← 金嘴狄翁

演说集

§34.46-34.53

与马洛斯土地争端的虚妄与追求真正美德的劝告

演说者指出了同马洛斯人因微不足道的土地所生纷争以及邻近城邦间虚荣争斗的空洞无益,并援引斯巴达与雅典兴衰的历史,规劝众人当专注于真正的美德与自律。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§34.46

εἰ μὲν οὖν παρὰ τὰς θῖνας1 ἔμελλε Μαλλὸς μείζων ἔσεσθαι τῆς Ταρσοῦ καὶ παρὰ τὴν ἐπὶ τῆς ψάμμου νομήν, τάχα ἔδει σπουδάζειν ὑμᾶς ἐπὶ τοσοῦτον. νυνὶ δὲ αἰσχύνη καὶ γέλως ἐστὶν ὑπὲρ ὧν διαφέρεσθε. τί οὖν οὐκ ἐκεῖνοι κατεφρόνησαν; ὅτι οὐκ εἰσὶ βελτίους ὑμῶν. ὑμεῖς δέ γε βούλεσθε πρὸς τοῦ Διός. ἀλλʼ ἔγωγε ἠξίουν ἐπιτιμῆσαι λόγῳ πέμψαντας αὐτούς. τοῦτο γὰρ ἦν ὑπερεχόντων καὶ φρονούντων.2 τὸ δὲ μᾶλλον τοῦ δέοντος κεκινῆσθαι καὶ καταφεύγειν ἐπὶ τὴν ἐξουσίαν εὐθὺς καὶ νομίζειν ὑβρίζεσθαι μικροπολιτῶν μᾶλλον ἀνθρώπων ἐστίν.

因此,若是马洛斯真能凭借那些沙丘以及沙地上的牧草而超越塔索斯,或许你们理当如此大动干戈。然而事实上,你们所争执的这些事情实属耻辱与笑柄。那么,他们为何没有轻视〔这些事〕呢?因为他们并不比你们更为高尚。然而凭宙斯起誓,你们是希望比他们更卓越的。至于我,本以为你们应当派遣使者,用言语规劝他们;因为这才是卓越且明智之士所当为之事。然而,过度激动、立刻求助于最高权力、并自认为遭受侮辱,这充其量不过是小城邦居民的气量而已。

§34.47

ὁμοίως δὲ καὶ πρὸς τὰς ἄλλας πόλεις ὑμᾶς ἀξιῶ προσφέρεσθαι πρᾴως καὶ κηδεμονικῶς καὶ φιλοτίμως καὶ μὴ ἀπεχθῶς. οὕτω γὰρ ἑκόντες ἀκολουθήσουσιν ὑμῖν ἅπαντες θαυμάζοντες καὶ ἀγαπῶντες· ὃ μεῖζόν ἐστι τοῦ θύειν παρʼ ὑμῖν καὶ δικάζεσθαι Μαλλόν. ταῦτα μὲν γὰρ οὐδʼ ἡντινοῦν ἔχει ὠφέλειαν, ἐπελθεῖν ἐπὶ θυσίαν δεῦρο ἢ τοὺς Ἀδανεῖς ἢ τοὺς Αἰγαίους, ἀλλὰ τῦφον καὶ ἀπάτην καὶ φιλοτιμίαν ἄλλως ἀνόητον.

同样,我也要求你们对待其他城邦当温和、关切、宽厚且不带敌意。因为如此一来,所有人都将满怀钦佩与爱戴,心甘情愿地追随你们;这远比马洛斯人在你们这里献祭并接受审判更为伟大。无论是阿达纳人还是艾盖人前来此处献祭,皆无丝毫实际益处,带来的无非是虚妄、自欺与愚不可及的虚荣心而已。

§34.48

ἡ δὲ εὔνοια καὶ τὸ φαίνεσθαι διαφέροντας ἀρετῇ καὶ φιλανθρωπίᾳ, ταῦτά ἐστιν ὄντως ἀγαθά, ταῦτά ἐστιν ἄξια ζήλου καὶ σπουδῆς. σκοπεῖτε· ὡς τά νῦν γέλως ἐστίν. καὶ εἴτε Αἰγαῖοι πρὸς ὑμᾶς εἴτε Ἀπαμεῖς πρὸς Ἀντιοχεῖς εἴτε ἐπὶ τῶν πορρωτέρω Σμυρναῖοι πρὸς Ἐφεσίους ἐρίζουσι, περὶ ὄνου σκιᾶς, φασί, διαφέρονται. τὸ γὰρ προεστάναί τε καὶ κρατεῖν ἄλλων ἐστίν.3

然而,善意以及在美德与仁爱上展现出的卓越,这些才是真正的善,才是值得效法与追求的。试想:就目前的现状而言,简直就是笑柄。无论艾盖人与你们争执,阿帕梅亚人与安条克人争执,抑或远处的士麦那人与以弗所人争执,他们正如俗话所说,是在“为驴子的影子”而争吵。因为居于领导与统治地位乃是属于他人的特权。

