- 底本
- Dio Chrysostom. Dionis Prusaensis quem vocant Chrysostomum quae extant omnia. Vols. I and II. Arnim, Hans Friedrich August von, editor. Berlin: Weidmann, 1893-96.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:33.51-33.57
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者借相面师的轶事论证外在举止足以暴露内在品性,严厉谴责塔尔苏斯人嗤鼻弄声的恶习,并敦促他们效仿斯巴达人斩断齐特拉琴多余琴弦的做法,根除这一多余的声响。
φημὶ δὴ διαλέγεσθαι τούτοις ὁμοίως καὶ βαδίζειν καὶ βλέπειν. εἰ δὲ μηδὲν ἔκδηλον οὕτω ποιεῖν διὰ τῶν ἀμμάτων δύνανται, ὥστε ἐπιστρέφειν ἅπαντας, ἢ μηδέπω τὴν τέχνην ἐπὶ τοσοῦτον προαγηόχασιν, οὐδὲν ἐπιεικέστερον τἄλλα ἔχουσιν. εἶτʼ ἄχθεσθε τοῖς Αἰγεῦσι καὶ τοῖς Ἀδανεῦσιν, ὅταν ὑμᾶς λοιδορῶσι, τοὺς δὲ ἐκείνοις μαρτυροῦντας ὡς ἀληθῆ λέγουσι τῶν ὑμετέρων πολιτῶν οὐκ ἐξελαύνετε τῆς πόλεως;
我断言,她们的交谈、行走和目光与这些男人毫无二致。即使她们无法透过衣结做出如此显眼之举以致令所有人回头,或者尚未将这门技艺提升至那般地步,她们在其他方面也绝没有丝毫更为端庄。然而,当埃盖和阿达纳的人辱骂你们时,你们心生怨恨,却不将城邦中为他们作证、表明他们所言非虚的那些同胞驱逐出城吗?
οὐκ ἴστε ὅτι τὸ μὲν ποιεῖν τι τῶν ἀπορρήτων καὶ τῶν παρὰ φύσιν ὑποψίαν ἐπὶ τῶν πλείστων μόνον ἔχει, καὶ οὐδεὶς ἑόρακεν οὐδὲν τῶν πολλῶν, ἀλλʼ ἐν τῷ σκότει που καὶ κρύφα λανθάνοντες ἀσεβοῦσιν οἱ κακοδαίμονες· τὰ δὲ τοιαῦτα ξύμβολα τῆς ἀκρασίας μηνύει τὸ ἦθος καὶ τὴν διάθεσιν, ἡ φωνή, τὸ βλέμμα, τὸ σχῆμα, καὶ δὴ καὶ ταῦτα τὰ δοκοῦντα σμικρὰ καὶ ἐν μηδενὶ λόγῳ, κουρά, περίπατος, τὸ τὰ ὄμματα ἀναστρέφειν, τὸ ἐγκλίνειν τὸν τράχηλον, τὸ ταῖς χερσὶν ὑπτίαις διαλέγεσθαι. μὴ γὰρ οἴεσθε αὐλήματα μὲν καὶ κρούματα καὶ μέλη τὰ μὲν ἐμφαίνειν τὸ ἀνδρεῖον, τὰ δὲ τὸ θῆλυ, κινήσεις δὲ καὶ πράξεις μὴ διαφέρειν μηδʼ εἶναι μηδένα ἐν τούτοις ἔλεγχον. ἀλλʼ ἐγὼ βούλομαί τινα λόγον ὑμῖν εἰπεῖν, ὃν ἴσως καὶ ἄλλοτε ἀκηκόατε.
难道你们不知,行出任何不可告人或违反自然之事,多半仅止于招致怀疑,大众中并无一人得见,而是那些可怜虫在暗处某处避人耳目隐秘地作恶;相反,放荡的这等征象却彻底显露了品格与性情——声音、目光、体态,甚至确实包括这些看似微不足道且不值一提之事:发式、步态、翻转双眼、歪着脖子、摊开双手说话。因为你们绝不可认为,笛乐、琴声与旋律有些表现阳刚,有些表现阴柔,而举止与行动却毫无差异,其中没有任何验明之法。我想给你们讲一个故事,或许你们在别的时候也曾听闻。
τῶν γὰρ ἐνθάδε δεινῶν τινα λέγουσιν εἴς τινα πόλιν ἐλθεῖν αὐτὸ τοῦτο ἔργον πεποιημένον, ὥστε εὐθὺς εἰδέναι τὸν τρόπον ἑκάστου καὶ διηγεῖσθαι τὰ προσόντα, καὶ μηδενὸς ὅλως ἀποτυγχάνειν· ἀλλʼ ὥσπερ ἡμεῖς τὰ ζῷα γιγνώσκομεν ὁρῶντες, ὅτι τοῦτο μέν ἐστι πρόβατον, εἰ τύχοι, τοῦτο δὲ κύων, τοῦτο δὲ ἵππος ἢ βοῦς· οὕτως ἐκεῖνος τοὺς ἀνθρώπους ἠπίστατο ὁρῶν καὶ λέγειν ἠδύνατο ὅτι οὗτος μὲν ἀνδρεῖος, οὗτος δὲ δειλός, οὗτος δὲ ἀλαζών, οὗτος δὲ ὑβριστὴς ἢ κίναιδος ἢ μοιχός.
