- 底本
- Dio Chrysostom. Dionis Prusaensis quem vocant Chrysostomum quae extant omnia. Vols. I and II. Arnim, Hans Friedrich August von, editor. Berlin: Weidmann, 1893-96.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:33.1-33.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者质问听众因何期待聆听其言论——是否贪图华丽修辞或对城邦的谄媚赞颂,并将自夸全知的高谈阔論者及表演性医者与直击病灶的真正医者相对照。
ἐγὼ θαυμάζω τί ποτʼ ἐστὶ τὸ ὑμέτερον καὶ τί προσδοκῶντες ἢ βουλόμενοι τοὺς τοιούτους ἀνθρώπους διαλέγεσθαι ὑμῖν ζητεῖτε,1 πότερον εὐφώνους οἴεσθε εἶναι καὶ φθέγγεσθαι ἥδιον τῶν ἄλλων, ἔπειτα ὥσπερ ὀρνέων ποθεῖτε ἀκούειν μελῳδούντων ὑμῖν ἢ δύναμιν ἄλλην ἔχειν ἔν τε ὀνόμασι καὶ διανοήμασι δριμυτέρας τινὸς πειθοῦς καὶ τῷ ὄντι δεινῆς, ἣν καλεῖτε ῥητορικήν, ἔν τε ἀγοραῖς καὶ περὶ τὸ βῆμα δυναστεύουσαν, ἤ τινα ἔπαινον καθʼ αὑτῶν ἀκούσεσθαι οἰόμενοι2 καὶ δημόσιον ὕμνον τῆς πόλεως, περί τε Περσέως καὶ Ἡρακλέους καὶ τοῦ Ἀπόλλωνος τῆς τριαίνης καὶ περὶ χρησμῶν τῶν γενομένων, καὶ ὥς ἐστε Ἕλληνες καὶ Ἀργεῖοι καὶ ἔτι βελτίους, καὶ ἀρχηγοὺς ἔχετε ἥρωας καὶ ἡμιθέους, μᾶλλον δὲ Τιτᾶνας· ἔτι δὲ οἶμαι περί τε τῆς χώρας καὶ τῶν ὀρῶν τῶν κατʼ αὐτὴν καὶ τοῦδε τοῦ Κύδνου, ὡς δεξιώτατος ἁπάντων ποταμῶν καὶ κάλλιστος, οἵ τε ἀπʼ αὐτοῦ πίνοντες ἀφνειοὶ καὶ μακάριοι καθʼ Ὅμηρον.ταῦτα γὰρ ἐστὶ μὲν ἀληθῆ, καὶ συνεχῶς αὐτὰ ἀκούετε τῶν τε ποιητῶν ἐν μέτροις καὶ ἄλλων ἀνδρῶν αὐτὸ τοῦτο ἔργον πεποιημένων ἐγκωμιάζειν, δεῖται δὲ μεγάλης τινὸς παρασκευῆς καὶ δυνάμεως.
我感到纳闷,你们究竟抱有怎样的意图,又是怀着何种期待或愿望,竟设法让这样的人与你们交谈:究竟是以为他们嗓音悦耳、发声比常人更为甜美,从而渴望听他们像鸟儿一般为你们歌唱;还是以为他们在文辞与思想中拥有某种更为犀利、真正可畏的说服力——即你们称之为修辞术、在广场与讲坛周围独揽大权的那种力量;抑或是以为能听到对你们自身的某种颂扬,以及针对这座城邦的公开颂词,述及珀耳修斯、赫拉克勒斯、阿波罗的三叉戟,述及所降下的神谕,述及你们如何是希腊人、阿尔戈斯人乃至更为高贵之辈,并以英雄、半神甚至泰坦神祇为始祖;我以为,还包括谈论这片土地及其中的群山,以及眼前的这条绪德诺斯河,谈论它如何是一切河流中最温和、最美丽的,而正如荷马所言,饮其水者又是何等富足与幸福。因为这些固然是事实,且你们也不断从诗人的诗行中、从以颂赞为本职的其他人那里听到它们,但这却需要极大的铺陈与功力。
τί οὖν ἡμᾶς ἐλπίζετε ἐρεῖν; ἢ τί μάλιστα ἀκοῦσαι σπεύδετε παρὰ ἀνδρῶν οὐκ εὐτραπέλων οὐδὲ πρὸς χάριν ὁμιλεῖν εἰδότων οὐδὲ αἱμύλων οὐδὲ ὑπὸ τρυφῆς ἰόντων ἐπὶ τοὺς λόγους; ὅτι μὲν γὰρ οὐ χρήματα ἐλπίζοντες παρʼ ἡμῶν οὐδὲ ἄλλο τι δῶρον καὶ πάνυ ἐπίσταμαι. φέρε οὖν ἔγωγε εἴπω τὴν ἐμαυτοῦ ὑπόνοιαν.
