- 底本
- Dio Chrysostom. Dionis Prusaensis quem vocant Chrysostomum quae extant omnia. Vols. I and II. Arnim, Hans Friedrich August von, editor. Berlin: Weidmann, 1893-96.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:34.1-34.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者为自己在塔尔苏斯公民大会上的发言资格进行辩护,化解公众对哲学家的成见与怒意,并借助神谕鸟兆的喻例指出城邦当前亟需良策。
οὐκ ἀγνοῶ μέν, ὦ ἄνδρες Ταρσεῖς, ὅτι νομίζεται καὶ παρʼ ὑμῖν καὶ παρὰ τοῖς ἄλλοις τοὺς πολίτας παριέναι καὶ συμβουλεύειν, οὐ τοὺς τυχόντας, ἀλλὰ τοὺς γνωρίμους καὶ τοὺς πλουσίους, ἔτι δὲ τοὺς καλῶς λελειτουργηκότας. οὐ γὰρ εὔλογον ἴσως τῆς μὲν οὐσίας τῆς τῶν πλουσίων μετέχειν ὑμᾶς τὸ μέρος, τῆς δὲ διανοίας μὴ ἀπολαύειν, ὁποία ποτʼ ἂν ᾖ. καίτοι κιθαρῳδῶν γε ὁπόταν ἀκούειν ἐθελήσητε ἢ αὐλητῶν ἢ ἀθλητὰς θεωρεῖν, οὐ καλεῖτε τοὺς πλουσίους οὐδὲ τοὺς πολίτας, ἀλλὰ τοὺς ἐπισταμένους καὶ δυναμένους, οὐχ ὑμεῖς μόνον, ἀλλὰ πάντες οἱ τοιοῦτοι.
塔尔苏斯的公民们,我并非不知道,在你们这里以及在其他人当中,依照惯例,是由公民站出来献策——并不是随便什么人,而是显贵者与富豪,此外还有那些出色地履行过公共役务的人。因为你们分享富人的财富,却不去享用他们的智谋——无论这智谋究竟如何——这或许是不合情理的。然而,每当你们想要聆听琴师或笛手的演奏,或是观看运动员的比赛时,你们所召唤的绝非富豪或公民,而是那些懂得技巧且有能力的人;不仅你们如此,所有这等情形下的人皆是如此。
οὐ μὴν οὐδὲ ἐκεῖνο λανθάνει με, ὅτι τοὺς ἐν τούτῳ τῷ σχήματι σύνηθες μέν ἐστι τοῖς πολλοῖς Κυνικοὺς καλεῖν· οὐ μόνον δὲ οὐδὲν οἴονται διαφέρειν αὑτῶν οὐδʼ ἱκανοὺς εἶναι περὶ πραγμάτων σπουδαίων διαλέγεσθαι, ἀλλὰ τὴν ἀρχὴν οὐδὲ σωφρονεῖν ἡγοῦνται, μαινομένους δέ τινας ἀνθρώπους καὶ ταλαιπώρους εἶναι. σκώπτειν δὲ καὶ καταγελᾶν ἔνιοι τούτων ἑτοίμως ἔχουσι καὶ πολλάκις μηδὲ σιγῶσιν ἐπιτρέπειν, οὐχ ὅπως λεγόντων ἀνέχεσθαι.1
不仅如此,我也并非不清楚这一点:寻常大众习惯把身着这种服饰的人称为犬儒派;他们不仅认为这些人与自己毫无二致,也不配谈论重大事务,甚至从根本上认为他们毫无理智,不过是一群发疯且可怜的家伙。有些人极乐于嘲弄和讥笑他们,常常连他们保持沉默都不允许,更不用说容忍他们开口说话了。
ἔτι δέ φασιν ὑμᾶς ἐν τῷ παρόντι καὶ λίαν παρωξύνθαι πρὸς τοὺς φιλοσόφους. καὶ καταρᾶσθαί γε, οὐ πᾶσιν, ἀλλὰ ἐνίοις αὐτῶν, πάνυ μὲν εὐλαβῶς καὶ μετρίως τοῦτο ποιοῦντας, ὅτι μὴ κοινῇ κατὰ πάντων ἐβλασφημεῖτε, εἴ τι οἱ ἐνθάδε ἡμάρτανον, ἐκεῖνο δὲ ἴσως ἀγνοοῦντας, ὅτι, εἴπερ κατηρᾶσθε, οὐ τοῖς φιλοσόφοις.2 οὐ γάρ ἐστιν οὐδεὶς φιλόσοφος τῶν ἀδίκων καὶ πονηρῶν, οὐδʼ ἂν τῶν ἀνδριάντων περιίῃ γυμνότερος. οἱ δὲ δὴ τὴν πατρίδα βλάπτοντες καὶ συνιστάμενοι κατὰ τῶν πολιτῶν πόρρω που δοκοῦσιν εἶναί μοι τούτου τοῦ ὀνόματος.
