρὸς εὐδαιμονίαν.

除此以外,巡回法庭每隔一年在你们这里开庭,聚集了无穷无尽的人群:诉讼人、法官、演说家、执政官、差役、奴仆、皮条客、骡夫、商贩、艺妓与工匠;以至于凡有货物可售者皆能以最高价脱手,而城中无一物闲置,无论是车乘、房舍,抑或是妇人。这对于繁荣昌盛而言绝非区区小事。

§35.16

ὅπου γὰρ ἂν πλεῖστος ὄχλος ἀνθρώπων ξυνίῃ, πλεῖστον ἀργύριον ἐξ ἀνάγκης ἐκεῖ γίγνεται, καὶ τὸν τόπον εἰκὸς εὐθηνεῖν· ὥσπερ οἶμαί φασι τὴν χώραν, οὗ ἂν πρόβατα πλεῖστα αὐλισθῇ, κρατίστην γίγνεσθαι τοῖς γεωργοῖς διὰ τὴν κόπρον, καὶ πολλοὶ δέονται τῶν ποιμένων παρʼ αὐτοῖς αὐλίζειν τὰ πρόβατα.

因为无论何处汇聚了最多的人群,那里必然产生最多的银钱,那地方亦自然兴盛富足;正如我想人们常说的那样,羊群最多落脚歇宿的土地因有粪肥而对农夫来说成为最肥沃之所,许多人更恳请牧羊人将羊群歇宿在自家的地里。

§35.17

τοιγαροῦν μέγιστον νομίζεται πρὸς ἰσχὺν πόλεως τὸ τῶν δικῶν καὶ πάντες ἐσπουδάκασιν ὑπὲρ οὐδενὸς οὕτω. μέτεστι δὲ αὐτοῦ ταῖς πρώταις πόλεσιν ἐν μέρει παρʼ ἔτος. φασὶ δὲ νῦν ἔσεσθαι διὰ πλείονος χρόνου. τοὺς γὰρ ἀνθρώπους οὐχ ὑπομένειν ξυνεχῶς ἐλαύνεσθαι πανταχοῦ. καὶ μὴν τῶν ἱερῶν τῆς Ἀσίας μέτεστιν ὑμῖν τῆς τε δαπάνης4 τοσοῦτον ὅσον ἐκείναις ταῖς πόλεσιν, ἐν αἷς ἐστι τὰ ἱερά. οὔκουν ἔγωγε ταύτης εὐποτμοτέραν ἐπίσταμαι πόλιν οὐδὲ ἀνθρώπους ἄμεινον ζῶντας, χωρὶς Ἰνδῶν.

因此,处理诉讼之事被认为对城邑的权势最为要紧,众人为之热切争取的程度莫此为甚。首屈一指的诸城每隔一年轮流分享此权。然而人们说如今将隔更久的时间才举行,因为百姓无法忍受被四处频繁驱遣。更有甚者,你们在亚细亚的圣所事务与开销中所占的份额,正如那些建有神殿的城邑所占的一样多。因此,据我所知,除了印度人之外,没有比这更为得天独厚的城邑,亦没有生活得更美好的人民了。

§35.18

ἐκεῖ γάρ, ὥς φασι, ποταμοὶ ῥέουσιν οὐχ ὥσπερ παρʼ ὑμῖν ὕδατος, ἀλλʼ ὁ μὲν γάλακτος, ὁ δὲ οἴνου διαυγοῦς, ἄλλος δὲ μέλιτος, ἄλλος δὲ ἐλαίου. ῥέουσι δʼ ἐγγύθεν ἐκ λόφων, ὥσπερ ἐκ μαστῶν τῆς γῆς. πάντα δὲ ταῦτα τῶν παρʼ ἡμῖν ἄπειρον διαφέρει πρός τε ἡδονὴν καὶ δύναμιν. τὰ μὲν γὰρ ἐνθάδε γλίσχρως καὶ μόλις ἀπὸ ζῴων τινῶν καὶ φυτῶν συλλέγομεν, καρποὺς ξύλων βρίζοντες καὶ τροφὴν ζῴων βδάλλοντες καὶ βλίττοντες, τὰ δὲ ἐκεῖ τῷ παντὶ καθαρώτερα, χωρὶς οἶμαι βίας καὶ πανουργίας. οἱ δὲ ποταμοὶ ῥέουσιν ἕνα μῆνα τῷ βασιλεῖ, καὶ φόρος οὗτός ἐστιν αὐτῷ, τὸν δὲ λοιπὸν χρόνον τοῖς δημόταις.

