- 底本
- Dio Chrysostom. Dionis Prusaensis quem vocant Chrysostomum quae extant omnia. Vols. I and II. Arnim, Hans Friedrich August von, editor. Berlin: Weidmann, 1893-96.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:33.15-33.20
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者以伊索寓言中眼睛尝蜜的故事告诫听众,指出沉溺于奢靡与谄媚之人无法承受哲学的严厉言辞,并援引阿耳基洛科斯与荷马的诗句,论证城邦真正的价值在于内在的节制与智慧,而非外在的浮华与财富。
ἀλλʼ ὅστις ἰδὼν ὅσα δεινὰ καὶ δυσχερῆ1 καὶ ὅτι μεστὰ πάντα πολεμίων καὶ ἐχθρῶν, ὅπου τρυφὴ καὶ ἀπάτη δυναστεύουσιν, "αὐτόν μιν πληγῇσιν ἀεικελίῃσι δαμάσσας, σπεῖρα κάκʼ ἀμφʼ ὤμοισι βαλών, οἰκῆι ἐοικώς, ἀνδρῶν θρυπτομένων κατέδυ πόλιν εὐρυάγυιαν·" ἐπʼ οὐδενὶ κακῷ τῶν πέλας, ὥσπερ Ὀδυσσεὺς ἐπὶ κακῷ τῶν μνηστήρων ἧκε τοιοῦτος, ἀλλὰ τοὐναντίον ζητῶν ἂν ἄρα τι δύνηται λαθὼν ἀγαθὸν ἐργάσασθαι· τί δὴ κινεῖτε τὸν τοιοῦτον ἢ τί προκαλεῖσθε δύσκολόν τινα καὶ ἄγριον ὑμῖν φανούμενον δημηγόρον; οὐ γὰρ ὑμῶν παρεσκεύασται τὰ ὦτα δέξασθαι τραχεῖς τε καὶ στερεοὺς λόγους· ἀλλʼ ὥσπερ ἀσθενεῖς ὁπλαὶ κτηνῶν τῶν ἐν μαλακοῖς τε καὶ λείοις τραφέντων χωρίοις, ὁμοίως ὦτα τρυφερὰ ἐν κολακείᾳ τραφέντα καὶ λόγοις ψευδέσι.
然而,当一个人看清了在奢靡与欺瞒横行之处,存在着何等多的凶险与艰难,且处处皆充斥着仇敌,“以丑陋的鞭痕击打自身,将破烂的褴褛披于肩头,扮作家仆模样,潜入了骄奢之民的通衢大邑”,却并非为了伤害近旁之人——不像奥德修斯以这般面目归来是为了伤害求婚者们——反而一心寻求能否瞒过众人去行些善事;你们为何还要去招惹这样的人,为何还要挑衅一个在你们看来必定显得乖戾而粗暴的演说者呢?因为你们的耳朵并未准备好接受粗粝与坚硬的言辞;正如在松软平坦之地豢养的牲畜蹄壳脆弱一般,在阿谀逢迎与虚妄言辞中长大的耳朵也同样娇嫩脆弱。
τί οὖν προθυμεῖσθε ἀκούειν ὧν οὐκ ἀνέξεσθε; ἀλλὰ μὴν τοιοῦτον πεπόνθατε οἷον Αἴσωπος ἔφη τοὺς ὀφθαλμοὺς παθεῖν, ἐπειδὴ ἑαυτοὺς μὲν ἐνόμιζον πλείστου εἶναι ἀξίους, τὸ στόμα δὲ ἑώρων ἀπολαῦον τῶν τε ἄλλων καὶ δὴ τοῦ μέλιτος ἡδίστου ὄντος. οὐκοῦν ἠγανάκτουν τε καὶ ἐμέμφοντο τῷ ἀνθρώπῳ. ἐπεὶ δὲ αὐτοῖς ἐνῆκε τοῦ μέλιτος, οἱ δὲ ἐδάκνοντό τε καὶ ἐδάκρυον καὶ δριμὺ καὶ ἀηδὲς αὐτὸ ἡγοῦντο. μὴ οὖν καὶ ὑμεῖς ἐπιζητεῖτε γεύσασθαι τῶν ἐκ φιλοσοφίας λόγων, ὥσπερ ὀφθαλμοὶ μέλιτος· ἔπειτα οἶμαι καὶ δακνόμενοι δυσχερανεῖτε καὶ φήσετε ἴσως οὐδαμῶς φιλοσοφίαν εἶναι τὸ τοιοῦτον, ἀλλὰ λοιδορίαν καὶ βλάβην.
