← 金嘴狄翁

演说集

§34.7-34.13

帝室恩泽与对邻邦马洛斯的克制建议

演说者回顾了塔尔苏斯在奥古斯都恩赐下走向繁荣的历程,指出控告罗马总督以及与艾盖亚等邦的争端曾招致嫉恨,并规劝公民们在面对弱小城邦马洛斯的挑衅时,应保持大邦应有的克制与审慎。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§34.7

ἔπειτα, ἣν αὐτὸς ἔχω γνώμην περὶ τούτων, καὶ τί πράξασιν ὑμῖν ἐπὶ τοῦ παρόντος καὶ πῶς καθόλου προϊσταμένοις τῆς πόλεως εἰς ἅπαντα καὶ τὸν αὖθις οἶμαι συνοίσειν χρόνον.1 ὑμῖν γάρ, ἄνδρες Ταρσεῖς, συμβέβηκε μὲν πρώτοις εἶναι τοῦ ἔθνους, οὐ μόνον τῷ μεγίστην ὑπάρχειν τὴν πόλιν τῶν ἐν τῇ Κιλικίᾳ καὶ μητρόπολιν ἐξ ἀρχῆς, ἀλλʼ ὅτι καὶ τὸν δεύτερον Καίσαρα ὑπὲρ πάντας ἔσχετε οἰκείως ὑμῖν διακείμενον. τὸ γὰρ διʼ ἐκεῖνον ἀτύχημα τῇ πόλει συμβὰν εἰκότως αὐτὸν εὔνουν ὑμῖν ἐποίει καὶ σπουδάζειν, ὅπως μείζονες ὑμῖν φανήσονται τῶν διʼ αὐτὸν συμφορῶν αἱ παρʼ αὐτοῦ χάριτες.

其次,我将向你们表明我自己对这些事情持何种见解,以及在眼下采取何种行动,在总体上如何领导城邦,在我看来才会在今后所有的岁月中对你们最为有益。因为塔尔苏斯的公民们,你们之所以在这个民族中位居第一,不仅是因为你们的城邦是基利家诸邦中最大的,且自始便是母邦,更是因为第二位凯撒对你们抱有的亲善超过对所有人。因为本城因他而遭遇的不幸,理所当然地使他对你们心存善意,并竭力使来自他的恩惠显得大于因他而遭受的灾难。

§34.8

τοιγαροῦν ἅ τις ἂν φίλοις ὄντως καὶ συμμάχοις καὶ τηλικαύτην προθυμίαν ἐπιδειξαμένοις κἀκεῖνος ὑμῖν παρέσχε,2 χώραν, νόμους, τιμήν, ἐξουσίαν τοῦ ποταμοῦ, τῆς θαλάττης τῆς καθʼ αὐτούς· ὅθεν ταχὺ μείζων ἐγένετο ἡ πόλις καὶ διὰ τὸ μὴ πολύν τινα χρόνον διελθεῖν τὸν ἀπὸ τῆς ἁλώσεως, καθάπερ οἱ μεγάλῃ μὲν νόσῳ χρησάμενοι, ταχὺ δʼ ἀνασφήλαντες, ἐπειδὰν τύχωσιν ἱκανῆς τῆς μετὰ ταῦτα ἐπιμελείας, πολλάκις μᾶλλον εὐέκτησαν.

因此,凡是人们会给予真正朋友、盟友以及表现出如此巨大热情之人的东西,那位凯撒也都赐予了你们:土地、法律、尊荣、对河流的支配权以及对他们近海的管辖权。城邦因此迅速壮大,加之从陷落到那时并未过去太久,其情形恰如那些虽患重病却迅速康复的人,在病后一旦得到充足的照料,往往会比以往更加健壮。

§34.9

καὶ μὴν τά γε ἐφεξῆς οὐχ ὡς οἴεταί τις ὤνησε τὴν πόλιν τὸ γενέσθαι τινὰς τῶν ἡγεμόνων βιαίους καὶ τούτοις ἐπεξελθεῖν ὑμᾶς. πρὸς μέν γε τὸ φανῆναί τινας ὄντας καὶ μὴ μόνον ἑαυτοῖς, ἀλλὰ καὶ τοῖς ἄλλοις βοηθῆσαι, καὶ νὴ Δία ὥστε τοὺς αὖθις ὀκνηρότερον ἐξαμαρτάνειν, συνήνεγκε τὸ δίκην ἐκείνους ὑποσχεῖν·ἄλλως δὲ τὴν πόλιν ἐπίφθονον ἐποίησε καὶ δυσχερεστέρους ὑμᾶς δοκεῖν φύσει καὶ ῥᾳδίως αἰτιᾶσθαι. τὸ γὰρ πολλάκις ἐγκαλεῖν ἤδη ποτὲ ἔδοξε τοῦ συκοφαντεῖν σημεῖον, ἄλλως τε ὁπόταν περὶ ἡγεμόνων ὁ λόγος ᾖ πρὸς ἡγεμόνας. οὐ γὰρ τῷ πλέον τι πάσχειν, ἀλλὰ τῷ μὴ ἐθέλειν ἄρχεσθαι τὴν ἀπέχθειαν ὑπονοοῦσι γίγνεσθαι.

