- 底本
- Dio Chrysostom. Dionis Prusaensis quem vocant Chrysostomum quae extant omnia. Vols. I and II. Arnim, Hans Friedrich August von, editor. Berlin: Weidmann, 1893-96.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:34.20-34.26
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者指出城邦的分裂不仅存在于议事会与民众之间,更体现在被边缘化的亚麻织工群体上;他警告城邦当下的团结与帝国统治者的青睐皆十分脆弱,敦促公民拒绝草率提议,进行周密的审议。
ἐπεί τοι μηδὲ τὴν βουλὴν αὐτὴν ἡγεῖσθʼ1 ὁμονοεῖν μηδʼ ὑμᾶς τὸν δῆμον. εἰ γοῦν τις ἐπεξίοι πάντας, δοκεῖ μοι μηδʼ ἂν δύο ἄνδρας εὑρεῖν ἐν τῇ πόλει τὸ αὐτὸ φρονοῦντας, ἀλλʼ ὥσπερ ἔνια τῶν ἀνιάτων καὶ χαλεπῶν νοσημάτων, ἃ διʼ ὅλων εἴωθεν ἔρχεσθαι τῶν σωμάτων καὶ οὐδέν ἐστι μέρος εἰς ὃ μὴ κάτεισιν, οὕτως ἡ τραχύτης αὕτη καὶ τὸ μικροῦ δεῖν ἅπαντας ἀλλήλων ἀπεστράφθαι διαπεφοίτηκε τῆς πόλεως.
事实上,切莫以为连议事会本身、乃至你们民众自身是和睦同心的。无论如何,若有人逐一查访所有人,在我看来,恐怕在这座城邦里连两个同心同德的人都找不出来;相反,恰如某些无法治愈的严重疾患往往流布于整个身体,没有哪个部位不受其侵袭一样,这种尖刻对立以及几乎所有人彼此背离的状态,已经彻底渗透了这座城邦。
ἵνα γὰρ τὴν βουλὴν ἀφῶ καὶ τὸν δῆμον τούς τε νέους καὶ τοὺς γέροντας, ἐστὶ πλῆθος οὐκ ὀλίγον ὥσπερ ἔξωθεν τῆς πολιτείας· τούτους δὲ εἰώθασιν ἔνιοι λινουργοὺς καλεῖν· καὶ ποτὲ μὲν βαρύνονται καί φασιν ὄχλον εἶναι περισσὸν καὶ τοῦ θορύβου καὶ τῆς ἀταξίας αἴτιον, πάλιν δὲ μέρος ἡγοῦνται τῆς πόλεως καὶ πολλοῦ ἀξιοῦσιν. οὓς εἰ μὲν οἴεσθε βλάπτειν ὑμᾶς καὶ στάσεως ἄρχειν καὶ ταραχῆς, ὅλως ἐχρῆν ἀπελάσαι καὶ μὴ παραδέχεσθαι ταῖς ἐκκλησίαις· εἰ δὲ τρόπον τινὰ πολίτας εἶναι τῷ μὴ μόνον οἰκεῖν, ἀλλὰ καὶ γεγονέναι τοὺς πλείους ἐνθάδε καὶ μηδεμίαν ἄλλην ἐπίστασθαι πόλιν, οὐδὲ ἀτιμάζειν δήπου προσήκει οὐδὲ ἀπορρηγνύειν αὑτῶν.
且不说议事会与民众、年轻人与长者,还有相当数量的群众,仿佛置身于公民团体的体制之外;有些人习惯称他们为亚麻织工。有时人们对他们感到厌烦,称他们为多余的乌合之众,是骚乱与无秩序的根源;而在另一些时候,又将他们视为城邦的一部分而予以看重。你们若认为他们危害你们,是内讧与混乱的肇始者,原本就应当将他们彻底逐出,不准他们参加公民大会;但如果由于他们不仅居住于此,而且绝大多数人出生于此、不识其他任何城邦而在某种意义上属于公民,那么毫无疑问,既不应当贬抑他们,也不应当将他们与你们自身割裂开来。
νυνὶ δὲ ἐξ ἀνάγκης ἀφεστᾶσι τὴν γνώμην τοῦ κοινῇ συμφέροντος, ὀνειδιζόμενοι καὶ δοκοῦντες ἀλλότριοι. τούτου δὲ οὐθέν ἐστι βλαβερώτερον ταῖς πόλεσιν οὐδὲ ὃ μᾶλλον στάσιν ἐγείρει καὶ διαφοράν, ὥσπερ ἐπὶ τῶν σωμάτων ὁ προσγενόμενος ὄγκος, ἂν μὲν οἰκεῖος ᾖ τῷ λοιπῷ σώματι καὶ συμφυής, εὐεξίαν ποιεῖ καὶ μέγεθος· εἰ δὲ μή, νόσου καὶ διαφθορᾶς αἴτιος γίγνεται.
