← 金嘴狄翁

演说集

§34.27-34.33

城邦的危机与真正睿智顾问的特质

演说者指出城邦面临的危机需要真正睿智的顾问而非凭财富或门第登台的政客,并勾勒出不随大众喝彩摇摆、直面愤怒与斥责而泰然自若的理想政治家形象。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§34.27

ὅτι μὲν οὖν δεῖται τὰ παρόντα προσοχῆς καὶ βελτίονος συμβούλου τῶν ἀπὸ τῆς τύχης καὶ διʼ ἀργύριον ἢ διὰ γένος παριόντων,1 ἐνθένδε ὁρᾶτέ πως. ὅταν γὰρ μήτε αὐτοὶ βεβαίως ὁμονοῆτε μήθʼ αἱ πλείους τῶν πέριξ πόλεων οἰκείως ὑμῖν ἔχωσιν, ἀλλʼ οἱ μὲν φθονῶσιν, ἐκ πολλοῦ ἀντιφιλοτιμούμενοι πρὸς ὑμᾶς, οἱ δὲ ἀπεχθάνωνται, διὰ τὸ ὑπὲρ τῆς χώρας ἀμφισβητεῖν, οἱ δὲ οὐκ οἶδα ὅπως γε ἐνοχλεῖσθαι λέγωσιν, ὁ δὲ στρατηγὸς οἴηται μὲν τὰ βελτίω φρονεῖν περὶ ὑμᾶς, ἠναγκασμένοι δὲ ἦτε προσκροῦσαι καὶ πρότερον ἀλλήλοις, ἔτι δὲ ἐπίφθονοι τῷ τε μεγέθει τῆς πόλεως νομίζησθε καὶ τῷ πολλὰ τῶν ὄντων ἀπολαβεῖν δυνήσεσθαι· πῶς οὐχὶ διὰ ταῦτα ἐπιμελοῦς καὶ περιεσκεμμένης γνώμης δεῖσθε;

因此,目前的局势需要谨慎关注,需要一位优于那些凭运气、凭金钱或凭家世登台之人的顾问,你们从以下几点或可窥见一斑。因为你们自己彼此间并未保持稳固的和睦,周边的绝大多数城邦对你们也不怀善意;反之,有些城邦因长久以来与你们争逐荣耀而心怀嫉妒,另一些城邦因争夺土地而对你们怀有怨恨,还有一些城邦不知为何声称受到了你们的侵扰;而总督虽自以为对你们怀有最美好的善意,但你们此前却已不得不彼此产生龃龉;此外,你们不仅因城邦规模巨大而招人嫉妒,而且被认为有能力收回原有的诸多财产。由于这一切,你们怎能不需要细致而周密的思虑呢?

§34.28

τί οὖν; οὐχ ἱκανοὶ ταῦτα οἱ πολῖται συνιδεῖν καὶ παραινέσαι; πόθεν; εἰ γὰρ ἦσαν ἱκανοὶ τὸ δέον εὑρίσκειν ἐν ταῖς πόλεσιν οἱ προεστῶτες καὶ πολιτευόμενοι, πάντες ἂν ἀεὶ καλῶς ἀπήλλαττον καὶ ἀπαθεῖς ἦσαν κακῶν, εἰ μή τις αὐτόματος ἄλλως ἐπέλθοι τισὶ συμφορά.2 ἀλλʼ οἶμαι καὶ πάλαι καὶ νῦν πλείονα εὕροι τις ἂν συμβεβηκότα δεινὰ ταῖς πόλεσι διʼ ἄγνοιαν τοῦ συμφέροντος καὶ τὰ τῶν προεστώτων ἁμαρτήματα τῶν ἐκ τοῦ δαιμονίου καὶ παρὰ τῆς τύχης.

“那么怎么说?难道公民们没有能力洞察这些并提出劝告吗?”怎么可能!因为若是那些在各城邦居于首位并参与政事的人有能力发现所需之策,大家原本就会始终处境良好且免受灾祸,除非有什么偶发的厄运以其他方式降临在某些人身上。但在我看来,无论古今,人们都会发现,因对切身利益的无知以及领导者的过失而给城邦带来的深重灾祸,远远多于源自神明或命运的厄运。