然而,对于随后的事情而言,某些总督变得专横跋扈而你们对他们加以控告追究,并不像人们所认为的那样对城邦有益。为了显明你们是举足轻重的人物,不仅能自救而且能帮助他人,并且指宙斯起誓,为了让后继者在犯错时有所顾忌,让他们受到惩罚固然是有益的;但从另一方面来说,这却让城邦招致嫉恨,使你们被视为天性难以相处且极易提出指责。因为频繁提出指控历来都被视为诬陷中伤的迹象,尤其是当关于统治者的言论是向统治者陈述时更是如此。因为他们猜疑这种敌意并非源于遭受了某种更大的侵害,而是源于不愿服从统治。

§34.10

πάλιν τοίνυν ἕτερον πρᾶγμα συμβὰν ὑπὲρ ὑμῶν τρόπον τινὰ ὅμοιον τούτῳ γέγονεν. οἱ γὰρ Αἰγαῖοι φιλοτιμίαν ἀνόητον ἐπανελόμενοι πρὸς ὑμᾶς, τὸ περὶ τὰς ἀπογραφὰς ἐξαμαρτάνοντες, αὐτοὶ μὲν ἔπταισαν, ἔτι δὲ μᾶλλον τὸν καθʼ ὑμῶν φθόνον καὶ τοιαύτην τινὰ ἡσυχῇ διαβολὴν εἰργάσαντο πρὸς τὴν πόλιν ὡς ἐπαχθῆ καὶ βαρεῖαν ταῖς ἄλλαις.

此外,为你们发生的另一件事在某种程度上也与此类似。艾盖亚人出于与你们愚蠢的竞争心理,在户口财产登记一事上犯了错误,他们自己固然遭受了挫败,却更加深了针对你们的嫉妒,并在暗中制造了一种针对本城的毁谤,指责本城对其余城邦而言是难以忍受的沉重负担。

§34.11

καὶ ταῦτα μὲν ἐκ τοῦ πρότερον χρόνου. τὰ δὲ νῦν οἵ γε Μαλλῶται διαφέρονται πρὸς ὑμᾶς, αὐτοὶ μὲν ἅπαντα ἀδικοῦντες καὶ θρασυνόμενοι, τῷ δὲ ἀσθενεῖς εἶναι καὶ πολὺ ἥττους μᾶλλον τὴν τῶν ἀδικουμένων τάξιν ἀεὶ λαμβάνοντες. οὐ γὰρ ἃ ποιοῦσιν ἔνιοι σκοποῦσιν, ἀλλὰ τίνες ὄντες, οὐδὲ τοὺς ἀδικοῦντας ἢ βιαζομένους ἐθέλουσιν ἐξετάζειν πολλάκις, ἀλλʼ οὓς εἰκὸς βιάζεσθαι τῷ δύνασθαι πλέον. εἰ γοῦν ὑφʼ ὑμῶν ἐπράχθη τι τοιοῦτον οἷον ὑπʼ ἐκείνων νῦν γέγονε, πορθεῖν ἂν ἐδοκεῖτε τὰς πόλεις καὶ ἀποστάσεως ἄρχειν καὶ πολέμου, καὶ στρατοπέδου δεῖν ἐφʼ ὑμᾶς.

这些都是前一时期的事。而在眼下,马洛斯人正与你们发生争执,他们自己行尽一切不义且态度嚣张,却凭借自身弱小且处于绝对劣势,反而始终扮演着受害者的角色。因为有些人看的不是他们做了什么,而是他们是什么人;他们往往不愿审视那些真正行不义或施暴的人,反而去审视那些因力量更强大而理所当然被认为会施暴的人。总之,如果他们如今所做的那类事情是由你们所做,你们就会被认为是在劫掠诸邦、挑起叛乱与战争,以至于必须派遣军队来对付你们。

