← 金嘴狄翁

演说集

§34.40-34.45

应对总督之策与同邻邦马洛斯的和解

演说者告诫公民切勿对罗马总督采取徒劳无益的恫吓姿态,并教导他们辨明必须起诉的不法行为与应当忍受的适度负担;同时劝谕他们在与邻邦马洛斯的边界纠纷中放弃对毫无价值之土地的争执,以宽宏大度与和睦之道彰显城邦的真正威望。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§34.40

ἐκεῖνο μέντοι καθόλου λέγω, τὴν τοιαύτην ἀνάτασιν μηδαμῶς συμφέρειν, καθʼ ἣν οὐδὲν ποιῆσαι διεγνωκότες εἰς ὑποψίαν ἔρχεσθε τοῖς ἡγεμόσιν· ἀλλʼ ὃν μὲν ἂν κρίνητε ἐξαιρήσεσθαι καὶ δοκῇ τοιαῦτα ἀδικεῖν, ὥστε παραπέμψαι μὴ συμφέρειν, τοῦτον ὡς ἐξελέγξοντες παρασκευάζεσθε, καὶ τὴν γνώμην εὐθὺς ἔχετε ὡς πρὸς ἐχθρὸν καὶ ἐπιβουλεύοντα ὑμῖν. περὶ οὗ δʼ ἂν ἄλλως προνοῆτε μηδὲν ἢ μὴ μεγάλα ἁμαρτάνειν ἢ διʼ ἣν δήποτε αἰτίαν μὴ νομίζητε ἐπιτήδειον εἶναι, τοῦτον μηδὲ ἐρεθίζετε μηδὲ εἰς ὀργὴν κατὰ τῆς πόλεως ἄγετε·

然而,我总的来说要指出的是,摆出这样一种恫吓姿态绝无任何益处——即在未曾下定决心采取任何行动的情况下,就招致统治者们的猜忌。相反,凡是你们决意予以革除、且其不法行为看起来已不宜再予容忍之人,你们便当做好彻底揭发其罪状的准备,并立刻树立起对待图谋不轨之敌人的心态。至于那些你们并未察觉有何大碍、或未曾犯下严重过错、或因无论何种理由你们认为不宜予以告发之人,则切莫去激怒他,也不要引他向城邦发泄怒火。

§34.41

ὥσπερ οἶμαι τὰ βάρη ταῦτʼ, ἂν μὲν σφόδρα πιέζῃ καὶ ἀνέχεσθαι μὴ δυνώμεθα, ζητοῦμεν ὡς τάχιστα ἀπορρῖψαι, μετρίως δὲ ἐνοχλούμενοι καὶ ὁρῶντες ἀνάγκην οὖσαν φέρειν ἢ τοῦτο ἢ μεῖζον ἕτερον, σκοποῦμεν ὡς κουφότατα ἐπέσται. ταῦτά ἐστι σωφρονούσης πόλεως. οὕτως καὶ ἀγαπήσουσιν ὑμᾶς οἱ πλείους καὶ φοβήσεταί τις ἀδικεῖν, καὶ οὐ μὴ πλῆθος ἄδικον μηδὲ ἀλόγιστον ὄχλον ὑμᾶς νομίσωσιν,1 ὁρμῇ τινι καὶ φορᾷ χρώμενον.

正如我想,对待这些重负,若是压迫得过于剧烈而我们无法承受,我们便设法尽快将其抛弃;但若是承受的困扰尚属适度,且明白要么承受此负、要么承受另一更沉重之物乃是必然之事,我们便会谋求如何让它以最轻的方式落在身上。这正是一个审慎城邦的处事之道。唯有如此,多数掌权者才会爱戴你们,任何人才会对作恶心存畏惧,而决不会将你们视作凭一时冲动与狂乱行事的无理之众或盲目之流。