既然如此,你们为何还渴望听取你们所无法忍受之言?其实你们的境遇,恰似伊索所说的眼睛的遭遇:眼睛自认为最当受尊崇,却看到嘴巴在享用包括最甜美的蜂蜜在内的各样物什,于是愤愤不平,埋怨主人。然而当主人将蜂蜜滴入其中时,它们却刺痛流泪,认为蜂蜜辛辣而令人不悦。因此,你们切莫像眼睛寻求蜂蜜那样去寻求品尝哲学的言辞;因为到那时,我想你们也会因受刺痛而心生怨尤,或许还会宣称这根本不是哲学,而是辱骂与危害。
ἡγεῖσθε μὲν γάρ, ὦ ἄνδρες, εὐδαίμονας ἑαυτοὺς καὶ μακαρίους, ἐπειδὴ πόλιν τε μεγάλην οἰκεῖτε καὶ χώραν ἀγαθὴν νέμεσθε καὶ πλεῖστα δὴ καὶ ἀφθονώτατα παρʼ αὑτοῖς ὁρᾶτε τὰ ἐπιτήδεια, καὶ ποταμὸς ὑμῖν οὗτος διὰ μέσης διαρρεῖ τῆς πόλεως, πρὸς τούτοις δὲ μητρόπολις ἡ Ταρσὸς τῶν κατὰ Κιλικίαν. ὁ δὲ Ἀρχίλοχος, ὅν φημι τῷ Ἀπόλλωνι ἀρέσαι, περὶ στρατηγοῦ λέγων οὕτω φησίν· "οὐ φιλέω μέγαν στρατηγὸν οὐδὲ διαπεπλιγμένον οὐδὲ βοστρύχοισι γαῦρον οὐδʼ ὑπεξυρημένον·" ἀλλά μοι, φησίν, εἴη ῥαιβός, ἀσφαλῶς βεβηκὼς καὶ ἐπὶ κνήμαισιν δασύς.
诸位,你们自以为幸福而蒙福,是因为你们居住在一座大城,领有一片沃土,眼见生活之资在你们当中极其丰盛,这条河流穿城而过,此外塔尔苏斯还是奇里乞亚一带的首府。然而,那位我说深得阿波罗喜悦的阿耳基洛科斯,在谈及将领时却这样说道: “我不喜身材高大的将领,不喜迈阔步者,亦不喜夸耀卷发或刮净胡须之人;”他说,“但愿我的将领双腿微屈,步履稳健,且小腿浓密多毛。”
μὴ οὖν αὐτὸν οἴεσθε στρατηγὸν μὲν μὴ ἀγαπᾶν οἷον εἴρηκε, μηδʼ ἐν σώματος μεγέθει καὶ κόμῃ τίθεσθαι τὸ τοῦ στρατηγοῦ ὄφελος, πόλιν δʼ ἂν ἐπαινέσαι ποτὲ2 εἰς ταῦτα ὁρῶντα, ποταμοὺς καὶ βαλανεῖα καὶ κρήνας καὶ στοὰς καὶ πλῆθος οἰκιῶν καὶ μέγεθος· κόμῃ γὰρ ἀτεχνῶς καὶ βοστρύχοις ταῦτα ἔοικεν· ἀλλʼ ἔμοιγε δοκεῖ μᾶλλον ἂν τούτων προκρῖναι σμικράν τε καὶ ὀλίγην σωφρόνως οἰκουμένην κἂν ἐπὶ πέτρας.