然而眼下,他们由于受人斥责并被视为外人,其心志必然背离公共利益。对于城邦而言,没有什么比这更为有害,也没有什么更能激起派系纷争与不和,正如在身体上,新附着增生的组织如果与其余身体相适且浑然一体,便会带来健康与魁梧;但若非如此,就会成为疾病与败坏的诱因。
τί οὖν σὺ κελεύεις ἡμᾶς; τοὺς ἅπαντας ἀναγράψαι πολίτας καὶ τῶν αὐτῶν ἀξίους, ἅμα μηδὲ ὀνειδίζειν μηδὲ ἀπορρίπτειν, ἀλλὰ μέρος αὑτῶν, ὥσπερ εἰσί, νομίζειν.οὐ μὲν γάρ, ἄν τις καταβάλῃ πεντακοσίας δραχμάς, δύναται φιλεῖν ὑμᾶς καὶ τῆς πόλεως εὐθὺς ἄξιος γεγονέναι· εἰ δέ τις πένης ὢν πολιτογραφοῦντός τινος οὐ μετείληφε τοῦ ὀνόματος, οὐ μόνον αὐτὸς παρʼ ὑμῖν γεγονώς, ἀλλὰ καὶ τοῦ πατρὸς αὐτοῦ καὶ τῶν προγόνων, οὐχ οἷός ἐστιν2 ἀγαπᾶν τὴν πόλιν οὐδ᾽ ἡγεῖσθαι πατρίδα, καὶ λίνον μὲν εἴ τις ἐργάζεται, χείρων ἐστὶν ἑτέρου καὶ δεῖ τοῦτο προφέρειν αὐτῷ καὶ λοιδορεῖσθαι· βαφεὺς δὲ ἢ σκυτοτόμος ἢ τέκτων ἐάν, οὐδὲν προσήκει ταῦτα ὀνειδίζειν.
“那么你究竟要我们做什么?”将所有人登记为公民并使其享有同等尊严,同时既不斥责也不摒弃,而是如同事实所是的那样将他们视作你们自身的一部分。因为绝不是说,若有人缴纳了五百德拉克马,就能热爱你们并立刻配得上这座城邦;而若有人身为穷人,在某次公民登记时未能获得这一名分——即便不仅他自己出生在你们之中,其父及其祖先亦是如此——他就无法热爱城邦或将其视为祖国;也绝不是说,若有人从事亚麻劳作,就比别人低劣,必须以此数落他并加以辱骂,而若是染色工、制鞋匠或木匠,就绝不适宜以此予以指责。
καθόλου δὲ οὐ τοῦτο μάλιστα τῶν ἐν τῇ πόλει βουλόμενος εἰπεῖν οὐδὲ οἷόν ἐστι δεῖξαι προῆλθον ἴσως, ἀλλʼ ἐκεῖνο σαφὲς ὑμῖν ποιήσων, ὅπως διάκεισθε πρὸς ἀλλήλους, καὶ νὴ Δία εἰ πιστεύειν ὑμᾶς ἄξιον τῇ παρούσῃ καταστάσει καὶ κατʼ ἀλήθειαν οἴεσθαι νῦν συμπεπνευκέναι. οἰκίαν γὰρ ἔγωγε καὶ ναῦν καὶ τἄλλα οὕτως ἀξιῶ δοκιμάζειν οὐ τὸ παρὸν σκοποῦντας, εἰ σκέπει νῦν καὶ μὴ δέχεται τὴν θάλατταν, ἀλλὰ καθόλου πῶς παρεσκεύασται καὶ πέπηγεν, εἰ μηδέν ἐστι διεστηκὸς μηδὲ σαθρόν.
总的来说,我站出来说话,或许主要并非意在谈论城邦内部的这一特定事务,亦非为了指明其性质,而是为了向你们阐明你们彼此之间的处境,并且,指宙斯起誓,看你们是否应当信任眼下的局势,并在事实上认为现在已经同心合意了。因为就我而言,我认为评判房屋、船只及其他事物,不应只着眼于眼前——看它此刻是否避风遮雨、未渗入海水——而应通盘考察其整体如何构建、如何嵌合,是否存在任何开裂或腐朽之处。
καὶ μὴν ὅ γε ἔφην τὸ πρότερον αὐξῆσαι τὴν πόλιν, τοῦτο οὐχ ὁρῶ νῦν ὑμῖν ὑπάρχον, τὸ ἐξαίρετον εὐεργεσίαν καὶ χάριν καταθέσθαι τῷ κρατοῦντι,3 δῆλον ὅτι τῷ μὴ δεηθῆναι μηδενὸς αὐτὸν τοιούτου· πλὴν ὅτι γε μηδὲν τῶν ἄλλων ἔχετε πλεῖον πρὸς αὐτόν· ὥστε ὧν παρʼ ἐκείνου τότε διʼ εὔνοιαν καὶ φιλίαν ἐτύχετε, ταῦτα ὀφείλετε φυλάττειν τὸν λοιπὸν χρόνον διʼ εὐταξίαν καὶ τὸ μηδεμίαν αἰτίαν διδόναι καθʼ αὑτῶν.
