- 底本
- Dio Chrysostom. Dionis Prusaensis quem vocant Chrysostomum quae extant omnia. Vols. I and II. Arnim, Hans Friedrich August von, editor. Berlin: Weidmann, 1893-96.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:34.14-34.19
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者指出了索利、阿达纳等邻近诸邦的怨恨、与总督关系的恶化,以及塔尔苏斯内部各阶层的分裂,告诫众人切莫轻信仅维持数日的表面和睦,而应根除自私与争胜之心以实现真正的团结。
νῦν δὲ καὶ τὰ λοιπὰ ἐπέξειμι διʼ ἃ πλείονος σκέψεως φημι δεῖσθαι τὸν ἐνεστῶτα καιρόν. ἡ μέν γε τῶν Μαλλωτῶν ἀπέχθεια καὶ στάσις ἧττον ὀφείλει λυπεῖν ὑμᾶς. τὸ δὲ Σολεῖς τούτους καὶ Ἀδανεῖς καί τινας ἴσως ἄλλους ὁμοίως ἔχειν καὶ μηδὲν ἐπιεικέστερον, ἀλλὰ καὶ βαρύνεσθαι καὶ βλασφημεῖν καὶ μᾶλλον ἑτέρων ὑπακούειν ἐθέλειν, ὑποψίαν ποιεῖ τοῦ1 μηδὲ τοὺς Αἰγαίους τάχα μηδὲ τοὺς Μαλλώτας παντάπασιν ἀδίκως ἄχθεσθαι, μηδὲ τοὺς μὲν φθόνῳ, τοὺς δὲ πλεονεκτεῖν βουλομένους ἠλλοτριῶσθαι πρὸς ὑμᾶς, ἀλλʼ ἴσως εἶναί τι τοιοῦτον περὶ τὴν πόλιν καὶ ὑβρίζειν πως καὶ ἐνοχλεῖν τοὺς ἐλάττονας.
但如今,我也将详述其余几点,正是由于这些缘由,我认为眼下的局势需要更多的审慎思考。马洛斯人的敌意与派系纷争本应较少令你们烦恼;然而,此处的索利人和阿达纳人,或许还有其他某些城邦的人,亦持有同样的态度,且丝毫不更加温和宽厚,反而感到不堪重负,口出恶言,宁可臣服于他人——这种情形令人怀疑,或许艾盖亚人和马洛斯人并非完全无理取闹地感到愤懑,也不是前者出于嫉妒、后者出于牟取私利的企图才与你们疏离,而是本城或许确实存在着某种类似的习气,在某种程度上傲慢无礼并侵扰弱小者。
ταῦτα γὰρ ἔστι μὲν οὐκ ἀληθῆ, ταὐτὰ δʼ ἂν ὑμᾶς ὡς ἀληθῆ βλάψειεν. φέρε δὴ καὶ τὰ πρὸς τὸν στρατηγὸν ὑμῖν ὡς ἔχει λογίσασθε. πρότερον μὲν ὑποψία μόνον ὑπῆρχεν ὡς οὐχ ἡδέως ὑμῶν διακειμένων, ἀλλʼ ὅμως ἐκεῖνός τε ἐπολιτεύετο πρὸς ὑμᾶς καὶ ὑμεῖς πρὸς ἐκεῖνον καὶ φανερὸν οὐδὲν ἦν· ἄρτι δὲ ὑμεῖς τε τῷ δοκεῖν ἐλαττοῦσθαι παροξυνθέντες εἴπατέ τι κἀκεῖνος προήχθη καὶ γράψαι πρὸς ὀργὴν καὶ ποιῆσαι τοῦθʼ, ὅπερ μὴ πρότερον.
