- 底本
- Dio Chrysostom. Dionis Prusaensis quem vocant Chrysostomum quae extant omnia. Vols. I and II. Arnim, Hans Friedrich August von, editor. Berlin: Weidmann, 1893-96.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:34.34-34.39
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者批评塔尔苏斯的领导阶层将政治当作副业或谋求短期荣耀的消遣,导致施政如受狂风摆布般动荡不安。随后他就与罗马总督的关系提出建言,告诫民众既不能完全屈从受辱,亦不可盲目全面对抗,以免丧失言论自由与自卫能力。
τὸ μέντοι γε παρʼ ὑμῖν γιγνόμενον οὐ τοιοῦτόν ἐστι, καὶ οὐδείς, ὡς ἐγὼ πυνθάνομαι, τῶν πολιτευομένων τοῦτο ἔχει προκείμενον οὐδʼ ἐστὶν ἔτι τῶν κοινῶν· ἀλλʼ οἱ μὲν ὅλως ἀφεστᾶσιν, οἱ δʼ ἐκ παρέργου προσίασιν ἁπτόμενοι μόνον τοῦ πράγματος, ὥσπερ οἱ σπονδῆς θιγγάνοντες, οὐκ ἀσφαλὲς εἶναι λέγοντες ἀναθεῖναι αὑτοὺς πολιτείᾳ. καίτοι ναυκληρεῖν μὲν ἢ δανείζειν ἢ γεωργεῖν οὐδεὶς ἂν ἱκανῶς δύναιτο πάρεργον αὐτὸ ποιούμενος, πολιτεύεσθαι δὲ ἐπιχειροῦσιν ἐκ περιουσίας1 καὶ πάντα ἔμπροσθεν τούτου τιθέντες.
然而,你们那里的实际情况却并非如此;据我所知,在参与政事的人当中,没有谁以此为宗旨,也没有谁再全心致力于公共事务了。相反,有些人完全置身事外,另一些人则把政治当作副业,仅仅浅尝辄止,就像那些只是轻触祭酒之杯的人一样,宣称把自己奉献给城邦是不安全的。然而,从事航运、放贷或务农,若是当作副业,决无一人能够胜任;但他们却企图把从政当作闲暇之余的消遣,把其他一切事情都置于从政之前。
ἔνιοι δʼ, ἂν εἰς ἀρχήν τινα καταστῶσιν, ἐν ἐκείνῃ μόνον ζητοῦσιν ἅψασθαί τινος πράξεως, ὅπως ἀπέλθωσιν ἐνδοξότεροι, τοῦτο μόνον σκοποῦντες. τοιγαροῦν πρὸς ἓξ μῆνάς εἰσιν ὑμῖν ἀνδρεῖοι, πολλάκις οὐδὲ ἐπὶ τῷ συμφέροντι τῆς πόλεως. ὥστε νῦν μέν ἐστιν οὗτος ὁ λέγων, κἀκείνῳ ἔτι εὐθὺς ἄλλος, εἶθʼ ἕτερος· καὶ τὸν πρὸ τριάκοντα ἡμερῶν λαμπρὸν καὶ μόνον φάσκοντα κήδεσθαι τῆς πόλεως2 οὐδʼ ἰδεῖν ἔστι προσιόντα τῇ ἐκκλησίᾳ, καθάπερ οἶμαι τῶν πομπευόντων αὐτὸς ἕκαστος ὀφθῆναι ἐπιθυμῶν κατὰ τοῦτʼ ἐσπούδακεν, ἕως ἂν παρέλθῃ, μικρὸν δὲ ἀποστὰς ἔλυσε τὸ σχῆμα καὶ τῶν ἄλλων εἷς ἐστι καὶ ὅπως δήποτε ἄπεισιν. ἐχρῆν μέντοι τὸν μὲν πρυτανεύοντα τῆς ἀρχῆς τοὺς ἓξ μῆνας ἡγεῖσθαι μέτρον· τοῦτο γὰρ ὁ νόμος κελεύει· τὸν μέντοι γε πολιτευόμενον τῆς εὐνοίας τῆς πρὸς ὑμᾶς καὶ τῆς ὑπὲρ τῶν κοινῶν ἐπιμελείας καὶ σπουδῆς μὴ μὰ Δία καιρόν τινα ἐξαίρετον ἔχειν, καὶ ταῦτα βραχὺν οὕτως, ἀλλʼ εἰς αὐτὸ τοῦτο ἀποδύεσθαι καὶ ἀεὶ παραμένειν.