§34.49

ἀλλὰ καὶ πρότερον ἦν ποτε Ἀθηναίοις πρὸς Λακεδαιμονίους ζηλοτυπία, καὶ τό γε πρῶτον ἡγοῦντο οἱ Λάκωνες, εἶτα συνέβη πρὸς τοὺς Ἀθηναίους μᾶλλον ἀποκλῖναι τοὺς Ἕλληνας μετὰ τὰ Μηδικά. τί οὖν ὁ Σπαρτιάτης; καὶ τὸν νησιώτην καὶ τὸν Ἴωνα καὶ τὸν Ἑλλησπόντιον ἀφεὶς αὑτὸν ἐσωφρόνιζε, καὶ τὰ τῆς Σπάρτης ἑώρα, σαφῶς εἰδὼς ὅτι τῶν νόμων καὶ τῆς εὐταξίας οὐδὲν δεῖ περὶ πλείονος ποιεῖσθαι. τοιγαροῦν μάλιστα εὐδαιμόνησαν ἐκεῖνον τὸν χρόνον.

但在过去,雅典人与拉刻代蒙人之间也曾有过竞争;最初是斯巴达人居于统领地位,波斯战争后希腊各邦转而倾向于雅典人。那么,斯巴达人当时是如何应对的呢?他们放弃了岛民、爱奥尼亚人以及赫勒斯滂人,转而约束自身,专注于斯巴达本土的政务,因为他们清楚地明白,没有任何事物应当被看得高于法律与秩序。因此,他们在那个时代享有最为隆盛的繁荣。

§34.50

τοῖς δὲ Ἀθηναίοις συνέβη, μέχρι μὲν οἰκείως πρὸς αὐτοὺς αἱ πόλεις εἶχον καὶ κατʼ εὔνοιαν ἡγοῦντο, μετὰ ταῦτα δέ, ὡς ἐγκλήματα καὶ φθόνος αὐτοῖς συνελέγη καὶ μὴ βουλομένων ἄρχειν ἠξίουν, πολλὰ καὶ δυσχερῆ παθεῖν· καὶ πρῶτον μὲν ἁπάντων ἀπολέσαι τὸν ἔπαινον καὶ τὴν εὐφημίαν, ἔπειτα καὶ τὴν ἰσχὺν καὶ τὰ χρήματα, καὶ τελευταῖον ὑπὸ τοῖς ἐχθροῖς γενέσθαι·καὶ τοῖς Λακεδαιμονίοις ὁμοίως, ἐπειδὴ κἀκεῖνοι πάλιν εἴχοντο τῆς ἀρχῆς, ἀποστάντες τῆς πρότερον γνώμης, ἐν τοῖς αὐτοῖς γενέσθαι.

然而雅典人所遭遇的却是:只要各城邦与他们保持亲善且〔他们〕凭善意居于统领地位,〔事情便相安无事〕;但在此之后,随着对他们的怨恨与嫉妒不断积聚,而他们又强求统治那些不情愿的人民,便遭受了许多深重的灾难:首先是失去了赞誉与令名,接着又失去了权势与财富,最终沦入仇敌之手;拉刻代蒙人同样如此,当他们背弃了先前的见识,再度执迷于争夺霸权时,也陷入了同样的绝境。

§34.51

καίτοι τὰ μὲν ἐκείνων εἶχεν ἀληθῆ δύναμιν καὶ μεγάλας ὠφελείας, εἰ δεῖ τὰς πλεονεξίας οὕτως καλεῖν· τὰ δὲ τῶν νῦν ἀμφισβητήματα καὶ τὰ αἴτια τῆς ἀπεχθείας κἂν αἰσχυνθῆναί μοι δοκεῖ τις ἂν ἰδών. ἔστι γὰρ ὁμοδούλων πρὸς ἀλλήλους ἐριζόντων περὶ δόξης καὶ πρωτείων. τί οὖν; οὐδὲν ἀγαθόν ἐστιν ἐν τῷ χρόνῳ τούτῳ, περὶ οὗ χρὴ σπουδάζειν; ἔστι τὰ μέγιστα καὶ μόνα σπουδῆς ἄξια καὶ τότε ὄντα καὶ νῦν καὶ ἀεὶ ἐσόμενα· ὧν οὐκ ἔχει δήπουθέν τις ἐξουσίαν οὔτʼ ἄλλῳ παρασχεῖν οὔτε ἀφελέσθαι τὸν κτησάμενον, ἀλλʼ ἀεί ἐστιν ἐπʼ αὐτῷ, κἂν ἰδιώτης ᾖ κἂν πόλις· ὑπὲρ ὧν ἴσως μακρότερον λέγειν πρὸς ὑμᾶς.

