- 底本
- Dio Chrysostom. Dionis Prusaensis quem vocant Chrysostomum quae extant omnia. Vols. I and II. Arnim, Hans Friedrich August von, editor. Berlin: Weidmann, 1893-96.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:33.45-33.50
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者将以鼻子喷气鸣响的恶习比之于家人以阐明其可耻,指出先祖英雄与哲人阿忒诺多洛斯若见城邦如今的堕落定会退避三舍,并斥责这种声音绝非风土疾病而是极度放荡傲慢的明证。
ἄγε δὴ πρὸς τοῦ Ἡρακλέους καὶ τοῦ Περσέως καὶ τοῦ Ἀπόλλωνος καὶ τῆς Ἀθηνᾶς καὶ τῶν ἄλλων θεῶν, οὓς τιμᾶτε, ἀποκρίνασθέ μοι προθύμως, εἴ τις ὑμῶν ἐβούλετο γυναῖκα τοιαύτην ἔχειν, λέγω δέ, ὥσπερ κιθαρίστρια καλεῖται γυνὴ καὶ νὴ Δία αὐλητρὶς ἢ ποιήτρια καὶ τἄλλα ὁμοίως ἀπὸ τῶν ἄλλων ἐπιτηδευμάτων, οὕτως ἣν ἄν τις συνήθως ὀνομάσειεν ἀπὸ τούτου τοῦ ἔργου. καὶ μὴ δυσχεραίνετε μηδὲ ἄχθεσθε· τοὺς γὰρ λόγους τούτους αὐτὸ παρέχει τὸ πρᾶγμα τῷ βουλομένῳ περὶ αὐτοῦ λέγειν, οὐκ ἐγώ ποθεν ἀνευρίσκω. γυναικὶ μὲν δὴ τοιαύτῃ ξυνοικεῖν οὐδεὶς ἂν ἐθελήσειεν ὑμῶν οὐδὲ ἐπὶ πεντακοσίοις ταλάντοις οἶμαι, θυγατέρα δὲ σχεῖν ἕλοιτο ἄν; ἀλλὰ νὴ Δία μητέρα πως οὐ χαλεπὸν τοιαύτην ἔχειν καὶ γηροβοσκεῖν· σεμνὸν γὰρ δῆλον ὅτι καὶ πρεσβυτέραις πρέπον μᾶλλον.
来吧,凭着赫拉克勒斯、珀耳修斯、阿波罗、雅典娜以及你们所崇奉的其他诸神起誓,请恳切地回答我:你们当中难道有人愿意娶这样一个妻子吗?我是说,正如一个女子被称为竖琴演奏者,凭宙斯起誓,被称为长笛女乐工或女诗人,其余依此类推根据各项行当得名,同样的,由人们根据这桩行径惯常命名的女人。请不要反感也不要动怒;因为这些言辞是事态本身提供给欲言此事之人的,并非我从何处搜罗而来。与这样的女人同处一室,我想你们当中没有一个人愿意,哪怕给五百塔兰同也不干;而有谁会愿意拥有这样的女儿呢?可是凭宙斯起誓,拥有并赡养这样一位母亲不知怎的并不令人难受。因为这显然庄重得体,对上了年纪的女人更为相称!
εἶεν· οὐκοῦν ἐπὶ μὲν γυναικὸς ἢ θυγατρὸς οὐδʼ ἀκούοντες ἀνέχεσθε, πόλιν δὲ τοιαύτην καὶ πατρίδα οἰκεῖν οὐ δεινὸν ὑμῖν δοκεῖ; καὶ ταῦθʼ, ὃ τῷ παντὶ χαλεπώτερον, οὐ τοιαύτην οὖσαν ἐξ ἀρχῆς, ἀλλʼ ἣν αὐτοὶ ποιεῖτε. καίτοι μητρόπολις ὑμῶν ἐστιν ἡ πόλις, ὥστε καὶ τὴν σεμνότητα καὶ τὸ ἀξίωμα ἔχει τὸ τῆς μητρός· ἀλλʼ ὅμως οὔτε τοῦ ὀνόματος οὔτε τῆς ἀρχαιότητος οὔτε τῆς δόξης φείδεσθε.
