← 金嘴狄翁

演说集

§35.1-35.6

蓄发外表引发的误解与登台的真正意图

演说者表明自己走上前台并非为了牟利或求取赞誉,而是为了打破因其哲学家式的蓄发外貌而引发的公众误解与过高期待,并防止自己陷入虚荣的自满。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§35.1

οὐκ ἐπιδειξόμενος ὑμῖν, ὦ ἄνδρες, παρῆλθον οὐδὲ ἀργυρίου παρʼ ὑμῶν δεόμενος οὐδʼ ἔπαινον προσδεχόμενος. ἐπίσταμαι γὰρ οὔτε αὐτὸς ἱκανῶς παρεσκευασμένος,1 ὥστε ὑμῖν ἀρέσαι λέγων, οὔτε ὑμᾶς οὕτως ἔχοντας, ὥστε προσδεῖσθαι τῶν ἐμῶν λόγων. πλεῖστον δὲ τὸ μεταξὺ τῆς ὑμετέρας βουλήσεως καὶ τῆς ἐμῆς δυνάμεως. ἐγὼ μὲν γὰρ ἁπλῶς πέφυκα καὶ φαύλως διαλέγεσθαι καὶ οὐδενὸς ἄμεινον τῶν τυχόντων· ὑμεῖς δὲ θαυμαστῶς καὶ περιττῶς ἐπιθυμεῖτε ἀκούειν καὶ μόνων ἀνέχεσθε τῶν πάνυ δεινῶν.

诸位先生,我走上前来并非为了在你们面前炫耀,亦非向你们索求金钱,亦非期待赞誉。因为我自知既非自己做足了充分准备,足以用言辞取悦你们,亦非你们处于需要我的话语的状态。你们的期望与我的才能之间有着天壤之别。就我而言,天生说话朴实而拙劣,绝不比任何普通人更为优秀;而你们则怀着异乎寻常且过分的愿望来聆听,只容忍那些技艺绝顶之人。

§35.2

οὐ δὴ τούτου χάριν προῆλθον, ἵνα με θαυμάσητε· οὐ γὰρ ἔστιν ὅπως ἂν ἐγὼ θαυμασθείην ὑφʼ ὑμῶν, οὐδὲ ἂν ἀληθέστερα λέγω τῶν Σιβύλλης ἢ Βάκιδος· ἀλλὰ ἵνα μηδεὶς ὑποβλέπῃ με μηδὲ πυνθάνηται παρʼ ἑτέρων ὅστις εἰμὶ καὶ ὁπόθεν ἔλθοιμι. νῦν γὰρ ἴσως ὑπονοοῦσιν εἶναί με τῶν σοφῶν ἀνθρώπων καὶ πάντα εἰδότων, γελοίῳ καὶ ἀτόπῳ τεκμηρίῳ χρώμενοι, τῷ κομᾶν. εἰ γὰρ τοῦτο αἴτιον ὑπῆρχεν ἀρετῆς καὶ σωφροσύνης, οὐδεμιᾶς ἂν ἐδεῖτο μεγάλης οὐδὲ χαλεπῆς δυνάμεως τὰ τῶν ἀνθρώπων.

因此,我走上前来并非为了博得你们的惊叹;因为我绝不可能受到你们的惊叹,即便我说出比西比拉或巴喀斯更为真实的话亦是如此;我走上前来,乃是为了让任何人都不再带着疑虑打量我,也不向他人打听我是何人、来自何处。因为如今人们或许凭着蓄发这一可笑而荒唐的根据,便猜度我是洞察一切的智者之一。若是这能够作为美德与节制的成因,人类的事务便无需任何伟大而艰难的能力了。

§35.3

ἀλλʼ ἐγὼ δέδοικα μὴ οὐδὲν ᾖ τοῖς ἀνοήτοις ὄφελος τοῦ κομᾶν, οὐδʼ ἂν τὴν καρδίαν αὐτὴν γένωνται δασεῖς, καθάπερ Ἀριστομένη τὸν Μεσσήνιόν φασιν, ὃς πλεῖστα Λακεδαιμονίοις πράγματα παρέσχε, καὶ πολλάκις ἁλοὺς ἀπέδρα, τοῦτον, ἐπεὶ δή ποτε ἀπέθανεν, οὕτως ἔχοντα εὑρεθῆναι.2 φημὶ τοίνυν οὐδὲν ὄφελος εἶναι τοῖς γυμνῆσι τούτοις, πρός γε τὸ δίκαιον καὶ σωφροσύνην ἀληθῆ καὶ φρόνησιν, οὐδʼ ἂν ἔτι μᾶλλον ἀποδύσωνται καὶ γυμνοὶ περιτρέχωσι τοῦ χειμῶνος ἢ τὴν Μήδων καὶ Ἀράβων στολὴν λάβωσιν, ὥσπερ οὐδὲ αὐλεῖν ἱκανοὶ ἔσονται τὰ τῶν αὐλητῶν ἐνδεδυκότες. οὐδὲ γὰρ τοὺς ὄνους ἵππους γενέσθαι δυνατόν, οὐδʼ ἂν ἔτι πλέον τὰς ῥῖνας ἀνατμηθῶσιν, οὐδʼ ἂν τὰς γνάθους τρήσαντες αὐτῶν ψάλιον ἐμβάλωσιν, οὐδὲ ἂν ἀφέλῃ τις τὰ σάγματα· ἀλλὰ ὀγκήσονται πρὸ τῶν τειχῶν πάνυ μέγα καὶ τἄλλα ποιήσουσι τὰ πρέποντα αὐτοῖς.