因此,切莫以为他既然不喜爱自己所说的那种将领,不将将领的效用寄托于体魄的魁梧与发式上,却会在目睹河流、浴场、泉源、柱廊以及房屋的数量与规模时去赞美一座城邦;因为这些事物简直完全如同长发与卷发一般。依我之见,比起这些,他宁可首选一座即便建在岩石之上、却生活节制的小而简朴的城邦。
ἀλλὰ Ἀρχίλοχος μὲν οὕτως εἶπεν, Ὅμηρος δὲ πῶς; οὐχ ὁ μὲν Ὀδυσσεὺς νησιώτης ἦν οὐδὲ τῶν συμμέτρων νήσων· πόθεν; οὐδὲ τῶν ἐγκάρπων, ἀλλʼ ἣν μόνον ἐπαινέσαι θέλων αἰγίβοτον εἴρηκεν.3 ἀλλʼ ὅμως φησὶ τῇ τούτου βουλῇ τε καὶ γνώμῃ καὶ τὴν Τροίαν αἱρεθῆναι, τηλικαύτην πόλιν καὶ τοσούτων ἄρχουσαν, "ὅσσον Λέσβος ἄνω μακάρων ἕδος ἐντὸς ἐέργει. καὶ Φρυγίη καθύπερθε καὶ Ἑλλήσποντος ἀπείρων· "
阿耳基洛科斯是这般说的,但荷马又是如何说的呢?奥德修斯难道不是一个岛民吗?且并非出自大小适中的岛屿——岂能如此!——亦非出自土地肥沃的岛屿,而是一座荷马即便想要赞美也仅称之为“放羊之地”的岛屿。然而荷马却说,正是凭借此人的智谋与决断,连特洛伊这般巨大且统治如此广袤地域的城邦也被攻陷了: “凡上方福人居所莱斯博斯所包容之地,以及内地弗里吉亚与浩瀚的赫勒斯滂;”
ἣν πάντας φησὶ μυθεῖσθαι πολύχρυσον, πολύχαλκον. μή τι οὖν ὤνησεν αὐτοὺς ἢ τοῦ πλούτου τὸ μέγεθος ἢ τῶν ὑπηκόων ἢ τῶν συμμάχων τὸ πλῆθος ἢ τῶν πεδίων ἢ τῆς Ἴδης τὸ κάλλος ἢ τοῦ Σιμόεντος ἢ τοῦ Ξάνθου τοῦ δινήεντος, ὃν ἀθάνατος τέκετο Ζεύς. καίτοι φησὶ καὶ πηγάς τινας πάνυ καλὰς ἐν τῷ προαστείῳ, τὴν μὲν ἀλεεινὴν καὶ σφόδρα προσηνοῦς ὕδατος, ὥστε καὶ καπνὸν ἀπʼ αὐτῆς ἐγείρεσθαι, τὴν δʼ ἐοικυῖαν τῇ ψυχρότητι κρυστάλλῳ τοῦ θέρους, ὥστε καὶ θέρους καὶ χειμῶνος μὴ δυσχερῶς πλύνειν τὰς καλὰς Τρώων θυγατέρας.
荷马说世人皆称颂其为遍地黄金、遍地青铜之邦。那么,财富的庞大,臣民与盟友的众多,平原与伊达山之美,抑或西摩伊斯河与不朽宙斯所生之翻滚漩涡的克珊托斯河之美,究竟何曾使他们受益丝毫呢?更何况荷马还说城郊有极其优美的泉水,一处温热且水质极甘,甚至有蒸汽升腾;另一处即便在夏日亦冷如寒冰,以致无论是夏是冬,特洛伊美丽的女儿们皆可毫无艰难地洗衣浣纱。
- 33.15ἀλλʼ ὅστις ἰδὼν ὅσα δεινὰ καὶ δυσχερῆ
此处为一个破格构文(倒错句):由关系代词 ὅστις 引导的从句在经过长句引用(荷马诗句)及分词短语后,在主句疑问句 τί δὴ κινεῖτε τὸν τοιοῦτον 中被 τὸν τοιοῦτον 重新承接。句首的 ὅστις 在语义上相当于 τὸν τοιοῦτον 的先行限定成分。
- 33.18μὴ οὖν αὐτὸν οἴεσθε στρατηγὸν μὲν μὴ ἀγαπᾶν οἷον εἴρηκε, μηδʼ ἐν σώματος μεγέθει καὶ κόμῃ τίθεσθαι τὸ τοῦ στρατηγοῦ ὄφελος, πόλιν δʼ ἂν ἐπαινέσαι ποτὲ
在受动词 οἴεσθε 支配的“带不定式的宾格”结构中,由 μὲν ... δέ 构成对比。后半部分的 πόλιν δʼ ἂν ἐπαινέσαι 是 ἄν 与不定词结合,表示反事实假想或潜势的归结分句(“[切莫以为]他会赞美一座城邦”)。
- 33.19ἣν μόνον ἐπαινέσαι θέλων αἰγίβοτον εἴρηκεν
此处由关系代词 ἣν(先行词为伊萨卡岛)与 αἰγίβοτον 构成双重宾格结构(“[仅仅]称其为放羊之地”)。分词 θέλων 表意图(“想要赞美”)。