很好:既然对于妻子或女儿,你们甚至连听一听都无法容忍,那么居住在这样一个城邦和祖国之中,难道你们不觉得可怕吗?而且更为恶劣的是,它绝非自始至终如此,而是你们亲手使之沦落至此。然而这城邦乃是你们的母邦,从而具有母亲般的庄严与尊贵;即便如此,你们却对其名声、其古老历史及其荣耀毫不爱惜。
τί δὴ οἴεσθε, εἰ καθάπερ εἰκός ἐστι καί φασι τοὺς οἰκιστὰς ἥρωας ἢ θεοὺς πολλάκις ἐπιστρέφεσθαι τὰς αὑτῶν πόλεις τοῖς ἄλλοις ὄντας ἀφανεῖς ἔν τε θυσίαις καί τισιν ἑορταῖς δημοτελέσιν, ἔπειθʼ ὁ ἀρχηγὸς ὑμῶν Ἡρακλῆς παραγένοιτο ἤτοι πυρᾶς οὔσης, ἣν πάνυ καλὴν αὐτῷ ποιεῖτε, σφόδρα γε ἂν αὐτὸν ἡσθῆναι1 τοιαύτης ἀκούσαντα φωνῆς; οὐκ ἂν εἰς Θρᾴκην ἀπελθεῖν μᾶλλον ἢ Λιβύην καὶ τοῖς Βουσίριδος ἢ τοῖς Διομήδους ἀπογόνοις θύουσι παρεῖναι; τί δέ; ὁ Περσεὺς οὐκ ἂν ὄντως ὑπερπτῆναι δοκεῖ τὴν πόλιν; καὶ τί δεῖ μεμνῆσθαι θεῶν;
那么你们以为如何?倘若正如常理所示且人们所言,身为奠基者的英雄或神明常在祭祀和某些公立节日期间隐身视察自己的城邦,随后当你们的开山始祖赫拉克勒斯来到时——恰逢那场你们为他极为盛大修造的柴堆祭典——他听到这般声响,难道会感到十分欣喜吗?难道他不会宁愿离开前往色雷斯或利比亚,去出席布西里斯或狄俄墨德斯后裔的献祭吗?又怎样呢?珀耳修斯难道不会真真切切地直接从城邦上空飞跃过去吗?又何须提及诸神?
ἀλλὰ Ἀθηνόδωρος ὁ πρῴην γενόμενος, ὃν ᾐδεῖτο ὁ Σεβαστός, ἆρα οἴεσθε, εἴπερ ἔγνω τοιαύτην οὖσαν τὴν πόλιν, προύκρινεν ἂν τῆς μετʼ ἐκείνου διατριβῆς τὴν ἐνθάδε; πρότερον μὲν οὖν ἐπʼ εὐταξίᾳ καὶ σωφροσύνῃ διαβόητος ἦν ὑμῶν ἡ πόλις καὶ τοιούτους ἀνέφερεν ἄνδρας· νῦν δὲ ἐγὼ δέδοικα μὴ τὴν ἐναντίαν λάβῃ τάξιν, ὥστε μετὰ τῶνδε καὶ τῶνδε ὀνομάζεσθαι. καίτοι πολλὰ τῶν νῦν ἔτι μενόντων ὅπως δήποτε ἐμφαίνει τὸ σῶφρον καὶ τὸ αὐστηρὸν τῆς τότε ἀγωγῆς, ὧν ἐστι τὸ περὶ τὴν ἐσθῆτα τῶν γυναικῶν, τὸ τοῦτον τὸν τρόπον κατεστάλθαι2 καὶ βαδίζειν ὥστε μηδένα μηδὲ ἓν αὐτῶν μέρος ἰδεῖν μήτε τοῦ προσώπου μήτε τοῦ λοιποῦ σώματος, μηδὲ αὐτὰς ὁρᾶν ἔξω τῆς ὁδοῦ μηδέν.