还有些人,一旦被任命为官,就只在任期之内谋求参与某项政务,唯一目的不过是想在卸任时获得更大的声望。因此,他们为你们展现勇毅充其量只有六个月,而且往往根本不是为了城邦的利益。结果便是,此刻是此人在发言,紧接着又换了另一个人,随后又是另一个人;而三十天前还风光显赫、自称唯有自己挂念城邦的人,甚至连踏进公民大会的身影都看不到了,我想,这就像参与节日游行的人一样:每个人都渴望引人注目,在走过众人之前一直卖力装模作样,但只要稍稍离开队伍,便立刻卸下架势,沦为芸芸众生中的一员,漫不经心地离去。然而,担任执政官职的人理当将六个月视作其公职的限度——因为法律是这样规定的;但作为政治家,指宙斯起誓,对于关照你们的善意以及对公共事务的关怀与热忱,绝不应设有任何特殊的期限,更不应是如此短暂的期限,而应当全身心投入这一事业并始终坚守不懈。
νῦν δὲ ὥσπερ οἱ τοῖς ἀπογείοις, μᾶλλον δὲ τοῖς ἀπὸ τῶν γνόφων πνεύμασι πλέοντες, οὕτως φέρεσθε, ἄνδρες Ταρσεῖς, οὔτε τῆς τοιαύτης πολιτείας οὔτʼ ἐκείνου τοῦ πλοῦ βέβαιον οὐδʼ ἀσφαλὲς ἔχοντος οὐδέν. διαρκέσαι μὲν γὰρ ἄχρι παντὸς οὐχ οἷαί τέ εἰσιν αἱ τοιαῦται προσβολαί, πολλάκις δὲ κατέδυσαν ἀκαίρως προσπεσοῦσαι. ἔδει δὲ πόλιν οὕτως μεγάλην καὶ λαμπρὰν ἔχειν τοὺς ἀληθῶς προνοοῦντας. ταύτῃ δὲ ἴσως ὑπὸ τῶν ἐφημέρων τούτων καὶ πρὸς ὀλίγον δημαγωγῶν οὐδὲν ἔστιν ἀγαθὸν παθεῖν.
但如今,塔尔苏斯人啊,你们的漂泊之势就像那些依靠陆风、甚至依靠来自浓云中的突风航行的人一样,无论是这种治国方式还是那种航行,都毫无稳固与安全可言。因为这种阵风无法持久维系,若在不适宜的时刻突袭,往往会使船只倾覆。一个如此宏伟显赫的城邦本应拥有真正具有远见卓识的领导者,然而在这一方面,从这些朝生暮死、转瞬即逝的民众煽动家手中,恐怕得不到任何益处。
περὶ μὲν οὖν τούτων καὶ μυρίων ἄλλων πολλὰ ἂν ἔχοι τις λέγειν. ἐπεὶ δὲ καὶ αὐτὸς ἀφʼ ἧς ἐπεδήμησα ἡμέρας ὑμῖν γέγονα δημαγωγός, καὶ ταῦτα ἐπιτιμῶν τοῖς τοιούτοις, ὅμως εἰπεῖν ἅπερ ὑπεσχόμην,3 ἃ γιγνώσκω περὶ τῶν παρόντων. καὶ πρῶτον μὲν τὰ πρὸς τὸν στρατηγόν. ἔσται δέ μοι περὶ πάντων ὁ λόγος. φημὶ δὴ τοίνυν τοὺς ἐν τοιαύτῃ καταστάσει τυγχάνοντας, ὁποία δὴ τὰ νῦν ἐστι παρὰ πᾶσιν, οὕτω προσήκειν φρονεῖν, ὡς μήτε πάντα ἀνεξομένους καὶ παρέξοντας αὑτοὺς ἁπλῶς χρῆσθαι τοῖς ἐπὶ τῆς ἐξουσίας, ὅπως ἂν αὐτοὶ θέλωσι, κἂν εἰς ὁτιοῦν προΐωσιν ὕβρεως καὶ πλεονεξίας, μήτε ὡς ὅλως μηδὲν οἴσοντας4 διακεῖσθαι, μηδὲ προσδοκᾶν ὅτι Μίνως τις ὑμῶν ἀφίξεται νῦν ἢ Περσεὺς ἐπιμελησόμενος.