人们说,此地的一位高人前往某座城邦,他将这桩本事修成了专门之业,以至于能立刻洞悉各人的性格并详述其特质,绝无失误;正如同我们凭肉眼辨认动物,例如认出这是羊,那是狗,那是马或牛一样;同样,那人凭眼观便能洞悉人,并能断言此人勇敢、此人怯懦、此人自夸、此人蛮横,或是淫徒,或是奸夫。
ὡς οὖν θαυμαστὸς ἦν ἐπιδεικνύμενος καὶ οὐδαμῇ διημάρτανε, προσάγουσιν αὐτῷ σκληρόν τινα τὸ σῶμα καὶ σύνοφρυν ἄνθρωπον, αὐχμῶντα καὶ φαύλως διακείμενον καὶ ἐν ταῖς χερσὶ τύλους ἔχοντα, φαιόν τι καὶ τραχὺ περιβεβλημένον ἱμάτιον, δασὺν ἕως τῶν σφυρῶν καὶ φαύλως κεκαρμένον· καὶ τοῦτον ἠξίουν εἰπεῖν ὅστις ἦν. ὁ δὲ ὡς πολὺν χρόνον ἑώρα, τελευταῖον ὀκνῶν μοι δοκεῖ τὸ παριστάμενον λέγειν οὐκ ἔφη ξυνιέναι, καὶ βαδίζειν αὐτὸν ἐκέλευσεν. ἤδη δὲ ἀποχωρῶν πτάρνυται· κἀκεῖνος εὐθὺς ἀνεβόησεν ὡς εἴη κίναιδος.
由于他的展示令人惊叹且毫无差池,人们便带给他一个体格粗壮、双眉紧蹙的汉子,那人蓬头垢面、衣衫褴褛,双手生满老茧,裹着一件粗糙发灰的外袍,毛发浓密垂至脚踝,发型拙劣;众人要求他说出此人是谁。但相面师端详良久之后,在我看来最后因迟疑于说出心头所想,便推说自己看不出来,叫那汉子离开。然而那人刚转身离去,便打了个喷嚏;相面师立刻高声喊道:他是一个淫徒!
εἶτα ἐπʼ ἀνθρώπου μὲν ὁ πταρμὸς ἐξήλεγξε τὸν τρόπον καὶ πρὸς τἄλλα πάντα ἴσχυσε τὸ μὴ λαθεῖν·1 πόλιν δὲ οὐκ ἂν ἕν τι τοιοῦτον διαβάλοι καὶ δόξης ἀναπλήσειε πονηρᾶς, καὶ ταῦθʼ ὅπου μὴ δεῖται δεινοῦ τοῦ συνήσοντος τίνος ἐστὶ σημεῖον. ἀλλʼ ἔγωγε πυθοίμην ἂν ἡδέως τῶν ἐμπείρων τίνι τοῦτο ἔοικεν ἢ τί βούλεται δηλοῦν. οὔτε γὰρ κλωσμὸς οὔτε ποππυσμὸς οὔτε συριγμός ἐστιν· ἢ τίνος ἐστὶν οἰκεῖον ἔργου καὶ πότε μάλιστα γιγνόμενον· οὔτε γὰρ νέμουσιν οὕτως οὔτε ἀροῦσιν οὔτε κυνηγετοῦσιν, ἀλλʼ οὐδὲ ναυτῶν ἐστιν ἡ φωνή.