因为这些指责即便并非真实,也会如真实一般给你们带来危害。来吧,且思量一下你们与总督的关系究竟处于何种状态。此前仅有一种怀疑,认为你们心怀不满,但即便如此,他与你们相处以及你们与他相处时仍维持着得体的应对,并无任何明面上的破裂;然而最近,你们因自以为受到贬低而受激动怒,说了某些话,他也因愤怒而致信,并采取了以往未曾采取的行动。
νὴ Δία ἀλλά γε τὰ τῆς πόλεως αὐτῆς καὶ τὰ πρὸς ἀλλήλους ὑμῖν ὡς δεῖ πρόεισιν.2 οὐ χθὲς καὶ πρῴην χωρὶς ἦν ὁ δῆμος καὶ χωρὶς ἡ βουλὴ καὶ νῦν ἔτι καθʼ αὑτοὺς οἱ γέροντες, ἰδίᾳ τὸ συμφέρον ἕκαστοι δῆλον ὅτι σκοποῦντες· ὥσπερ εἰ πλεόντων ἰδίᾳ μὲν οἱ ναῦται τὸ συμφέρον αὑτοῖς ζητοῖεν, ἰδίᾳ δὲ ὁ κυβερνήτης, ἰδίᾳ δὲ ὁ ναύκληρος. καὶ γὰρ εἰ πολλάκις ταῦτα λέγεται, ἀλλʼ οὖν προσήκει μὴ διὰ τοῦτο παραπέμπειν. οὐ γὰρ τὸ πρώτως ῥηθὲν οὐδʼ ὃ μὴ πρότερόν τις ἤκουσε δεῖ προθύμως ἀποδέχεσθαι, τὸ δὲ οἰκεῖον τῷ πράγματι καὶ τὸ χρείαν τινὰ ἔχον.
“指宙斯起誓,但至少本城内部的事务以及你们彼此之间的关系正依其应有的方式运行!”难道不是就在前几天,民众单独分立,议事会也单独分立,而直到如今长老们仍然独自聚会,显然各自只谋求自身的私利?这恰如在航海之中,水手们各自谋求自己的利益,舵手谋求自己的利益,船主亦谋求自己的利益。因为即便这些道理屡屡被提及,也绝不应当因此而被忽视;人们理应欣然接纳的,不是首次说出的话,亦非此前从未听闻之言,而是契合实际且具有实用价值的言论。
νὴ Δία, ἀλλὰ νῦν ὡμολογήκαμεν καὶ κοινῇ βουλευόμεθα. καὶ τίς ἂν ἀσφαλῆ καὶ βέβαιον ἡγήσαιτο τὴν τοιαύτην ὁμόνοιαν, τὴν ὑπʼ ὀργῆς μὲν γενομένην, τριῶν δὲ οὖσαν ἢ τεττάρων ἡμερῶν; οὐδὲ γὰρ ὑγιαίνειν ἀσφαλῶς εἴποι τις ἂν τὸν πρὸ μικροῦ πυρέττοντα. μὴ τοίνυν μηδὲ ὑμεῖς αὑτοὺς ὁμονοεῖν λέγετε, πρὶν ἂν ὑμῖν μάλιστα μὲν πολλαπλάσιος διέλθῃ χρόνος· εἰ δʼ οὖν, τοσοῦτος ὅσον δὴ διεφέρεσθε· μηδʼ εἰ ταὐτό ποτʼ ἐφθέγξασθε καὶ τὴν αὐτὴν ἔσχετε ὁρμήν, καὶ δὴ νομίζετε ἐξῃρῆσθαι τὸ νόσημα τῆς πόλεως.
“指宙斯起誓,但我们如今已经达成一致,正在共同商讨了!”可是,有谁会认为这种出于愤慨而产生、仅持续了三四天的和睦是稳固且持久的呢?因为谁也不能说一个不久前还在发热的人已经切实康复了。因此,在相当倍数的时间过去之前——退一步说,至少也要经过与你们以往争执不休同样长的时间——切莫说你们自己已经达成了和睦;也不要因你们曾一时发出同样的呼声、怀有同样的冲动,就以为本城的痼疾已经被彻底根除了。
καὶ γὰρ ἐν τοῖς ἀναρμόστοις ὀργάνοις ἐνίοτε οἱ φθόγγοι συνεφώνησαν πρὸς ὀλίγον, εἶτα εὐθὺς ἀπᾴδουσιν. ὥσπερ οὖν τὸ μὲν τρῶσαί τι καὶ διελεῖν ταχὺ γίγνεται καὶ πάνυ ῥᾳδίως, τὸ δὲ συμφῦσαι καὶ συναγαγεῖν χρόνου δεῖται καὶ προσοχῆς, οὕτω καὶ ἐπὶ τῶν πόλεων ἔχει. τὸ μὲν διενεχθῆναι καὶ στασιάσαι πρόχειρον καὶ διὰ μικρὰ συμβαίνει πολλάκις, τὸ δὲ καταστῆναι καὶ τὴν προσήκουσαν λαβεῖν διάθεσιν καὶ πίστιν μὰ Δίʼ οὐκ ἔστιν εἰπόντας οὐδὲ δόξαντας μετανοεῖν εὐθὺς ἔχειν.