因为据说在彼处,河流所流淌的并非如你们这里的水,而是一条流着乳汁,一条流着清澈的佳酿,另一条流着蜂蜜,还有一条流着膏油。它们从附近的丘陵中奔流而出,宛如出自大地的乳房。凡此种种,无论在甘美还是效力上,都与我们这里的出产有着不可计量的差异。因为我们这里的出产,是从某些动物和植物中艰难而微薄地采摘索取,摇落树木的果实,挤取牲畜的乳汁,刮取蜂房的蜜糖;而彼处的出产在各方面都更为纯洁,我想完全没有暴力与诡谲。这些河流有一个月的时间专为国王奔流,这便充当缴付他的岁贡,其余时间则归平民享用。

§35.19

ξυνίασιν οὖν καθʼ ἑκάστην ἡμέραν μετὰ παίδων καὶ γυναικῶν εἴς τε τὰς πηγὰς καὶ τὰ ῥεύματα τῶν ποταμῶν παίζοντες καὶ γελῶντες, ὡς ἂν ἐπʼ εὐωχίαν. φύεται δὲ παρὰ ταῖς ὄχθαις ὅ τε λωτὸς ἰσχυρὸς καὶ σχεδὸν ἁπάντων σιτίων ἥδιστος, οὐχ ὥσπερ ὁ παρʼ ἡμῖν τετράποσι τροφή, καὶ πολλὰ σήσαμα καὶ σέλινα, ὡς ἂν εἰκάσειέ τις ἐκ τῆς ὁμοιότητος· τὴν δὲ ἀρετὴν οὐκ ἄξιον συμβάλλειν. γίγνεται δὲ αὐτόθι ἕτερον σπέρμα, τῶν πυρῶν καὶ τῶν κριθῶν ἀμείνων τροφὴ καὶ μᾶλλον ξυμφέρουσα. φύεται δὲ ἐν κάλυξι μεγάλαις, οἷον ῥόδων, εὐοσμοτέραις δὲ καὶ μείζοσιν. ταύτας τὰς ῥίζας καὶ τὸν καρπὸν ἐσθίουσιν, οὐδὲν πονήσαντες.

因此,他们每天携着妻儿聚集在泉源与河川的流水旁,嬉戏欢笑,宛若奔赴筵席。沿岸生长着茂盛的荷花,几乎是一切食物中最甜美者——并非像我们这里用作四足牲畜的饲料——还有繁茂的芝麻与芹菜,正如人们根据外貌相似所推测的那样,但在品质上却根本无法相比。彼处还出产另一种籽实,是比小麦和大麦更优良、更有益的滋养之物。它生长在宛若蔷薇花苞、但更为芳香且硕大的巨大花苞中。他们无需经历任何辛劳,便以这些根实为食。

语法注4 条
  1. 35.14τοῦτο μὲν πολλὰς τῶν ἀνωνύμων πόλεων, τοῦτο δὲ πολλὰς εὐδαίμονας κώμας

    τοῦτο μέν ... τοῦτο δέ 构成作状语的对格关联结构(“一方面……另一方面……”),凸显了城市(πόλεις)与乡村聚落(κώμας)的对比;二者均作为宾语从属于主节动词 ὑπηκόους ἔχετε。

  2. 35.15ὥστε τά τε ὤνια τοὺς ἔχοντας πλείστης ἀποδίδοσθαι τιμῆς

    由 ὥστε 引导的结果从句中的“对格+不定式”结构。τοὺς ἔχοντας 是不定式 ἀποδίδοσθαι 的逻辑主语,τά ... ὤνια 为其直接宾语,πλείστης ... τιμῆς 则是表示交易对价的“价格属格”。

  3. 35.15μηδὲν ἀργὸν εἶναι τῆς πόλεως

    τῆς πόλεως 是修饰中性主语代词 μηδέν 的部分属格,意为“城中之物没有任何一样……”。其后的 μήτε τὰ ζεύγη μήτε τὰς οἰκίας μήτε τὰς γυναῖκας 则是对 μηδέν 进行具体列举的同位语短语。

  4. 35.17τῶν ἱερῶν τῆς Ἀσίας μέτεστιν ὑμῖν τῆς τε δαπάνης

    非人称动词 μέτεστι 接“人的与格(ὑμῖν)+物的属格”结构,表示分担或享有某物。在此,τῶν ἱερῶν(圣务/圣所)与 τῆς δαπάνης(开销)两个属格经由连词 τε 并列,指同时分担宗教特权与财政支出。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:35.13-35.19