既然在一个凡人身上,一个喷嚏便能揭露其品性,并在对抗所有其他表象时发挥出不容掩盖的力量;那么对于一座城邦,难道这样一件单一之事就不会使其蒙受中伤并充斥恶名吗?更何况在此处根本无需高人来理解这究竟是何种征兆。不过,我倒很乐意向内行请教,这究竟类似何物,或者究竟意图表达何意?因为这既非咯咯弹舌声,亦非咂嘴声,又非口哨声;抑或这属于何种特有的营生,最常发生于何时?因为人们既不用这种声音放牧,也不用它犁地,不用它狩猎,甚至它也不是水手的号子。
πότερον οὖν ἀσπαζομένων ἀλλήλους ἢ καλούντων ἢ φιλοφρονουμένων; ἀλλʼ ὥσπερ ὑμέναιος ἴδιόν τι μέλος ἐστὶν ἀρχαῖον ἐπὶ τῶν γαμούντων, οὕτως καινὸς οὗτος εὕρηται ῥυθμὸς ἄλλης τινὸς ἑορτῆς. ἀλλʼ ἀπελεύσεσθε ἀγανακτοῦντες καὶ λεληρηκέναι με φάσκοντες, εἰ τοσούτους λόγους μάτην διεθέμην καὶ πρὸς οὐδὲν τῶν χρησίμων. μηδεμίαν γὰρ ἐκ τούτου βλάβην ἀπαντᾶν μηδὲ χεῖρον οἰκεῖσθαι τὴν πόλιν.2
那么,这究竟是人们相互致意时的声音,呼唤时的声音,还是表达亲昵时的声音呢?并非如此,恰如婚礼歌是专属成婚者的某种古老曲调,这套新节奏乃是为某种别的节庆而发明的。然而,你们定会愤愤离去,声称我在胡言乱语,说我徒然发表了如此长篇大论而无一益处——因为你们会辩称,由此并未产生任何危害,城邦的治理也并未因此变坏。
παρὰ δὲ τοῖς Ἕλλησι πρότερον δεινὸν ἐδόκει τὸ μετακινεῖν τὴν μουσικήν, καὶ κατεβόων πάντες τῶν ῥυθμὸν εἰσαγόντων ἕτερον καὶ τὰ μέλη ποικιλώτερα ποιούντων, ὡς διαφθειρομένης ἐν τοῖς θεάτροις τῆς Ἑλλάδος. οὕτω σφόδρα τὰ ὦτα ἐφύλαττον καὶ τηλικαύτην ἡγοῦντο δύναμιν τὴν ἀκοὴν ἔχειν, ὥστε θηλύνειν τὴν διάνοιαν καὶ ἀδικεῖσθαι τὰ τῆς σωφροσύνης, εἰ παρὰ μικρὸν ἐνδοίη τὰ τῆς ἁρμονίας. τοιγαροῦν φασι Λακεδαιμονίους, ἐπειδὴ Τιμόθεος ἧκε παρʼ αὐτοὺς, λαμπρὸς ὢν ἤδη καὶ δυναστεύων ἐν τῇ μουσικῇ, τήν τε κιθάραν αὐτὸν ἀφελέσθαι καὶ τῶν χορδῶν τὰς περιττὰς ἐκτεμεῖν. καὶ ὑμεῖς, ἄνδρες Ταρσεῖς, μιμήσασθε τοὺς Λακεδαιμονίους, ἐκτέμετε τὸν περιττὸν φθόγγον.
然而昔日的希腊人认为变更乐制乃是骇人之举,众人无不谴责那些引入不同节奏、使曲调更加繁复杂多之人,视之为希腊正在剧场中走向堕落。他们如此严密地防护耳朵,并认为听觉拥有如此巨大的力量,以至于倘若谐音之道稍有松懈,就会软化心志、损害节制的美德。因此人们说,当提摩太来到斯巴达人当中时——彼时他已名满天下、称霸乐坛——他们却夺走他的齐特拉琴,割断了多余的琴弦。塔尔苏斯的男人们,你们也当效仿斯巴达人:割断那多余的声响!
- 33.55πρὸς τἄλλα πάντα ἴσχυσε τὸ μὴ λαθεῖν
主语为前文的 ὁ πταρμός(喷嚏),介词短语 πρὸς τἄλλα πάντα 表示对抗或对照(“对抗所有其他表象”)。带冠词不定式 τὸ μὴ λαθεῖν 作为动词 ἴσχυσε 的补足成分,表示其达成之效能(“使得真实面目不被隐瞒”)。
- 33.56μηδεμίαν γὰρ ἐκ τούτου βλάβην ἀπαντᾶν μηδὲ χεῖρον οἰκεῖσθαι τὴν πόλιν
本句虽由连词 γάρ 引出,却无限定动词,而是采用宾格加不定式结构(βλάβην ἀπαντᾶν / πόλιν οἰκεῖσθαι)。此句式承接前文分词 φάσκοντες(声称……)所统辖的间接引语,以虚拟听众的反驳论据(“由此并无产生任何害处”)。