再者,我此前曾说过使城邦得以壮大的那一因素,即向统治者施予非凡的恩德与善意,如今我看在你们身上已不复存在,这显然是因为他根本不需要任何这类的帮助;除了你们在他面前相比其他人并无任何特权这一事实之外。因此,你们当初凭借善意与友谊从他那里获得的一切,今后应当通过严守秩序以及不给对方提供任何针对你们自身的把柄来加以维护。
καὶ μηδείς με νομίσῃ ταῦτα λέγειν ἁπλῶς ἁπάντων ἀνέχεσθαι παραινοῦντα ὑμῖν καὶ πάντα πάσχειν, ἀλλʼ ὅπως4 ἔμπειροι τῶν καθʼ αὑτοὺς ὄντες καὶ νῦν ἄμεινον βουλεύησθε καὶ τὸ λοιπὸν οὕτως ἀπαιτῆτε τὸν παριόντα μὴ ῥᾳδίως ὑμῖν μηδʼ ὡς ἂν ἐπέλθῃ μηδὲν εἰσηγεῖσθαι, πάντα δὲ εἰδότα καὶ περὶ πάντων ἐσκεμμένον. καὶ γὰρ ἰατρόν, ὅστις ἐξήτακεν ἀκριβῶς τὰ τοῦ κάμνοντος, ὡς μηδὲν αὐτὸν λανθάνειν, τοῦτον εἰκὸς ἄριστα θεραπεύειν.
绝不要有人以为,我说这些话是在劝告你们一味容忍一切、甘受所有苦难,而是为了让你们对自身事务洞若观火,从而眼下能更好地商讨,在今后亦能如此要求登台发言者,绝不可轻率或凭一时冲动向你们提议任何事,而必须明察万事且经过周密深思。因为一位准确查明病患状况、不漏掉任何细节的医生,自然最能予以卓越的医治。
- 34.20ἐπεί τοι μηδὲ τὴν βουλὴν αὐτὴν ἡγεῖσθʼ
连词 ἐπεί 结合语气词 τοι 引出论据说明(“因为事实上……”)。其后的 ἡγεῖσθε 与否定词 μή 连用,作现在时命令式第二人称复数,表示禁止或劝诫(“切莫以为……”)。虽然在形态上亦可为直陈式,但在演说语境中作为对听众的直接告诫,取命令式最为自然。
- 34.23οὐ μὲν γάρ, ἄν τις καταβάλῃ πεντακοσίας δραχμάς, δύναται φιλεῖν ὑμᾶς ... οὐχ οἷός ἐστιν
句首的否定词 οὐ 统摄整段对比句式:它否定了“缴纳五百德拉克马者便能爱城邦(δύναται),而未入籍的本土穷人便不能爱城邦(οὐχ οἷός ἐστιν)”这一荒谬假设,构成归谬反驳。后文有关亚麻工与其他手工业者的对比亦并入此一并列架构之中。
- 34.25τὸ ἐξαίρετον εὐεργεσίαν καὶ χάριν καταθέσθαι τῷ κρατοῦντι
带冠词不定式短语 τὸ ... καταθέσθαι 作为同位语,具体解释前面指示代词 τοῦτο 的内容(说明性同位语),指“向统治者(罗马皇帝或长官)施予非凡的恩惠与好意”。
- 34.26καὶ μηδείς με νομίσῃ ταῦτα λέγειν ἁπλῶς ἁπάντων ἀνέχεσθαι παραινοῦντα ὑμῖν καὶ πάντα πάσχειν, ἀλλʼ ὅπως
动词 νομίσῃ 统辖不定式短语 ταῦτα λέγειν(“我讲这些话”),分词 παραινοῦντα 与 με 一致,充当状语/补足语(“作为劝告”)。其后的 ἀλλʼ ὅπως 与前面被否定的意图相对照,引出依附于 λέγειν 的真正目的从句(带有虚拟式动词 βουλεύησθε 与 ἀπαιτῆτε)。