那么,你们究竟指望我们说些什么呢?或者,你们特别渴望从这样的人——既非诙谐机巧,不知阿谀承迎,又非巧言令色,亦非出于享乐而从事讲论的人——口中听到什么呢?因为我非常清楚,你们并非期望从我们这里获得金钱或其他任何礼物。那么,就让我来说说我自己的推测吧。
δοκεῖτέ μοι πολλάκις ἀκηκοέναι θείων ἀνθρώπων, οἳ πάντα εἰδέναι φασὶ καὶ περὶ πάντων ἐρεῖν ᾗ διατέτακται καὶ τίνα ἔχει φύσιν, περί τε ἀνθρώπων καὶ δαιμόνων καὶ θεῶν, ἔτι δὲ γῆς καὶ οὐρανοῦ καὶ θαλάττης, καὶ περὶ ἡλίου καὶ σελήνης καὶ τῶν ἄλλων ἄστρων, καὶ περὶ τοῦ σύμπαντος κόσμου, καὶ περὶ φθορᾶς καὶ γενέσεως καὶ μυρίων ἄλλων. ἔπειτʼ οἶμαι προσελθόντες ὑμῶν πυνθάνονται τί βούλεσθε αὐτοὺς εἰπεῖν καὶ περὶ τίνος, κατὰ τὸν Πίνδαρον, Ἰσμηνὸν ἢ χρυσηλάκατον Μελίαν ἢ Κάδμον· ὅ, τι δʼ ἂν ἀξιώσητε ὑμεῖς, ἔνθεν ἑλὼν ἄθρουν καὶ πολὺν ἀφήσει τὸν λόγον, ὥσπερ τι ῥεῦμα ἄφθονον ἐν αὐτῷ κατακεκλειμένον.
依我看,你们似乎常常聆听那些如神般的人物,他们自称无所不知,能讲述一切事物是如何被安排的以及具有怎样的本性——关于人类、神灵、诸神,关于大地、天空、海洋,关于太阳、月亮与其他星体,关于整个宇宙,以及关于毁灭、生成和无数其他事物。随后,我以为,他们走上前去询问你们希望他们说些什么、谈论谁,正如品达所言,是伊斯墨诺斯,抑或手执金纺锤的墨利亚,还是卡德摩斯;无论你们看重什么,他们便以此为起点,倾泻出滔滔不绝的大篇言论,宛如一注原先封闭在体内的充沛激流。
ἔπειθʼ ὑμεῖς ἀκούοντες τὸ μὲν ἐξετάζειν καθʼ ἕκαστον ἢ ἀπιστεῖν ἀνδρὶ σοφῷ φαῦλον ἡγεῖσθε καὶ ἄκαιρον, ἄλλως δὲ τῇ ῥώμῃ καὶ τῇ ταχυτῆτι τῶν λόγων ἐπαίρεσθε καὶ πάνυ χαίρετε ἀπνευστὶ ξυνείροντος τοσοῦτον ὄχλον ῥημάτων,3 καὶ πεπόνθατε ὅμοιον τοῖς ὁρῶσι τοὺς ἵππους τοὺς ἀπὸ ῥυτῆρος θέοντας· οὐδὲν ὠφελούμενοι θαυμάζετε ὅμως καὶ μακάριόν φατε κτῆμα. καίτοι καὶ τοῖς ἵπποις ἰδεῖν ἔστιν οὐ τοὺς δεσπότας χρωμένους4 πολλάκις, ἀλλὰ φαῦλον ἀνδράποδον.
随后,你们听着这些话,以为逐项审视或怀疑智者是卑鄙且不合时宜的,反而因言辞的气势与敏捷而心荡神驰,见他一口气串联起如此庞杂的词句便欣喜万分;你们所经历的,恰如那些观看脱缰奔马的人:虽未得任何益处,却依然惊叹不已,称其为极佳的财产。然而对于奔马,人们常见到驾驭它们的多半不是主人,而是卑贱的奴隶。
ἡ μὲν οὖν τοιάδε ἀκρόασις θεωρία τις οὖσα καὶ πομπὴ παραπλήσιον ἔχει τι ταῖς ἐπιδείξεσι τῶν καλουμένων ἰατρῶν, οἳ προκαθίζοντες ἐν τῷ μέσῳ ξυμβολὰς ἄρθρων καὶ ὀστέων συνθέσεις καὶ παραθέσεις καὶ τοιαῦθʼ ἕτερα ἐπεξίασι, πόρους καὶ πνεύματα καὶ διηθήσεις. οἱ δὲ πολλοὶ κεχήνασι καὶ κεκήληνται τῶν παιδίων μᾶλλον. ὁ δʼ ἀληθὴς ἰατρὸς οὐκ ἔστι τοιοῦτος οὐδὲ οὕτως διαλέγεται τοῖς ὄντως δεομένοις· πόθεν; ἀλλὰ προσέταξε τί δεῖ ποιεῖν, καὶ φαγεῖν βουλόμενον ἢ πιεῖν ἐκώλυσε, καὶ λαβὼν ἔτεμεν ἀφεστηκός τι τοῦ σώματος.