此外,人们说你们目前对哲学家们极度愤怒,甚至咒骂他们——不是咒骂所有人,而是咒骂其中的某些人。你们这样做确实极为谨慎而适度,因为如果这里的人犯了错,你们并未一概咒骂所有人;但你们或许没有意识到这一点:假如你们确实咒骂了,那也绝非咒骂哲学家。因为在不义与邪恶之辈中绝无哲学家,即便他漫游时比雕像还要赤身裸体。至于那些损害祖国并结伙反对同胞公民的人,在我看来与这个称号相距甚远。
τί ποτʼ οὖν ἐλπίσας καὶ τί βουληθεὶς παρελήλυθα τοιοῦτος ὢν ἐν καιρῷ τοιούτῳ; μανίας γὰρ τοῦτο ἀληθινῆς. ὅτι μηδενὸς αὐτὸς δέομαι παρʼ ὑμῶν, ἀλλὰ τῆς ὑμετέρας ὠφελείας ἕνεκα ἐσπούδακα. ἐὰν οὖν μὴ ἀνάσχησθέ μου, δῆλον ὅτι ὑμᾶς αὐτούς, οὐκ ἐμέ, ζημιώσετε. καίτοι προσήκει γε ὑμῖν, εἴ με ἡγεῖσθε καὶ τῷ ὄντι μαίνεσθαι, διʼ αὐτὸ τοῦτο ἀκοῦσαι. μὴ γὰρ οἴεσθε ἀετοὺς μὲν καὶ ἱέρακας προσημαίνειν ἀνθρώποις τὸ δέον, καὶ τὴν παρὰ τῶν τοιούτων συμβουλὴν πιστὴν εἶναι διὰ τὸ αὐτόματον καὶ τὸ θεῖον, ἄνδρα δὲ ἀφιγμένον οὕτως καὶ μηδαμόθεν ὑμῖν προσήκοντα μὴ κατὰ τὸ δαιμόνιον ἥκειν ἐροῦντα καὶ συμβουλεύσοντα.3
那么,像我这样的人,究竟是抱有何种指望、出于何种意图,才在这样的关头挺身而出呢?因为这属于真正的疯狂。这是因为我自己向你们一无所求,而完全是出于你们的利益才竭尽热诚。因此,倘若你们不能容忍我,显然受损的将是你们自己,而不是我。然而,即使你们认为我当真发了疯,你们也正应该因此而听我一言。因为你们切莫一方面认为鹰隼能向人类预示应为之事,并且来自此类生灵的指引因其自发性与神圣性而是可信的,另一方面却认为一个如此来到且与你们毫无瓜葛之人,竟不是依凭神意前来向你们发言并提出劝告的。
καίτοι τὰ μὲν τῶν οἰωνῶν εἰκάζειν δεῖ, τῶν δὲ ὑπʼ ἐμοῦ λεγομένων ἔστιν ἀκούσασι συνιέναι καὶ σκέψασθαι, ἐὰν ἄρα σαφῶς ᾖ τι χρήσιμον. βούλομαι δέ, ἐπεὶ τῶν τοιούτων ἐμνήσθην, ἐν Φρυγίᾳ τι συμβὰν εἰπεῖν, ἵνʼ εὐθὺς ἐνθένδε μου καταγελᾶν ἔχητε. ἀνὴρ Φρὺξ ἐπὶ κτήνους ἐβάδιζεν. ὡς δʼ ἐθεάσατό τινα κορώνην, οἰωνισάμενος, οἱ γὰρ Φρύγες τὰ τοιαῦτα δεινοί, λίθῳ βάλλει καί πως τυγχάνει αὐτῆς. πάνυ οὖν ἥσθη, καὶ νομίσας εἰς ἐκείνην τετράφθαι τὸ χαλεπὸν ἀναιρεῖται καὶ ἀναβὰς ἤλαυνεν. ἡ δὲ μικρὸν διαλιποῦσα ἀνέσφηλε· τὸ δὲ κτῆνος πτοηθὲν ἀποβάλλει τὸν ἄνδρα, καὶ ὃς πεσὼν κατάγνυσι τὸ σκέλος. ἐκεῖνος μὲν οὖν οὕτως ἀπήλλαξεν, ἀχάριστος γενόμενος περὶ τὸ σύμβολον.