但我担心,蓄发对于愚蠢之人毫无益处,即便他们连心脏内部都生出浓密的毛发亦是枉然——正如人们谈及麦西尼亚人阿里斯托墨涅斯那样,此人曾给拉刻代蒙人造成极大麻烦,虽多次被俘却皆能逃脱,据说当他最终死去时,被发现身体正是这副模样。因此我认为,对这些衣衫单薄之人而言,就通向正义、真正的节制与智慧来说,并无任何益处,即便他们在严冬进一步脱去衣裳赤身奔走,抑或披上米底人与阿拉伯人的袍服亦是如此,正如穿上吹笛人的行头绝不可能使人精通吹笛一样。因为驴子绝不可能变成骏马,即便人们将它们的鼻孔剪得更开,穿透它们的下颚套上嚼子,或者卸下它们的驮鞍,亦无济于事;它们反倒会在城墙前高声嘶鸣,做出其余完全符合其本性的举动。

§35.4

ὥστε μηδεὶς ἕνεκα τοῦ σχήματος νομισάτω διαφέρειν με μηδενὸς μηδὲ τούτῳ πεποιθότα λέγειν, ἀλλὰ τοὐναντίον ὁρᾶν,3 ἂν μὲν ἡσυχίαν ἄγω καθάπαξ καὶ διαλέγωμαι μηδενί, πολλῷ μᾶλλον ὑπονοεῖν τοὺς ἀνθρώπους, ὡς ἂν οἶμαι σεμνυνόμενον, ὡς σπουδαῖον κρύπτοντα — πολλοὶ γὰρ δὴ δι’ αὐτὸ τοῦτο ἐθαυμάσθησαν, τὸ σιγᾶν — ἐὰν δὲ ἐν τῷ μέσῳ καταστὰς μηδενὸς ἄμεινον λέγων φαίνωμαι τῶν καπήλων καὶ τῶν ὀρεοκόμων, οὐκ ἐνοχλήσειν, σαφῶς αὐτοὺς ἑωρακότας ὁποῖός εἰμι.

所以,任何人切莫因这身装束便认为我胜过他人,亦不可认为我倚仗这副皮相在此发言,而应当看到相反的情形:若是我全然保持沉默、不与任何人交谈,人们反会产生更多猜度,我想他们会认为我故作庄严,仿佛掩藏着某种重大的学问——因为确有许多人恰恰由于沉默而受到赞叹;但若是我站立在众人之中,显出讲话并不比小贩与赶骡人高明,他们便不会再来烦扰我,因为他们已清晰地看清了我究竟是何等人。

§35.5

σχεδὸν δὲ τοῦτο καὶ ἐπʼ ἄλλων ἰδεῖν ἔστι γιγνόμενον· οἷον ἐπειδάν τινες ὑπονοήσωσιν ἔχειν τινὰ τοῦτο αὐτό, ὃ τυγχάνουσι ζητοῦντες, προσίασι καὶ ἀνερευνῶσιν· ἐὰν οὖν περιστέλλῃ καὶ μὴ ἐθέλῃ δεικνύειν, ἔτι μᾶλλον ὑπονοοῦσιν· ἐὰν δὲ παραχρῆμα ἀποκαλύψῃ καὶ γένηται φανερὸς οὐκ ἔχων οὐδέν, ἀπίασι, διημαρτηκέναι νομίσαντες. πολὺ δὴ κρεῖττον τοῖς οὐ δεομένοις δόξης ἀποκαλύπτεσθαι πρὸς τοὺς πολλοὺς καὶ φανερὸν τῷ λόγῳ ποιεῖν αὑτὸν τοῖς δυναμένοις ξυνεῖναι ἄνθρωπον ὁποῖός ἐστιν. οἶμαι γὰρ αὐτοὺς καταφρονήσειν σαφῶς καὶ οὐ ξυνήσειν ἀλλήλων ἡμᾶς, οὔτε ἐμὲ τῶν ἀκουόντων οὔτε ἐκείνους τοῦ λέγοντος. τούτου δὲ αἴτιον ἔγωγε θείην ἂν ἐμαυτὸν μᾶλλον ἢ ὑμᾶς. μία μὲν οὖν αὕτη πρόφασις τοῦ προελθεῖν.

