← 金嘴狄翁

演说集

§33.58-33.64

批判柔靡风气与变身野兽神话之比较

演说者痛斥塔尔苏斯人过度除毛及柔靡举止,指出丧失人类理性与天性比起神话中变身禽兽更为骇人与可悲。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§33.58

ὁ παλαιὸς μῦθός φησι τὴν Κίρκην μεταβάλλειν τοῖς φαρμάκοις, ὥστε σῦς καὶ λύκους ἐξ ἀνθρώπων γίγνεσθαι· καὶ ταῦτα ἀπιστοῦμεν Ὁμήρου λέγοντος, "οἱ δὲ συῶν μὲν ἔχον κεφαλὰς φωνήν τε τρίχας τε καὶ δέμας." ἀλλʼ ἐκείνοις μὲν τὸν νοῦν μένειν φησὶν ἔμπεδον, τούτων δὲ ὁ νοῦς πρῶτος ἀπόλωλε καὶ διέφθαρται καὶ μὴν οὐχ οὕτω δεινόν ἐστιν, εἰ ἄνθρωποι μεταξὺ προβάτων φωνὴν λάβοιεν οὐδʼ εἰ βοῶν,οὐδʼ ἂν χρεμετίζωσιν οὐδʼ ἂν ὑλακτῶσιν, ὥσπερ τὴν Ἑκάβην οἱ ποιηταὶ λέγουσιν ἐπὶ πᾶσι τοῖς δεινοῖς τελευταῖον ποιῆσαι τὰς Ἐρινύας "χαροπὰν κύνα· χάλκεον δέ οἱ γνάθων ἐκ πολιᾶν φθεγγομένας ὑπάκουε μὲν Ἴδα Τένεδός τε περιρρύτα Θρηίκιοί τε φιλήνεμοι γύαι. "

古老的神话传说,喀耳刻用药剂将人变形,使人变成了猪和狼;当荷马说道‘他们具有猪的头、声音、毛发与躯体’时,我们尚且不信。然而荷马说他们的心智依然坚定不移,而这些人的心智却最先毁灭并败坏了。况且,倘若人们忽然发出绵羊的声音,或是公牛的声音,甚至发出马嘶或狗吠,也并不那么可怕,正如诗人们所说,复仇女神在赫卡柏历尽所有惨祸之后,最终将她变成了‘一只凶猛的母犬;当她从灰白的下颌发出青铜般的吠声时,艾达山、环水的特涅多斯岛以及迎风的色雷斯原野都听得见’。

§33.60

οὐχ οὕτω φημὶ τοῦτʼ εἶναι τὸ τέρας δεινὸν οὐδʼ ἀποτρόπαιον, ὡς ὅταν ἀνήρ τις ὢν καὶ τὸν χαρακτῆρα ἔχων τὸν αὐτὸν καὶ τὴν φωνὴν τὴν ἑαυτοῦ, καὶ τὰ σημεῖα τῆς φύσεως μὴ δυνάμενος ἀνελεῖν,μηδʼ ἂν ἅπαντα ποιῇ περιστέλλων, καθάπερ φώρια κλέπτης, ὑπʼ Ἐρινύων τινῶν τυπτόμενος καὶ διαστρεφόμενος καὶ πάντα τρόπον διακλώμενος πάντα βούληται ποιεῖν καὶ μηδὲν ὡς πέφυκε· κἄπειτα Πρωτέως τινὸς δίκην ἀλλάττων καὶ μετατιθεὶς αὑτὸν ἐξεύρῃ φωνὴν ἀφιέναι μήτε ἀνδρὸς μήτε γυναικὸς μήτε ἄλλου τινὸς ζῴου μιμούμενος μηδὲ χαμαιτύπην αὐτὸ τοῦτο χαμαιτυποῦσαν, ἀλλὰ τὸ τοῦ αἰσχίστου ἔργου καὶ τῆς ἀσελγεστάτης πράξεως ὥσπερ ἂν φθεγγόμενος,1 καὶ ταῦτα μεθʼ ἡμέραν ἐκφανοῦς ὄντος ἡλίου πολλῶν παρόντων. οὐχ οὕτω δεινὸν ἦν τὸ τὰς βύρσας τῶν βοῶν ἕρπειν οὐδὲ τὸ μυκᾶσθαι τὰ κρέα.