然而,对于飞鸟的兆示人们只能去揣测,而对于我所说的话,听过之后却完全能够理解并加以审视,看看其中是否确有某种显而易见的用处。既然提到了这等事情,我想讲一件发生在弗里吉亚的轶事,以便你们此刻就能立刻取笑我。有一个弗里吉亚人骑在牲口上行路。当他望见一只乌鸦时,便视其为凶兆——因为弗里吉亚人极精于此类占卜——于是用石头掷去,恰巧击中了它。他极为高兴,自以为厄运已经转嫁到了乌鸦身上,便将它捡起,重新骑上牲口赶路。但这只乌鸦片刻之后苏醒过来;牲口受惊将他甩了下来,他跌落在地摔断了腿。那个人就是这般下场,因为他对待神兆忘恩负义。
ἐγὼ δὲ πολὺ μοι δοκῶ τῆς κορώνης ἀσφαλέστερον βεβουλεῦσθαι καὶ πρὸς εὐγνωμονεστέρους ἄνδρας ἥκειν τοῦ Φρυγός. ἐὰν γὰρ ὑμῖν δοκῶ φλυαρεῖν, οὐ δήπου λίθοις βαλεῖτέ με, ἀλλὰ θορυβήσετε. φέρε οὖν, ἐπεὶ σιωπᾶτε καὶ ὑπομένετε, πρῶτον μὲν ἐκεῖνο, εἰ μὴ σαφῶς ἴστε, ἐπιδείξω, ὅτι δεῖσθε γνώμης ἐν τῷ παρόντι, καὶ τοιαῦτα ὑμῶν τὰ πράγματά ἐστιν ὥστε βουλῆς ἄξια εἶναι καὶ πολλῆς προνοίας· ἔπειθʼ, ὅτι μηδεὶς ὑμῖν δύναται ῥᾳδίως τούτων τὸ δέον παραινέσαι, οἱ μὲν ἀγνοίᾳ τοῦ συμφέροντος, οἱ δέ τινες καὶ δειλίᾳ τῇ πρὸς ὑμᾶς ἢ τῇ πρὸς ἑτέρους καὶ τὸ αὑτῶν ἴσως μᾶλλον ἔνιοι σκοποῦντες·
至于我,自认为比那只乌鸦考虑得稳妥得多,并且来到了比那个弗里吉亚人更为通情达理的人们面前。因为如果你们认为我在胡扯,想必绝不会用石头砸我,而只会起哄喧哗。那么,既然你们保持肃静并耐着性子,倘若你们尚不清楚,我就首先向你们表明:在眼下你们正需要明智的见解,并且你们的局势值得深思熟虑和极大的审慎;其次我要表明:这些人当中没有人能轻易向你们提出应行的建议,有些人是因为不晓得何为切身利益,有些人则是出于对你们或对他人的怯懦,还有些人或许更是在盘算自身的私利。
- 34.2οὐχ ὅπως λεγόντων ἀνέχεσθαι
短语 οὐχ ὅπως 是一固定习语,意为“更不用说”或“岂止”。它与前文的否定词(μηδέ)呼应,构成强烈对比:他们连让这些人保持沉默都不允许,更谈不上容忍他们开口发言。
- 34.3εἴπερ κατηρᾶσθε, οὐ τοῖς φιλοσόφοις
这是一个省略了主句谓语动词 κατηρᾶσθε 的条件句,意为“即便你们确实诅咒了,[你们所诅咒的] 也并非哲学家”。此句承接前文提到市民诅咒某些人,进一步限定并否认真正的哲学家会成为被诅咒的对象。
- 34.4μὴ γὰρ οἴεσθε ἀετοὺς μὲν καὶ ἱέρακας προσημαίνειν ἀνθρώποις τὸ δέον, καὶ τὴν παρὰ τῶν τοιούτων συμβουλὴν πιστὴν εἶναι διὰ τὸ αὐτόματον καὶ τὸ θεῖον, ἄνδρα δὲ ἀφιγμένον οὕτως καὶ μηδαμόθεν ὑμῖν προσήκοντα μὴ κατὰ τὸ δαιμόνιον ἥκειν ἐροῦντα καὶ συμβουλεύσοντα.
在禁止祈使句 μὴ οἴεσθε 之下,两组不定式从句(προσημαίνειν ... πιστὴν εἶναι 与 ἥκειν)通过 μὲν ... δέ 形成对称对比。修饰动词 ἥκειν 的否定词 μή 属于间接引语的否定,整体逻辑结构为:“切莫以为鹰隼能预示兆象……而这样一个人的到来却并非依凭神意”。
