← 金嘴狄翁

演说集

§33.8-33.14

喜剧与苏格拉底的对比及严厉训诫的价值

讲者对比了雅典人容忍喜剧讽刺却处死苏格拉底的事实,并以荷马的赞颂与阿耳基洛科斯受神明印证的斥责作比,阐明揭露过失的训诫远胜逢迎阿谀,区分了自省自律的哲人与沉湎享乐的说客。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§33.8

(译文中已并入上一段)
§33.9

σκοπεῖτε δὲ τὸ πρᾶγμα οἷόν ἐστιν. Ἀθηναῖοι γὰρ εἰωθότες ἀκούειν κακῶς, καὶ νὴ Δία ἐπʼ αὐτὸ τοῦτο συνιόντες εἰς τὸ θέατρον ὡς λοιδορηθησόμενοι, καὶ προτεθεικότες ἀγῶνα καὶ νίκην τοῖς ἄμεινον αὐτὸ πράττουσιν, οὐκ αὐτοὶ τοῦτο εὑρόντες, ἀλλὰ τοῦ θεοῦ συμβουλεύσαντος, Ἀριστοφάνους μὲν ἤκουον καὶ Κρατίνου καὶ Πλάτωνος, καὶ τούτους οὐδὲν κακὸν ἐποίησαν. ἐπεὶ δὲ Σωκράτης ἄνευ σκηνῆς καὶ ἰκρίων ἐποίει τὸ τοῦ θεοῦ πρόσταγμα, οὐ κορδακίζων οὐδὲ τερετίζων, οὐχ ὑπέμειναν.1

请想想这件事情的本质究竟为何。雅典人习惯于听取恶言,甚至凭宙斯起誓,他们聚集在剧场里恰恰就是为了被人辱骂,并且为更善于此道的人设立了竞赛与胜利之奖——这并非他们自己发明的,而是出于神明的告诫——他们听了阿里斯托芬、克拉提诺斯和柏拉图的讽刺,却未曾加害于他们。然而,当苏格拉底不用舞台和看台,既不跳科尔达克斯舞,也不发出悦耳的颤音,去履行神明的吩咐时,他们却忍受不了了。

§33.10

ἐκεῖνοι μὲν γὰρ ὑφορώμενοι καὶ δεδιότες τὸν δῆμον ὡς δεσπότην ἐθώπευον, ἠρέμα δάκνοντες καὶ μετὰ γέλωτος, ὥσπερ αἱ τίτθαι τοῖς παιδίοις, ὅταν δέῃ τι τῶν ἀηδεστέρων πιεῖν αὐτά, προσφέρουσι μέλιτι χρίσασαι τὴν κύλικα. τοιγαροῦν ἔβλαπτον οὐχ ἧττον ἤπερ ὠφέλουν, ἀγερωχίας καὶ σκωμμάτων καὶ βωμολοχίας ἀναπιμπλάντες τὴν πόλιν. ὁ δὲ φιλόσοφος ἤλεγχε καὶ ἐνουθέτει.

因为那些诗人对民众心存猜忌和畏惧,像对待主人一样谄媚他们,温和地且带着欢笑去讽刺,正如乳母在孩子们必须喝下苦口之物时,将杯口抹上蜂蜜端给他们一样。因此,他们所造成的害处并不亚于益处,使城邦充斥着狂妄、讥讽与下流之辞。然而,哲人却在质问与训诫。

§33.11

καὶ μὴν ὅσῳ τὸ λοιδορεῖν τὴν ἀβελτερίαν τὴν ἑκάστου καὶ τὴν πονηρίαν φανερὰν ποιεῖν κρεῖττόν ἐστι τοῦ χαρίζεσθαι διὰ τῶν λόγων καὶ τοῖς ἐγκωμίοις θρύπτειν τοὺς ἀκούοντας, οὐχ ἥκιστα ἐκεῖθεν εἴσεσθε.2 δύο γὰρ ποιητῶν γεγονότων ἐξ ἅπαντος τοῦ αἰῶνος, οἷς οὐδένα τῶν ἄλλων ξυμβάλλειν ἄξιον, Ὁμήρου τε καὶ Ἀρχιλόχου, τούτων Ὅμηρος μὲν3 σχεδὸν πάντα ἐνεκωμίασε, καὶ θηρία καὶ φυτὰ καὶ ὕδωρ καὶ γῆν καὶ ὅπλα καὶ ἵππους, καὶ οὐδὲν ἔσθʼ ὅτου μνησθεὶς χωρὶς ἐπαίνου τε καὶ τιμῆς, ὡς ἂν εἴποι τις, παρῆλθεν. ὃν γοῦν μόνον ἐξ ἁπάντων ἐβλασφήμησε Θερσίτην, καὶ τοῦτον λιγὺν εἶναί φησιν ἀγορητήν.