§34.29

οἱ μὲν γὰρ οὐδὲν δυνάμενοι τῶν δεόντων ἰδεῖν οὐδʼ ἐπιμεληθέντες αὑτῶν πρότερον, μηδὲ κώμην ὄντες ἱκανοὶ διοικῆσαι κατὰ τρόπον, ἄλλως δὲ ὑπὸ χρημάτων ἢ γένους συνιστάμενοι προσέρχονται τῷ πολιτεύεσθαι· τινὲς δὲ ταύτην ἐπιμέλειαν εἶναι νομίζοντες, ἂν ῥήματα συμφορῶσι καὶ ταῦτα τῶν πολλῶν ὁπωσδὴ θᾶττον συνείρωσι, μηδενὸς τἄλλα ἀμείνους ὄντες. τὸ δὲ μέγιστον, διὰ μὲν τὸ βέλτιστον καὶ τῆς πατρίδος αὐτῆς ἕνεκεν οὔ, λοιπὸν δὲ διὰ δόξας καὶ τιμὰς καὶ τὸ δύνασθαι πλέον ἑτέρου καὶ στεφάνους καὶ προεδρίας καὶ πορφύρας διώκοντες, πρὸς ταῦτα ἀποβλέποντες καὶ τούτων ἐξηρτημένοι τοιαῦτα πράττουσι καὶ λέγουσιν, ἐξ ὧν αὐτοί τινες εἶναι δόξουσιν.

事实上,有些人根本无力看清任何切合需要之事,此前也从未修养过自身,甚至连一个村落都无力妥善管理,仅仅凭借金钱或门第的扶持便投身政治;另一些人则认为,只要能拼凑词句并不管怎样比大多数人说得更快,就是治国之能,而在其他方面他们并不比任何人高明。最严重的是,他们绝非出于对至善的追求,亦非为了祖国本身,而是为了其余的东西——追逐声誉、显位、压倒他人的权势、花冠、首席席位以及紫袍;他们目不斜视地盯着这些,依附于这些,做出的举动和发表的言论全都是为了让自己显得像个了不起的人物。

§34.30

τοιγαροῦν ἐστεφανωμένους πολλοὺς ἰδεῖν ἔστι καθʼ ἑκάστην πόλιν καὶ θύοντας ἐν κοινῷ καὶ προϊόντας ἐν πορφύρᾳ· γενναῖον δὲ καὶ φρόνιμον ἄνδρα καὶ κηδεμόνα ὄντως τῆς ἑαυτοῦ πατρίδος καὶ φρονοῦντα καὶ λέγοντα τἀληθῆ καὶ διʼ ὃν ἄμεινον οἰκεῖται καὶ μετέσχηκεν ἀγαθοῦ τινος ἡ πειθομένη πόλις, σπάνιον εὑρεῖν. καὶ τοῦτο ἀναγκαῖον συμβαίνειν τρόπον τινά.

因此,在每个城邦里都可以看到许多人头戴花冠、在公共场所献祭并身披紫袍出行;然而,一位高贵而睿智之人、一位真正关心自身祖国的守护者、一位思考真理并直言不讳、且因其劝导而使得遵从他的城邦获得更好治理并分沾福祉之人,却是罕见难求的。而在某种意义上,这必然会发生。

§34.31

ὅταν γὰρ οἴωνται τοὺς λελειτουργηκότας ἢ τοὺς μέλλοντας ἑαυτοῖς δεῖν συμβουλεύειν, κἂν ᾖ τις γυμνασίαρχος ἢ δημιουργός τις, τῷ τοιούτῳ μόνῳ λέγειν ἐπιτρέπωσιν ἢ νὴ Δία τοῖς καλουμένοις ῥήτορσιν, ὅμοιόν ἐστιν ὥσπερ ἂν εἰ τοὺς κήρυκας ἐκάλουν μόνους ἢ τοὺς κιθαρῳδοὺς ἢ τοὺς τραπεζίτας. τοιγαροῦν ἄνθρωποι παρίασι καὶ ἀνόητοι καὶ δοξοκόποι καὶ πρὸς τὸν ἀπὸ τοῦ πλήθους θόρυβον κεχηνότες, οὐδὲν ἀπὸ γνώμης ἀσφαλοῦς οὐδὲ συνέντες λέγουσιν, ἀλλʼ ὥσπερ ἐν σκότει βαδίζοντες κατὰ τὸν κρότον ἀεὶ καὶ τὴν βοὴν φέρονται.