§34.42

τουτὶ μὲν γάρ, ὃ ποιεῖ νῦν ὁ πρύτανις, παντελῶς ἀνόητον ἦν ἄν, εἰ καὶ διεγνώκειτε κατηγορεῖν· μηδέπω μέντοι καιρὸς ᾖ2 φανερῶς οὕτως διαφέρεσθαι καὶ προλέγειν. ἀλλʼ ἐπειδή τις τῶν ὑμετέρων πολιτῶν ἐν καιροῖς ἀναγκαίοις τῇ πόλει παρέσχεν αὑτὸν καὶ λαμπρὸς ἔδοξε δυοῖν ἡγεμόνων κατηγορήσας ἐφεξῆς, οἱ πολλοὶ νομίζουσι τοιούτου τινὸς ἔργου δεῖν αὐτοῖς. τοῦτο δὲ ὅμοιόν ἐστιν, ὥσπερ εἴ τις ἰατρὸν ἰδὼν εἴς τι τῶν ὠφελίμων φαρμάκων ἐκ μέρους τι μιγνύντα καὶ θανάσιμον, μηδὲν ἄλλο εἰδώς, μήτε ὅπως συνετέθη μήτε ὁπόσον δεῖ λαβεῖν, μιμεῖσθαι βούλοιτο. τὸ μὲν οὖν αὐτοσχεδιάζειν τὰ μέγιστα καὶ προεστάναι πόλεως ἡγεῖσθαι παντὸς εἶναι τοῦ ἐλπίσαντος οὐ πολὺ τῶν τοιούτων ἀφέστηκεν.

事实上,当前执政官所作所为,即便你们已决意提出控诉,由于公开反目与预先宣战的时机尚不成熟,也完全是愚蠢至极的。然而,只因你们的一位同胞曾于危难关头挺身报效城邦,并在接连控告两位总督之后赢得了显赫的名声,大众便认为自己也需要某种类似的举动。但这就像有人看见医师在有益的药剂中掺入少许致命成分,在对药剂如何调配、剂量应当服食多少全然不知的情况下,便妄图加以模仿一样。因此,在至关重大的事务上轻举妄动,并以为统领城邦乃是任何心存此想者皆可为之事,与这种愚昧并无二致。

§34.43

ἐγὼ δʼ ὑπὲρ τῶν πρὸς τοὺς Μαλλώτας καὶ τὰς ἄλλας πόλεις εἰπὼν ἔτι παύσομαι. καὶ γὰρ ἱκανῶς ἀνέχεσθαι δοκεῖτέ μοι. πρὸς μὲν οὖν τούτους, λέγω δὲ Μαλλώτας, εἴ τι πεποιήκασιν ἀγνωμόνως, ὥσπερ πεποιήκασι, τὴν ὀργὴν καταβαλόντες καὶ τὴν τιμωρίαν, ἣν ἐνομίζετε ὀφείλεσθαι ὑμῖν, αὐτοῖς χαρισάμενοι, περὶ τοῦ πράγματος διακρίθητε, τὸ φέρειν τὰ τοιαῦτα καὶ μὴ φιλονικεῖν, τοῦθʼ, ὥσπερ ἐστίν, ἡγησάμενοι μέγα καὶ τῷ παντὶ κρειττόνων ἀνδρῶν, ἄλλως τε πρὸς τοσούτῳ καταδεεστέρους —

在谈完与马洛斯人及其他城邦的关系之后,我便结束发言;因为在我看来,你们已经耐心地听了足够久了。关于这些人,我指的是马洛斯人,即使他们行事确有不逊之处——正如他们确实做过的那样——也请平息怒火,免除你们认为理当向他们索取的惩罚,妥善决断此事;要明白,容忍此类事情且不逞一时之气,乃是崇高之举,真正配得上全方位卓越之人,尤当面对如此悬殊之弱小者时——

§34.44

οὐ γάρ ἐστι κίνδυνος μὴ Μαλλωτῶν ἐσομένων ἀσθενέστεροι δόξετε3 — μηδὲ τοὺς παροξυνοῦντας ὑμᾶς, ἀλλὰ μάλιστα μὲν αὐτοὶ δικασταὶ γενόμενοι καὶ τὸ πρᾶγμα ἐπιμελῶς ἐξετάσαντες ἄνευ πάσης ἀπεχθείας καὶ τῆς πρὸς αὑτοὺς χάριτος καταθέσθαι, μὴ μόνον ἀποστάντες τῆς ἔριδος καὶ τοῦ ζητεῖν ἐξ ἅπαντος πλέον ἔχειν, ἀλλὰ συγχωροῦντές τε καὶ παριέντες αὐτοῖς ὅ, τι ἂν ᾖ μέτριον. ὥσπερ γὰρ καὶ τῶν ἰδιωτῶν ἐπαινεῖτε τοὺς εὐγνώμονας καὶ βλαβῆναί μᾶλλον αἱρουμένους ἢ διαφέρεσθαι πρός τινας, οὕτω καὶ κοινῇ συμβαίνει τὰς τοιαύτας πόλεις εὐδοκιμεῖν.