我断言,这等奇相绝不像以下的情形那样可怕而令人厌恶:当一个人身为男子,拥有同样的容貌特征和自己的嗓音,即便竭力掩盖如同盗贼掩藏赃物也无法抹去天性的印记,然而他被某种复仇女神击中、扭曲并彻底折断了筋骨,妄图做尽一切事情,却无一顺应天性;接着他像普罗透斯一样变幻改换自己,想方设法发出一种既不模仿男人、不模仿女人、也不模仿任何其他动物的嗓音,甚至不模仿从事本业的娼妓,而仿佛是在发出那最可耻之勾当与最放荡之行径的声音,而且这还是在光天化日之下、烈日当空且众人环伺之时。牛皮爬行与烤肉哀鸣,也远没有这般可怕。

§33.61

ποῖος οὖν Ὅμηρος ἢ τίς Ἀρχίλοχος ἰσχύει τὰ κακὰ ταῦτα ἐξᾷσαι; δοκεῖ γὰρ ἔμοιγε νὴ τὸν Ἡρακλέα γενναίου τινὸς καὶ τραγικοῦ δεῖσθαι ποιητοῦ τὸ τῶν ἀνθρώπων,2 ὅστις δυνήσεται κατασχεῖν καὶ ἀνακόψαι τοσαύτην φοράν· ὡς ἤδη μανίᾳ τὸ γιγνόμενον ἔοικεν αἰσχρᾷ καὶ ἀπρεπεῖ καὶ τοῦτο τὸ νόσημα κύκλῳ περιιὸν ὑμᾶς ἐπὶ πάντα ἄγει τὸ λοιπὸν καὶ ἔργα καὶ φωνὰς καὶ σχήματα καὶ παντὸς ἅπτεται καὶ καθικνεῖται μέρους, ποδῶν, χειρῶν, ὀμμάτων, γλώττης. οὔκουν ἡμῶν ὄφελος οὐδὲν οὐδὲ τῆς ἀνειμένης ταύτης καὶ ἀσθενοῦς παραμυθίας, ἀλλὰ μᾶλλον Στέντορός τινος χρεία φθεγγομένου χάλκεον ἢ σιδήρεον, ὃς ἐμοῦ βοήσεται μεῖζον καὶ σαφέστερον. ὁρᾶτε γὰρ οἷ πρόεισιν.

那么,究竟何等荷马或何等阿耳基罗科斯有能力用诗歌驱除这些罪恶呢?凭赫拉克勒斯起誓,在我看来,人类的境况正需要某位高贵而崇高的悲剧诗人,唯有他才能遏止并击退如此汹涌的狂潮;因为眼前所发生的一切已宛如可耻而不体面的疯狂,这种病症盘旋蔓延,从此将你们引向一切行为、声音与体态,触及并渗透到每一个部位——双脚、双手、双眼、舌头。因此,我们以及这种松弛无力的劝导毫无用处,反而需要某个拥有青铜或生铁般嗓音的斯滕托尔,发出比我更响亮、更清晰的呼喊。因为你们看得到这正走向何方。