因此,这般的聆听实为一种观瞻与盛演,与所谓医者的表演颇有相似之处:他们当众端坐,逐一高谈肢体的关节、骨骼的接合与并置,以及诸如此类的事物,如孔道、气流与渗滤。而众人目瞪口呆,比孩童更受迷惑。然而,真正的医者绝非如此,亦不会这样同真正需要医治的人交谈;岂会如此!相反,他下达当行之事的指令,阻止那想要进食或饮水之人,并在抓住身体上腐坏败疽的部分后将其切除。
ὥσπερ οὖν εἰ συνελθόντες οἱ κάμνοντες εἶτʼ ἐπὶ τὸν ἰατρὸν ἐπεκώμαζον καὶ κωθωνίζεσθαι ἠξίουν, οὐκ ἂν αὐτοῖς κατʼ ἐλπίδα τὸ πρᾶγμα ἀπήντησεν, ἀλλʼ ἴσως ἠγανάκτουν πρὸς τὴν ὑποδοχήν, ταὐτό μοι πεπονθέναι δοκοῦσιν5 οἱ πολλοὶ ξυνιόντες ἐπὶ τὸν τοιοῦτον καὶ λέγειν κελεύοντες, ἄγευστοι δῆλον ὅτι τῶν τῆς ἀληθείας ὄντες λόγων, ἔπειθʼ ἡδύ τι καὶ προσηνὲς ἀκούσεσθαι προσδοκῶντες.
因此,正如患病之人若聚集起来,冲入医者之处要求痛饮狂欢,事情绝不会如他们所愿,他们反倒可能对那番接待大为恼火;依我看,聚集到这样的人身旁并吩咐他讲话的庸众所遭遇的也完全一样:他们显然从未领略过真理之言,从而期待能听到某种甜美惬意之语。
- 33.1τί προσδοκῶντες ἢ βουλόμενοι τοὺς τοιούτους ἀνθρώπους διαλέγεσθαι ὑμῖν ζητεῖτε
分词 προσδοκῶντες 与 βουλόμενοι 充当主要动词 ζητεῖτε 的方式或原因状语,不定式 διαλέγεσθαι 及其逻辑主语(宾格)τοὺς τοιούτους ἀνθρώπους 构成 ζητεῖτε 的宾语从属结构(“你们设法让这样的人与你们交谈”)。
- 33.1ἤ τινα ἔπαινον καθʼ αὑτῶν ἀκούσεσθαι οἰόμενοι
承接前文 πότερον ... ἤ 的选择句式。分词 οἰόμενοι 与前文的 προσδοκῶντες ἢ βουλόμενοι 并列,支配将来时不定式 ἀκούσεσθαι(其逻辑主语与 οἰόμενοι 同为第二人称复数)。反身代词 καθʼ αὑτῶν 在此用作第二人称复数(“关于你们自身”)。
- 33.5ἀπνευστὶ ξυνείροντος τοσοῦτον ὄχλον ῥημάτων
属格绝对分词结构。其逻辑主语(即所谈及的演说家或智者)并未明确写出,须从语境中补出。该结构在句中作状语,解释 χαίρετε 的原因(“见他一口气串联起……便欣喜万分”)。
- 33.5τοῖς ἵπποις ἰδεῖν ἔστιν οὐ τοὺς δεσπότας χρωμένους
ἰδεῖν ἔστιν 为无人称表达,意为“能够看到”(ἔστιν + 不定式 = ἔξεστιν)。分词 χρωμένους 与宾格 τοὺς δεσπότας 一致,作感官动词 ἰδεῖν 的补充宾语分词(“看到主人们使用……”)。与格 τοῖς ἵπποις 由分词 χρωμένους 支配。
- 33.7ὥσπερ οὖν εἰ συνελθόντες οἱ κάμνοντες εἶτʼ ἐπὶ τὸν ἰατρὸν ἐπεκώμαζον καὶ κωθωνίζεσθαι ἠξίουν, οὐκ ἂν αὐτοῖς κατʼ ἐλπίδα τὸ πρᾶγμα ἀπήντησεν ... ταὐτό μοι πεπονθέναι δοκοῦσιν
以 ὥσπερ εἰ(“正如……一样”)引导的反事实条件句(条件从句用未完成过去直陈式 ἐπεκώμαζον 与 ἠξίουν,结论句用 ἄν + 不定过去直陈式 ἀπήντησεν)构成明喻,随后与主句 ταὐτό μοι πεπονθέναι δοκοῦσιν οἱ πολλοί(“大众在我看来也遭遇了完全相同的事”)相呼应。整个复合句依靠假想的比喻与现实陈述的对应来维系骨架。