关于这些以及无数其他事情,人们固然有许多话可说。但既然我自来到此地之日起便成了你们的民众引路人,而且是在痛斥此类人物的同时居于此位的,我仍须履行诺言,讲明我对目前局势的看法。首先是关于与总督的关系。我的言论将涉及一切事情。因此我说,处于当今天下所有人皆处的这一境况中的人们,理应具备这样的心态:既不容忍一切、任由当权者随心所欲地驱使自己——哪怕他们行事走向极端的傲慢与贪得无厌;也不表现得好似全然不能承受任何委屈,更不要指望什么米诺斯或珀耳修斯如今会降临来庇护你们。
τὸ μὲν γὰρ ἐφʼ ἅπαν ἀποστῆναι τοῦ βοηθεῖν αὑτοῖς ἀνδραπόδων ἐστί, καὶ δυσχερές, εἰ μηδεὶς ὄκνος μηδὲ ὑποψία καταλειφθήσεται τοῖς ἀγνωμονοῦσιν. τὸ δὲ πλῆθος ἀπεχθάνεσθαι5 καὶ πάντα ἐξετάζειν οὐχ ὑπὲρ ὑμῶν ἐστιν. ἐὰν γὰρ ἀλόγως ἐνίοτε ἐγκαλεῖν δόξητε καί τις ὑμῶν περιγένηται· διὰ πολλὰς δʼ ἂν αἰτίας τοῦτο συμβαίη· δέδοικα μὴ τελέως ἀποβάλητε τὴν παρρησίαν. ὁρᾶτε δὲ τοὺς περὶ τὴν Ἰωνίαν, ὅτι μηδενὸς ἁπλῶς κατηγορεῖν ἐψηφίσαντο. δεῖ δὴ τοὺς νοῦν ἔχοντας ἅπαντα ταῦτα προορᾶσθαι, καὶ μὴ καθάπερ τοὺς ἀπείρους ἐν τῷ μάχεσθαι ῥᾳδίως ἀφέντας τὸ παρὸν αὐτοῖς ἀνόπλους εἶναι τὸ λοιπὸν καὶ μηδὲν ἔχειν ποιῆσαι, μηδʼ ἂν ἀποσφάττῃ τις.
因为完全放弃自救乃是奴隶的行径,而且若不对肆无忌惮者留下任何顾忌和警惕,局势也将十分危险;然而,招致普遍的敌意并对每一件事都吹毛求疵,对你们也是不利的。因为如果你们有时被认为提出了无理的指控,并且有人击败了你们——这可能因诸多缘由而发生——我唯恐你们会彻底丧失直言进谏的自由。你们且看伊奥尼亚一带的人,他们甚至表决通过根本不对任何人提出指控。凡有头脑的人都必须预见这一切,而不应像那些缺乏作战经验的人一样,轻易丢弃手头的武器,以致此后赤手空拳,即使有人割断他们的咽喉也无能为力。
- 34.34ἐκ περιουσίας
作副词短语使用,字面意为“从富余/闲暇中”,在此引申为“当作余兴/闲暇的消遣”。它与前文的“πάρεργον”(副业)相呼应,讽刺政客们不全心投入国政、仅将其视为余力的挥霍。
- 34.35τὸν πρὸ τριάκοντα ἡμερῶν λαμπρὸν καὶ μόνον φάσκοντα κήδεσθαι τῆς πόλεως
由定冠词“τὸν”引导的名词化短语。时间短语“πρὸ τριάκοντα ἡμερῶν”(三十天前)同时修饰形容词“λαμπρόν”和分词“φάσκοντα”。整个宾格短语作非人称短语“οὐδʼ ἰδεῖν ἔστι”(甚至不可能看到)的宾语。
- 34.38ὅμως εἰπεῖν ἅπερ ὑπεσχόμην
在以“ἐπεὶ δὲ ... γέγονα δημαγωγός ...”引导的从属句之后,主句省略了表示必然或义务的词(如“δεῖ”或“ἀνάγκη”),采用不定式结构(或独立不定式),意为“仍须讲明我所许诺之事”。
- 34.38ὡς μήτε πάντα ἀνεξομένους ... μήτε ὡς ὅλως μηδὲν οἴσοντας
依附于动词“φρονεῖν”的“οὕτω ... ὡς ...”对应结构。“ὡς”后接阳性复数宾格未来分词的平行结构,用以表达主体的心态或意图,即“既不打算容忍一切,也不表现得好似全然不愿承受任何事”,指明避免走两个极端的适度立场。
- 34.39τὸ πλῆθος ἀπεχθάνεσθαι
关于“τὸ πλῆθος”的格功能,既可解释为 (1) 作状语修饰的副词性宾格(意为“极度地”、“普遍地”),也可解释为 (2) 动作涉及对象的宾格(“招致群众的怨恨 / 普遍被敌视”)。冠词引导的不定式短语在句中作主语,与“οὐχ ὑπὲρ ὑμῶν ἐστιν”(对你们不利)构成主谓关系。