§33.63

γενείων τὸ πρῶτον εὑρέθη κουρά, καὶ τοῦτο ἐδόκει μέτριον, τὸ μὴ σφόδρα καθεικέναι, μηδʼ ἐπὶ πλέον, ἀλλὰ πρᾴως ἐπανορθοῦν τὴν φύσιν. οὐκοῦν ὁ τοιοῦτος ἐδόκει πολλοῖς ἐπιδέξιος. εἶτα ἐξύρων μέχρι τῶν παρειῶν· οὐδὲ τοῦτό πω δεινόν· ἀλλʼ ὅμως ὁ κωμικὸς καὶ τοῦτον ἐκέλευσε κατακάειν "ἐπὶ φαλήτων συκίνων ἑκκαίδεκα." πλὴν εἶχον εὐειδῆ τὰ πρόσωπα καὶ παιδικὰ παρʼ ἡλικίαν τῆς λάχνης ταύτης ἀπηλλαγμένα, εἶτα, τοῦτο λοιπὸν ἔτι, τὰ σκέλη καὶ τὸ στέρνον, ἵνα καὶ τἄλλα ὅμοιοι παισὶν ὦμεν. εἶτα μέχρι τῶν βραχιόνων, εἶτα ἐπὶ τὰ αἰδοῖα μεταβάν, ᾗ καὶ τὸ ἡβᾶν δοκεῖ περιττόν, σκώπτεται δὴ καὶ καταγελᾶται παρὰ τοῖς σοφοῖς καὶ νέοις ἡ τῆς φύσεως τέχνη, καθάπερ ἀρχαία τις οὖσα καὶ σφόδρα εὐήθης, ἀχρεῖα καὶ περιττὰ προσθεῖσα τῷ σώματι.

起初人们发明了修剪下巴的胡须,这在当时被视为适度之举——不让它垂得太长,不过分生长,而是温和地矫正天性。因此,这等人曾被许多人视为风雅。随后他们剃到了面颊;这在当时也还不算可怕。然而喜剧诗人仍旧命令将这种人‘在十六根无花果木制成的阳具上烧死’。不过,摆脱了这层绒毛后,他们的面容显得俊美,超越年龄般如同童稚。随后,因尚余这些部位,他们便剃去双腿和胸膛的毛发,以便我们在其他方面也同孩童无异。随后蔓延至双臂,接着又转移到了私处——在那里,甚至连青春期的成熟也被视为多余。天性的造化如今在智者与年轻人当中受到嘲讽与嗤笑,仿佛天性乃是某种古老而极度愚笨的存在,给身体平添了无用且多余的物件。

§33.64

τί γὰρ ὑμῖν ὀνύχων ἔδει, τί δὲ τριχῶν; ἀλλʼ οὐδὲ χειρῶν ἴσως οὐδὲ ποδῶν. αἰδοῖα μόνον ὑμᾶς ἔδει ποιῆσαι3 καὶ γαστέρας καὶ τροφὴν παραθεῖναι καὶ τἄλλα, ὧν ἔστιν ἀπολαύειν. εἰ δὲ ἦν δυνατὸν παρὰ τῶν γυναικῶν προσλαβεῖν τὰ ἕτερα, δῆλον ὅτι παντελῶς τότʼ ἂν ἦμεν εὐδαίμονες, οὐ καθάπερ νῦν ἐνδεεῖς ὄντες, ἀλλʼ ὁλόκληροί τινες καὶ κατὰ φύσιν ἀνδρόγυνοι.

因为你们何需指甲,又何需毛发呢?甚至恐怕连双手和双脚也无需存在!天性本该把你们只造成私处与肚腹,并在旁陈列食物及其他可供享乐之物。倘若可能从女人那里再获得另一套器官,显然那时的我们便会彻底幸福,绝不像如今这般残缺不全,而是成为某种完整且顺应天性的两性兼具者。

语法注3 条
  1. 33.60ὥσπερ ἂν φθεγγόμενος

    分词 φθεγγόμενος 结合语气小词 ἄν,在状语分词结构中表达假设性或潜在性的情态(‘仿佛在发出……的声音’)。

  2. 33.61τὸ τῶν ἀνθρώπων

    中性单数冠词与属格名词连用(τὸ τῶν ἀνθρώπων),意为‘人类的境况/人类的事态’,在由 δοκεῖ 引导的结构中充当 δεῖσθαι 的主语。

  3. 33.64αἰδοῖα μόνον ὑμᾶς ἔδει ποιῆσαι

    非人称动词未完成过去时 ἔδει 接双重宾格(ὑμᾶς 与 αἰδοῖα μόνον)及不定式 ποιῆσαι,构成表示非真实假设的反讽式责备:‘自然本该只把你们造成私处……’。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:33.58-33.64