再者,斥责每个人的愚妄并将恶行公之于众,究竟比用言辞阿谀逢迎、用颂词娇惯听众好多少,你们从以下的事实中最能看清。在有史以来的所有诗人中,其他人皆不能与之相提并论的只有两位,即荷马与阿耳基洛科斯;其中荷马几乎赞美了一切,包括走兽、植物、流水、土地、兵刃与骏马,凡是他提及的,可以说无一不是伴着赞美与敬意而带过的。甚至对于所有人中他唯一贬斥的忒耳西忒斯,他也称其为声音洪亮的发言者。

§33.12

Ἀρχίλοχος δὲ ἐπὶ τὴν ἐναντίαν ἧκε, τὸ ψέγειν, ὁρῶν οἶμαι τούτου μᾶλλον δεομένους τοὺς ἀνθρώπους, καὶ πρῶτον αὑτὸν ψέγει. τοιγαροῦν μόνος καὶ μετὰ τὴν τελευτὴν καὶ πρὶν ἢ γενέσθαι τῆς μεγίστης ἔτυχε μαρτυρίας παρὰ τοῦ δαιμονίου. τὸν μέν γε ἀποκτείναντα αὐτὸν ὁ Ἀπόλλων ἐξελαύνων ἐκ τοῦ νεὼ Μουσῶν ἀνεῖπε θεράποντα ἀνῃρηκέναι. καὶ τὸ δεύτερον, ὡς ἀπελογεῖτο ἐν πολέμῳ λέγων ἀποκτεῖναι, πάλιν Μουσῶν θεράποντα ἔφη τὸν Ἀρχίλοχον. τῷ πατρὶ δὲ αὐτοῦ χρωμένῳ πρὸ τῆς γενέσεως ἀθάνατόν οἱ παῖδα γενήσεσθαι προεῖπεν.

然而阿耳基洛科斯却走向了相反的方向,即去指责,我以为这是因为他看到人们更需要指责,并且他首先指责了自己。正因如此,唯有他一人无论在死后还是出生之前,都获得了神灵至高无上的证明。杀死他的凶手在被阿波罗逐出神庙时,神明宣告他杀害了缪斯的侍从。第二次,当凶手辩解说自己是在战争中杀死他时,神明再次称阿耳基洛科斯为缪斯的侍从。而他的父亲在阿耳基洛科斯出生前求问神谕时,神明预言他将诞生一个不朽的孩子。

§33.13

ὥσθʼ ὁ λοιδορεῖν ἱκανὸς καὶ καθάπτεσθαι καὶ φανερὰ τῷ λόγῳ ποιεῖν τὰ ἁμαρτήματα δῆλον ὅτι κρείττων ἐστὶ καὶ προκέκριται τῶν ἐπαινούντων. εἰ δʼ ἄρα ὑμεῖς ἐπαινούμενοι μᾶλλον ἥδεσθε, ἐπʼ ἄλλους ὑμῖν ἰτέον. ὅταν οὖν πρῶτον αὑτόν τινα ἴδητε κολακεύοντα ἐν ἅπασιν οἷς ποιεῖ καὶ χαριζόμενον ἐν τροφαῖς, ἐν ἐσθῆσι, καὶ περιιόντα ἀκόλαστον, τοῦτον οἴεσθε κολακεύσειν καὶ ὑμᾶς καὶ παρὰ τούτου προσδοκᾶτε λόγον ἡδύν, ὃν ὑμεῖς ἔπαινον ὀνομάζετε, τρυφῶντα δὴ παρὰ τρυφῶντος.

由此可见,擅长用言语责难、痛斥并揭露过失的人,显然比那些阿谀赞美者更为优秀,更受推崇。但如果你们被赞美时更感愉悦,那你们就必须去找别人了。因此,凡是当你们看到一个人在所行的一切事上首先谄媚自己,在饮食和服饰上娇纵自己,放荡无度地闲逛时,你们便可料想此人也会谄媚你们,并期待从他那里得到悦耳的话语——即你们所谓的赞美——确实是出自生活奢靡之人的奢靡〔话语〕。