因为只要人们认为,应当由那些已经承担过公共差役或将要承担公共差役的人向自己建言,若有人是体育馆长或市政官员,便只准许这样的人发言,或者指宙斯起誓,只准许所谓的演说家发言,这就像是他们只召唤传令官、或竖琴师、或钱币兑换商一样。因此,那些愚妄、追名逐利、对群众的喧闹喝彩垂涎三尺的人纷纷登台,他们所说的话既无沉稳的见识亦无真知灼见,而是如同在黑暗中摸索前行一般,始终追随着掌声和呐喊声的趋向而随波逐流。

§34.32

καίτοι κυβερνήταις εἴ τις λέγοι ὥστε ζητεῖν ἐξ ἅπαντος ἀρέσκειν τοῖς ἐπιβάταις, καὶ κροτουμένοις ὑπʼ αὐτῶν, ὅπως ἂν ἐκεῖνοι θέλωσιν, οὕτως κυβερνᾶν, οὐ μεγάλου τινὸς αὐτοῖς δεήσει χειμῶνος, ὥστε ἀνατρέψαι. πολλάκις γοῦν ἄγροικος ἄνθρωπος ναυτιῶν ἢ γύναιον, ἐὰν ἴδῃ πέτρας, γῆν ἑωρακέναι δοκεῖ καὶ λιμένα, καὶ δεῖται προσσχεῖν.

然而,若有人告诉舵手们,务必千方百计取悦乘客,并在他们的喝彩声中按照他们希望的方式去掌舵,那么甚至无须一场大风暴就能使他们翻船。事实上,一个晕船的乡巴佬或愚蠢妇人一旦看见礁石,往往以为看到了陆地和海港,便央求靠岸。

§34.33

ἐγὼ δὲ τὸν σύμβουλον τὸν ἀγαθὸν καὶ τὸν ἄξιον προεστάναι πόλεώς φημι δεῖν πρὸς ἅπαντα μὲν ἁπλῶς παρεσκευάσθαι τὰ δοκοῦντα δυσχερῆ, μάλιστα δὲ πρὸς τὰς λοιδορίας καὶ τὴν τοῦ πλήθους ὀργήν, καὶ ταῖς ἄκραις ὅμοιον ταῖς ποιούσαις τοὺς λιμένας, αἵτινες ἅπασαν ἐκδέχονται τὴν βίαν τῆς θαλάττης, τὸ δὲ ἐντὸς ἀκίνητον καὶ γαληνὸν φυλάττουσι, κἀκεῖνον ἐκκεῖσθαι τῷ δήμῳ,3 κἂν ὀργισθῆναί ποτε θέλῃ κἂν κακῶς εἰπεῖν κἂν ὁτιοῦν ποιῆσαι, πάσχειν δὲ μηδὲν ὑπὸ τῶν τοιούτων θορύβων, μήτε ἂν ἐπαινῆται, διὰ τοῦτο ἐπαίρεσθαι, μήτε ἂν ὑβρίζεσθαι δοκῇ, ταπεινοῦσθαι.

但我主张,一位优秀的顾问以及配得上掌管城邦的人,必须对一切看似艰难的处境一概做好准备,尤其是面对群众的辱骂与愤怒;正如构成港湾的海角那样,它们迎受大海的全部狂暴冲击,却将内湾保护得平稳安宁,他也必须同样直面民众,哪怕他们有时想要发怒、想要恶语相向、想要做出任何举动,他也绝不受这类喧扰的影响,既不因受到赞赏而飘飘然,也不因看似受辱而自暴自弃。

语法注3 条
  1. 34.27βελτίονος συμβούλου τῶν ἀπὸ τῆς τύχης καὶ διʼ ἀργύριον ἢ διὰ γένος παριόντων

    属格短语 τῶν... παριόντων 作为比较属格,由比较级形容词 βελτίονος 支配。παριόντων 是名词化分词,意为“登台发言者”,受介词短语 ἀπὸ τῆς τύχης(凭运气)以及 διʼ ἀργύριον ἢ διὰ γένος(凭金钱或门第)的并列修饰。

  2. 34.28εἰ μή τις αὐτόματος ἄλλως ἐπέλθοι τισὶ συμφορά

    插入在前面过去与事实相反的虚拟语气主句(πάντες ἂν ἀεὶ καλῶς ἀπήλλαττον...)之后的希求法条件从句。在假定过去事实的框架下,它表达了一种抽象的、潜在的例外可能(“除非有某种偶发的厄运以其他方式降临在某些人身上”)。

  3. 34.33κἀκεῖνον ἐκκεῖσθαι τῷ δήμῳ

    这是由句首主句动词 φημὶ δεῖν(我主张应当……)所支配的“带不定式的宾格”结构的一部分。宾格主语 κἀκεῖνον(καὶ ἐκεῖνον 的混成形式)承接并强调了前面的 τὸν σύμβουλον τὸν ἀγαθόν,与不定式 ἐκκεῖσθαι(处于直面/暴露状态)以及后续的不定式 πάσχειν、ἐπαίρεσθαι、ταπεινοῦσθαι 构成统领关系。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:34.27-34.33