诚然,那些人的作为尚且拥有真正的实力与巨大的利益,若可以把贪婪这般称呼的话;但在我看来,凡见到如今的这些争端与敌意起因之人,甚至都会感到汗颜。因为这不过是同为奴隶之人在为虚名与首座相互争吵而已。那么,在当今时代,难道就没有值得追求的良善之事了吗?最伟大、且唯一值得追求的善始终存在,过去、现在以至将来皆是如此;任何人当然都无权将其赐予他人,亦无法从获取者手中将其剥夺,它始终掌握在自身手中,无论个人还是城邦皆然——关于这些,向你们细说或许耗时太长。

§34.52

καίτοι με οὐ λέληθεν ὅτι τοὺς φιλοσόφους πολλοὶ νομίζουσιν ἐκλύειν ἅπαντα καὶ ἀνιέναι τὰς ὑπὲρ τῶν πραγμάτων σπουδάς, καὶ διὰ τοῦτο βλάπτειν μᾶλλον· ὥσπερ εἴ τις τὸν μουσικὸν βούλοιτο ἁρμοζόμενον, ἔπειτʼ ἀνιέντα τῶν φθόγγων τινὰς καὶ πάλιν ἑτέρους ἐπιτείνοντα σκῶψαι4 τὸν αὐτόν. ἔχει δὴ καὶ τὰ τῶν πόλεων πράγματα οὕτως.

然而我并非不知道,许多人认为哲学家使一切事物松弛,松懈了对事务的进取心,并因此反而造成了危害;但这就像有人看见乐师调弦,把某些琴弦放松,又把另外一些琴弦拧紧,便企图嘲弄这位乐师一样。城邦的事务亦复如是。

§34.53

αἱ μὲν γὰρ πονηραὶ καὶ ἀνωφελεῖς σπουδαὶ καὶ φιλοτιμίαι μᾶλλόν εἰσι τοῦ προσήκοντος ἐντεταμέναι καὶ τρόπον τινὰ ἀπορρήγνυνται πάντες· αἱ δὲ ὑπὲρ τῶν καλλίστων ὅλως ἐκλύονται. θεάσασθε δʼ εὐθέως, εἰ βούλεσθε, τὴν τῆς φιλαργυρίας ἐπίτασιν, τὴν τῆς ἀκρασίας. ἀλλʼ ἔοικα γὰρ πόρρω προάγειν, καὶ καθάπερ οἱ ἐν ταῖς γαλήναις μακρότερον νηχόμενοι, τὸ μέλλον οὐ προορᾶν.

因为那些邪恶且无益的热衷与野心被拧得过紧,以至于人人皆几近崩断;而关于最高尚之事的追求却被全然放松了。若是愿意,你们不妨立刻看一看对金钱贪欲的骤增,对放纵无度的加剧。不过,我似乎将话扯得太远了,就像那些在风平浪静的大海中游得过远、却未曾预见前方隐患的人一样。

语法注4 条
  1. 34.46παρὰ τὰς θῖνας

    介词 παρά 接宾格,在此处表示原因或依据,意为“凭借/因为沙丘”。它与后面的 καὶ παρὰ τὴν ἐπὶ τῆς ψάμμου νομήν 构成并列,在与现在事实相反的条件句(ἔμελλε... ἔσεσθαι)中指示城邦得以壮大的假定依据。

  2. 34.46ὑπερεχόντων καὶ φρονούντων

    系动词 ἦν 的表语属格(所属/特征属格),意为“属于/配得上优越且明智之士”。紧随其后的小句 μικροπολιτῶν μᾶλλον ἀνθρώπων ἐστίν 亦采用了完全相同的表语属格结构。

  3. 34.48τὸ γὰρ προεστάναί τε καὶ κρατεῖν ἄλλων ἐστίν

    ἄλλων 为表语属格,意为“居于领导与统治地位乃属于他人(即罗马统治者)的特权”。尽管在句法上将 ἄλλων 视作不定式 προεστάναι 和 κρατεῖν 的属格宾语(“统治他人”)并非完全不可行,但考虑到罗马帝国统治下希腊各城邦的实际语境及本文频繁出现的表语属格结构,当前解释更为妥当。

  4. 34.52ὥσπερ εἴ τις τὸν μουσικὸν βούλοιτο ἁρμοζόμενον ... σκῶψαι

    比喻从句的主动词为祈愿语气 βούλοιτο,统辖不定式 σκῶψαι(“企图嘲弄”)。夹在其中的分词 ἁρμοζόμενον(调音)、ἀνιέντα(放松)与 ἐπιτείνοντα(拧紧)均为与不定式宾语 τὸν μουσικόν 一致的宾格分词,生动描绘了被目睹的调弦举动。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:34.46-34.53