§33.14

ὅταν δὲ αὐχμηρόν τινα καὶ συνεσταλμένον ἴδητε καὶ μόνον βαδίζοντα, πρῶτον αὑτὸν ἐξετάζοντα καὶ λοιδοροῦντα, μὴ ζητεῖτε παρὰ τοῦ τοιούτου μηδεμίαν θωπείαν μηδὲ ἀπάτην, μηδὲ τὸν δεξιὸν ἐκεῖνον καὶ προσηνῆ λόγον, ὃς δὴ μάλιστα διατρίβει περὶ δήμους καὶ σατράπας καὶ τυράννους. "οὔτοι τοιοίδʼ εἰσὶν ὑποδρηστῆρες ἐκείνων, ἀλλὰ νέοι, χλαίνας εὖ εἱμένοι ἠδὲ χιτῶνας, αἰεὶ δὲ λιπαροὶ κεφαλὰς καὶ καλὰ πρόσωπα.4" οἵδε μὲν γὰρ ὥσπερ ἐπίκωμοί τινες ἥκουσιν εἰς τὸν βίον αὐλούμενοι καὶ ᾀδόμενοι καὶ μεθύοντες εἰς ἑορτήν τινα καὶ πανήγυριν ἀσώτων εἰσβεβληκέναι νομίζοντες.

然而,当你们看到一个人外表粗粝、衣着朴素,孑然独行,首先审视并斥责自己时,切莫指望从这样的人那里得到丝毫谄媚或欺瞒,也不要指望那种善于逢迎周旋的言谈,那样的言辞最常出没于平民聚会、总督与僭主的周围。 “侍奉那些人者的确不是这般模样,而是少年人,身披华美的斗篷与衬袍,头发与俊秀的容颜总是油亮生辉。” 因为那一等人仿佛狂欢闹饮的食客,在管乐齐奏与歌声缭绕中醉醺醺地步入人生,自以为闯入了浪荡之徒的某种节日与盛会。

语法注4 条
  1. 33.9ἐπεὶ δὲ Σωκράτης ἄνευ σκηνῆς καὶ ἰκρίων ἐποίει τὸ τοῦ θεοῦ πρόσταγμα, οὐ κορδακίζων οὐδὲ τερετίζων, οὐχ ὑπέμειναν.

    该句通过 μέν...δέ 对比结构,突出了苏格拉底与前述喜剧诗人所受待遇的反差。ἐπεὶ 引导的时间从句中,分词短语 οὐ κορδακίζων οὐδὲ τερετίζων 表达否定方式(“既不跳科尔达克斯舞,也不发出颤音”),主句及物动词 οὐχ ὑπέμειναν 的宾语(苏格拉底)由从句主语顺理成章地承接补充。

  2. 33.11ὅσῳ τὸ λοιδορεῖν τὴν ἀβελτερίαν τὴν ἑκάστου καὶ τὴν πονηρίαν φανερὰν ποιεῖν κρεῖττόν ἐστι τοῦ χαρίζεσθαι διὰ τῶν λόγων καὶ τοῖς ἐγκωμίοις θρύπτειν τοὺς ἀκούοντας, οὐχ ἥκιστα ἐκεῖθεν εἴσεσθε.

    由 ὅσῳ 引导的从句用作程度间接感叹/疑问从句(“究竟好出多少”),充当主句动词 εἴσεσθε 的宾语;主句副词短语 οὐχ ἥκιστα ἐκεῖθεν(“最能从以下方面”)预先引出后文关于荷马与阿耳基洛科斯的对比论述。

  3. 33.11δύο γὰρ ποιητῶν γεγονότων ἐξ ἅπαντος τοῦ αἰῶνος, οἷς οὐδένα τῶν ἄλλων ξυμβάλλειν ἄξιον, Ὁμήρου τε καὶ Ἀρχιλόχου, τούτων Ὅμηρος μὲν

    该句以属格绝对结构(δύο γὰρ ποιητῶν γεγονότων... Ὁμήρου τε καὶ Ἀρχιλόχου)开篇,继而以部分属格代词 τούτων 作复指收束,引出对照的主语 Ὅμηρος μέν。其中插入的关系分句 οἷς οὐδένα τῶν ἄλλων ξυμβάλλειν ἄξιον(“他人皆不配与之相比”)修饰这两位诗人,构成了清晰的复指重开结构。

  4. 33.14οὔτοι τοιοίδʼ εἰσὶν ὑποδρηστῆρες ἐκείνων, ἀλλὰ νέοι, χλαίνας εὖ εἱμένοι ἠδὲ χιτῶνας, αἰεὶ δὲ λιπαροὶ κεφαλὰς καὶ καλὰ πρόσωπα.

    引自荷马《奥德赛》第15卷330–332行。完成时被动分词 εἱμένοι(源自 ἕννυμι)后接表示衣物的对格(χλαίνας... ἠδὲ χιτῶνας)。随后的 κεφαλὰς 和 καλὰ πρόσωπα 为关系对格(希腊式对格),限定形容词 λιπαροί(“就其头部与俊美的面容而言常抹膏油而光泽”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:33.8-33.14