而这几乎在其他事物中亦可见其发生:譬如,每当有人猜度某人身上藏有他们恰好在搜寻之物,便会走上前去查验;此时若那人加以遮掩、不愿示人,他们便会越发怀疑;但若那人立即揭开遮蔽,显露出一无所有的真相,他们便会认为自己判断失误而径自离去。因此,对于无需名声之人而言,向大众坦露自身,并用言辞向那些能够识人之人表明自己究竟是何等人,乃是明智得多的做法。因为我认为他们定会公然表示轻蔑,而我们彼此之间亦不会真正理解,既非我理解听众,亦非他们理解说话者。至于造成这般局面的缘由,我认为责任更多在我自己,而非在你们。这便是走上前来的一个缘由。

§35.6

ἑτέρα δὲ τὸ φοβεῖσθαι μὴ διαφθαρῶ αὐτὸς διὰ τὴν ὑμετέραν ὑποψίαν καὶ τῷ ὄντι νομίσω προσεῖναι σπουδαῖόν τι ἐμαυτῷ. μεγάλης γὰρ διανοίας καὶ δυνάμεως ἔοικε δεῖν, ὅταν θαυμάσωσιν ἕνα πολλοὶ καὶ διαφέρειν ἡγῶνται τῶν ἄλλων, εἰ μέλλει σωφρονεῖν οὗτος ὁ ἀνὴρ4 καὶ μηδὲν ἀνόητον πάσχειν μηδὲ ἐπαίρεσθαι τοῖς τῶν πολλῶν λόγοις, ὥσπερ πτεροῖς· καθάπερ τὸν Ἀχιλλέα πεποίηκεν Ὅμηρος διὰ τὴν ἀλαζονείαν ὑπὸ τῶν ὅπλων ἐπαιρόμενον καὶ φερόμενον·

而另一个缘由,则是担心我自己会因你们的猜度而受到败坏,真正误以为自己身上具备某种了不起的长处。因为当众人惊叹一人并认为其超拔于常人之上时,此人若要保持节制、不犯下糊涂之事、不被大众的言辞如生双翼般捧上云霄,似乎需要极其宏大的心智与定力——正如荷马所描绘的阿喀琉斯那样,因其狂妄自大,被那副铠甲托起并载着前行。

语法注4 条
  1. 35.1ἐπίσταμαι γὰρ οὔτε αὐτὸς ἱκανῶς παρεσκευασμένος

    分词 παρεσκευασμένος 作为补充性分词与表认知的动词 ἐπίσταμαι 连用。由于其逻辑主语与主句主语(说话者自身)一致,故采用主格。而并列项 οὔτε ὑμᾶς οὕτως ἔχοντας 由于逻辑主语发生转换(指向听众),因而转为宾格。

  2. 35.3καθάπερ Ἀριστομένη τὸν Μεσσήνιόν φασιν ... τοῦτον, ἐπεὶ δή ποτε ἀπέθανεν, οὕτως ἔχοντα εὑρεθῆναι

    先取构文(prolepsis)伴随后续复指代词的重开结构。在动词 φασίν 之后,宾格成分 Ἀριστομένη τὸν Μεσσήνιον 首先被提前引出;在插入了冗长的关系从句(ὃς ... ἀπέδρα)之后,用宾格指示代词 τοῦτον 重新承接同一指称对象,充当不定式 εὑρεθῆναι 的逻辑主语。

  3. 35.4ὥστε μηδεὶς ἕνεκα τοῦ σχήματος νομισάτω διαφέρειν με μηδενὸς μηδὲ τούτῳ πεποιθότα λέγειν, ἀλλὰ τοὐναντίον ὁρᾶν

    在引导结果从句的 ὥστε 之后使用了第三人称命令式 νομισάτω,并通过否定连词(μηδείς / μηδέ)统辖两个不定式(διαφέρειν, λέγειν)。其后的转折分句 ἀλλὰ τοὐναντίον ὁρᾶν 转为了不定式,此处的不定式相当于命令式用法(隐含 δεῖ 或 χρή),承接前文命令式的意志。

  4. 35.6μεγάλης γὰρ διανοίας καὶ δυνάμεως ἔοικε δεῖν ... εἰ μέλλει σωφρονεῖν οὗτος ὁ ἀνὴρ

    非人称句式 δεῖν(支配属格,意为‘需要……’)与同样作非人称使用的动词 ἔοικε 结合。属格短语 μεγάλης διανοίας καὶ δυνάμεως 是 δεῖν 所要求的补足语(‘需要宏大的心智与定力’)。条件从句 εἰ μέλλει σωφρονεῖν 中的 μέλλω 搭配不定式,表达意图或必然性(‘若此人将要保持节制’)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:35.1-35.6