因为决无任何危险会让你们显得比马洛斯人更加软弱——不要听从那些煽动你们的人,而应亲自充当公正的裁判者,毫无敌意也不徇私情地审慎查验此事,将争端平息;不仅要脱离冲突和无论如何也要占便宜的执念,而且在合乎情理的范围内,向他们作出让步与宽贷。正如在私人生活中,你们赞扬那些通情达理、宁愿蒙受损失也不愿与人争吵之人,同样在公共事务中,具有此种风范的城邦亦必享有美誉。

§34.45

αἱ μὲν οὖν θῖνες καὶ τὸ πρὸς τῇ λίμνῃ χωρίον οὐδενὸς ἄξια. τίς γάρ ἐστιν ἡ τούτων πρόσοδος ἢ λυσιτέλεια; τὸ μέντοι χρηστοὺς φαίνεσθαι καὶ μεγαλόφρονας οὐκ ἔστιν εἰπεῖν ὅσου νομίζεται δικαίως ἄξια. τὸ μὲν γὰρ ἁμιλλᾶσθαι πρὸς ἅπαντας ἀνθρώπους ὑπὲρ δικαιοσύνης καὶ ἀρετῆς καὶ τὸ φιλίας καὶ ὁμονοίας ἄρχειν καὶ τούτοις περιεῖναι τῶν ἄλλων καὶ κρατεῖν ἡ καλλίστη πασῶν νίκη καὶ ἀσφαλεστάτη. τὸ δʼ ἐξ ἅπαντος τρόπου ζητεῖν μαχομένους ὑπερέχειν ἀλεκτρυόνων ἐστὶ μᾶλλον γενναίων ἤπερ ἀνδρῶν.4

说到底,沙丘和湖畔的地块毫无价值;那些地方究竟能带来什么收益或好处呢?然而,展现出宽仁与大度,其公认的真正价值却难以估量。因为在正义与美德上同天下所有人争先,在友谊与和睦中居于倡导之位,并凭藉这些超越并战胜他人,乃是所有人世胜利中最美好也最稳固的。但若在争战中千方百计地谋求压倒对方,那充其量不过是善斗公鸡的习性,绝非高尚之士的作为。

语法注4 条
  1. 34.41οὐ μὴ πλῆθος ἄδικον μηδὲ ἀλόγιστον ὄχλον ὑμᾶς νομίσωσιν

    否定词 οὐ μή 接虚拟式(νομίσωσιν)构成的强否定句式,表示对未来的断然否定(“决不会把你们视作……”)。主语指代包括当权者在内的世人(与上文 οἱ πλείους 及 τις 呼应)。

  2. 34.42τουτὶ μὲν γάρ, ὃ ποιεῖ νῦν ὁ πρύτανις, παντελῶς ἀνόητον ἦν ἄν, εἰ καὶ διεγνώκειτε κατηγορεῖν· μηδέπω μέντοι καιρὸς ᾖ

    主节 ἦν ἄν 采用过去直说式加 ἄν,构成非真实条件的虚拟/潜势表达(“本来完全是愚蠢的”),用以批评当前执政官的盲动。后续的 μηδέπω μέντοι καιρὸς ᾖ 采用现在虚拟式 ᾖ,以插入方式引入对客观现实的让步或假设判断(“然而假定时机尚未成熟”)。

  3. 34.44οὐ γάρ ἐστι κίνδυνος μὴ Μαλλωτῶν ἐσομένων ἀσθενέστεροι δόξετε

    短语 οὐκ ἔστι κίνδυνος μή 支配直说式将来时(δόξετε)。表示担忧的词语后接 μή 引导的从句使用将来直说式,明确断定该顾虑绝无可能成真(“决无任何危险会让你们显得……”)。Μαλλωτῶν 为比较属格,受 ἀσθενέστεροι 支配。

  4. 34.45ἀλεκτρυόνων ἐστὶ μᾶλλον γενναίων ἤπερ ἀνδρῶν

    属格 ἀλεκτρυόνων 与 ἀνδρῶν 与系动词 ἐστί 构成表特质的谓语属格(“属于……的特性”)。主语为冠词加不定词短语 τὸ δʼ ... ζητεῖν ... ὑπερέχειν(“谋求在争斗中压倒对方”),通过比较连词 ἤπερ 将“斗鸡”与“真正的人”进行鲜明对照。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:34.40-34.45