因为即便在音调不协的乐器中,音响有时也会短暂谐调,随即又立刻发出刺耳的不合之声。因此,如同弄伤和割裂某物发生得极为迅速且毫不费力,而使其愈合与凝聚却需要时间与专注一样,就诸城邦而言亦是如此。产生分歧与陷入派系纷争是轻而易举的,且往往因小事而起;但要安定下来并获得应有的心性与互信,指宙斯起誓,绝不是仅仅口头上说说或表面上显出悔意就能立即办到的。
ἴσως μὲν γὰρ οὐ παρὰ μόνοις ὑμῖν, ἀλλὰ καὶ παρὰ τοῖς ἄλλοις ἅπασι μεγάλης τινὸς τοῦτο δεῖται θεραπείας, μᾶλλον δὲ εὐχῆς. οὐ γὰρ ἔστιν ἄλλως ἢ τῶν κινούντων κακῶν καὶ ταρασσόντων ἀπολυθέντας, φθόνου, πλεονεξίας, φιλονικίας, τοῦ ζητεῖν ἕκαστον αὔξειν ἑαυτὸν τὴν πατρίδα καὶ τὸ κοινῇ συμφέρον ἐάσαντα συμπνεῦσαί ποτε ἰσχυρῶς καὶ ταὐτὰ προελέσθαι.3 ὡς παρʼ οἷς ἂν ἰσχύῃ ταῦτα καὶ τοιαῦθʼ ἕτερα, τούτους ἀνάγκη τὸν ἀεὶ χρόνον ἐπισφαλεῖς εἶναι καὶ διὰ μικρὰ συμπίπτειν καὶ θορυβεῖσθαι, καθάπερ ἐν θαλάττῃ πνευμάτων ἐναντίων ἰσχυόντων.
因为或许不仅在你们这里,而且在所有其他人那里,这都需要某种巨大的医治,或者不如说需要祈祷。因为唯有摆脱那些激起骚动与扰乱内心的邪恶——嫉妒、贪婪、好胜争强,以及人人都舍弃城邦与公共利益而图谋自我扩张——才可能真正做到齐心协力并选择相同的道路。凡是这些以及诸如此类的恶习在其中盛行的地方,人们必然永远处于危殆之中,并因微不足道之事而发生冲突与动荡,正如海上逆风肆虐时的情形一般。
- 34.14τὸ δὲ Σολεῖς τούτους καὶ Ἀδανεῖς καί τινας ἴσως ἄλλους ὁμοίως ἔχειν καὶ μηδὲν ἐπιεικέστερον, ἀλλὰ καὶ βαρύνεσθαι καὶ βλασφημεῖν καὶ μᾶλλον ἑτέρων ὑπακούειν ἐθέλειν, ὑποψίαν ποιεῖ τοῦ
冠词加不定式短语 τὸ ... ἔχειν ... ἐθέλειν 充当主句动词 ποιεῖ 的主语,支配宾语 ὑποψίαν。随后的 τοῦ 引出的不定式短语(ἄχθεσθαι ... ἠλλοτριῶσθαι)为同位/宾格性属格结构,用以具体说明怀疑(ὑποψία)的内容。
- 34.16νὴ Δία ἀλλά γε τὰ τῆς πόλεως αὐτῆς καὶ τὰ πρὸς ἀλλήλους ὑμῖν ὡς δεῖ πρόεισιν.
由 νὴ Δία ἀλλά γε 引出的拟设反驳(hypophora)。演说者反讽地提出听众可能抱有的乐观辩解,随即通过紧接其后的反问句(οὐ χθὲς καὶ πρῴην...)直接予以驳斥。
- 34.19οὐ γὰρ ἔστιν ἄλλως ἢ τῶν κινούντων κακῶν καὶ ταρασσόντων ἀπολυθέντας, φθόνου, πλεονεξίας, φιλονικίας, τοῦ ζητεῖν ἕκαστον αὔξειν ἑαυτὸν τὴν πατρίδα καὶ τὸ κοινῇ συμφέρον ἐάσαντα συμπνεῦσαί ποτε ἰσχυρῶς καὶ ταὐτὰ προελέσθαι.
由非人称成语 οὐκ ἔστιν ἄλλως ἢ(“除了……别无可能”)统摄。宾格分词 ἀπολυθέντας 修饰后续不定式 συμπνεῦσαι 和 προελέσθαι 的逻辑主语,而单数宾格分词 ἐάσαντα 则在冠词加不定式短语 τοῦ ζητεῖν 中修饰其逻辑主语 ἕκαστον。属格列举项 φθόνου, πλεονεξίας... 充当分离属格,依附于 ἀπολυθέντας。