§34.12

οὐκοῦν δεινὰ πάσχομεν, ἐρεῖ τις, εἰ τούτοις μὲν ἐξέσται ποιεῖν ὅ, τι ἂν ἐθέλωσι καὶ τοῦτο ἀπολαύσουσι τῆς ἐρημίας τῆς ἑαυτῶν, ἡμεῖς δὲ κινδυνεύσομεν, ἐὰν μόνον κινηθῶμεν. ἔστω δεινὸν καὶ ἄδικον. ἀλλʼ οὐκ, εἴ τι μὴ δίκαιον πέφυκε γίγνεσθαι, δεῖ πρὸς τοῦτο φιλονικοῦντας αὑτοὺς περιβάλλειν ἀτόπῳ τινί, μᾶλλον δὲ προορᾶν καὶ φυλάττεσθαι. τὸ γὰρ συμβαῖνον ὅμοιόν ἐστι τῷ περὶ τοὺς ἀθλητάς, ὅταν ἐλάττων πρὸς πολὺ μείζω μάχηται. τῷ μὲν γὰρ οὐδὲν ἔξεστι παρὰ τὸν νόμον, ἀλλὰ κἂν ἄκων ἁμάρτῃ τι, μαστιγοῦται· τὸν δʼ οὐδεὶς ὁρᾷ πάνθʼ ἃ δύναται ποιοῦντα.3 τοιγαροῦν κἀκεῖ σωφρονοῦντος ἀνδρός ἐστι καὶ ταῖς ἀληθείαις κρείττονος τῇ δυνάμει περιεῖναι, τὰς δὲ πλεονεξίας ταύτας ἐᾶν, καὶ ὑμεῖς ἂν ἔχητε νοῦν, τοῖς δικαίοις περιέσεσθε καὶ τῷ μεγέθει τῆς πόλεως τῶν φθονούντων, πρὸς ὀργὴν δὲ οὐδὲν οὐδὲ ἀγανακτοῦντες δράσετε. καὶ περὶ μὲν τούτων αὖθις, ὥσπερ οἶμαι καὶ προεθέμην.

有人会说:“那么,如果这些人可以随心所欲,并从自身的弱小无能中坐享这等便宜,而我们哪怕只是稍有动作就会面临危险,难道我们不是在遭受可怕的待遇吗?”就算是可怕和不公的吧。然而,即使发生不公正之事乃是常情,人们也不应当对此意气用事而使自己陷入荒谬境地,反而应当具有远见并保持警惕。因为眼前发生的事正如竞技者之间的情况一样:当身材矮小者与身材高大得多的人搏斗时,对高大者而言,绝不允许有任何违反规则之举,哪怕无意犯规也会遭受鞭挞;但对矮小者而言,即便他做尽自己所能做的一切,也无人理会。因此,在那种场合下,明智且真正更胜一筹之人的本分,是以力量取胜,而对这些不公之处泰然处之;你们若有见识,也会凭借正义之道与城邦的伟大超越那些嫉妒者,而绝不会出于愤怒或愤慨去行事。关于这些事情,正如我想我先前打算的那样,容我日后再作详谈。

语法注3 条
  1. 34.7ἔπειτα, ἣν αὐτὸς ἔχω γνώμην περὶ τούτων, καὶ τί πράξασιν ὑμῖν ἐπὶ τοῦ παρόντος καὶ πῶς καθόλου προϊσταμένοις τῆς πόλεως εἰς ἅπαντα καὶ τὸν αὖθις οἶμαι συνοίσειν χρόνον.

    句首的副词 ἔπειτα 承接上一段结尾处的主动词 ἐπιδείξω,引导一系列作其宾语的关系从句与间接疑问从句(ἣν αὐτὸς ἔχω γνώμην... καὶ τί... καὶ πῶς...),构架为“其次,[我将表明]我自己对这些事情持何种见解,以及采取何种行动……是有益的”。

  2. 34.8τοιγαροῦν ἅ τις ἂν φίλοις ὄντως καὶ συμμάχοις καὶ τηλικαύτην προθυμίαν ἐπιδειξαμένοις κἀκεῖνος ὑμῖν παρέσχε

    在关系从句 ἅ τις ἂν... 中省略了与 ἄν 搭配的祈愿法动词(如 παράσχοι),意为“凡是人们会给予真正朋友……的东西”。其后主句中的 κἀκεῖνος(καὶ ἐκεῖνος)则起复指并强调主语的作用(resumptive use)。

  3. 34.13τῷ μὲν γὰρ οὐδὲν ἔξεστι παρὰ τὸν νόμον, ἀλλὰ κἂν ἄκων ἁμάρτῃ τι, μαστιγοῦται· τὸν δʼ οὐδεὶς ὁρᾷ πάνθʼ ἃ δύναται ποιοῦντα.

    此句承接前文竞技比喻中“矮小者与高大得多的人搏斗(ὅταν ἐλάττων πρὸς πολὺ μείζω μάχηται)”的对比。与格 τῷ μέν 指代体型庞大的一方(对应塔尔苏斯),受到规则的严密审视;而对格 τὸν δέ 则指代弱小的一方(对应马洛斯),即使犯规也无人追究。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:34.7-34.13