更不必说不久前在世且深受奥古斯都敬重的阿忒诺多洛斯了,难道你们以为,假若他知晓城邦是这副模样,会舍弃与皇帝相伴的时光而偏好在此地的起居吗?往昔你们的城邦因井然秩序与端庄节制而闻名遐迩,且孕育出如此卓越的人物;但如今我担心它会落入相反的流品,以至于与某某、某某并列被提及。不过,如今仍旧留存的许多习俗无论如何仍显露出昔日教养的端庄与严峻,其中包括关于妇人着装的风尚,即她们如此严密地包裹并穿行,以至于无人能窥见她们面部或身体其他部位的丝毫,她们自己除了道路也什么都看不见。
καίτοι τί δύνανται τοιοῦτον ἰδεῖν οἷον ἀκούουσιν; τοιγαροῦν ἀπὸ τῶν ὤτων ἀρξάμεναι τῆς διαφθορᾶς ἀπολώλασιν αἱ πλείους. ἡ γὰρ ἀσέλγεια πανταχόθεν εἰσδύεται. ὥστε τὰ μὲν πρόσωπα κεκαλυμμέναι βαδίζουσι, τῇ ψυχῇ δὲ ἀκαλύπτῳ καὶ σφόδρα ἀναπεπταμένῃ. τοιγαροῦν ὀξύτερον βλέπουσιν ἑνὶ τῶν ὀφθαλμῶν, ὥσπερ οἱ γεωμέτραι.
然而,她们眼前所能见到的,有何物能比得上她们耳中所听到的呢?因此,自耳朵开始受到腐蚀,多数妇女已经彻底败坏。因为放荡之气无孔不入。结果便是,她们虽蒙着脸庞行走,灵魂却毫无遮掩且敞开得极宽。所以,她们如同几何学家一般,用一只眼睛看得愈加敏锐。
καὶ τουτὶ μὲν ἔκδηλόν ἐστι τὸ τῶν ῥινῶν. ἀνάγκη δὲ καὶ τἄλλα ἀκολουθεῖν τῷ τοιούτῳ ῥυθμῷ. μὴ γὰρ οἴεσθε, ὥσπερ ἑτέρων πολλάκις εἴς τινα μέρη κατασκήπτει, χεῖρας ἢ πόδας ἢ πρόσωπον, οὕτω καὶ παρʼ ὑμῖν ἐπιχώριόν τι νόσημα ταῖς ῥισὶν ἐμπεπτωκέναι, μηδʼ ὥσπερ Λημνίων ταῖς γυναιξὶ τὴν Ἀφροδίτην ὀργισθεῖσαν λέγουσι διαφθεῖραι τὰς μασχάλας, κἀνθάδε νομίζετε τῶν πλειόνων διεφθάρθαι τὰς ῥῖνας ὑπὸ δαιμονίου χόλου, κἄπειτα τοιαύτην φωνὴν ἀφιέναι· πόθεν;3 ἀλλʼ ἔστι σημεῖον τῆς ἐσχάτης ὕβρεως καὶ ἀπονοίας καὶ τοῦ καταφρονεῖν τῶν καλῶν ἁπάντων καὶ μηδὲν αἰσχρὸν ἡγεῖσθαι.
关于鼻子的这桩事情是显而易见的。然而一切其他事物也必然遵循这种节律。因为你们绝不可以为,正如在他人身上疾病往往发作于某些特定部位(手、脚或面孔)那样,在你们这里也是某种地方风土病落到了鼻子上;也不可认为,正如传说中阿佛洛狄忒发怒毁掉了利姆诺斯妇女的腋窝那样,在此地也是多数人的鼻子因神明之怒而受损,这才发出这般声响。怎么可能呢?相反,这是极度傲慢与癫狂的征兆,是蔑视一切美德、不以任何事为可耻的表现。
- 33.47σφόδρα γε ἂν αὐτὸν ἡσθῆναι
由 τί δὴ οἴεσθε(你们以为如何)所统辖的间接引语中的“宾格加不定式”结构。与条件从句 ἔπειθʼ ὁ ἀρχηγὸς ὑμῶν Ἡρακλῆς παραγένοιτο(希求语气)相呼应的主句中“ἄν + 希求语气”(潜在假设),受主动词 οἴεσθε 支配而转化为“ἄν + 不定式”。在语境中充当强烈的反问,意在断然否定。
- 33.48ὧν ἐστι τὸ περὶ τὴν ἐσθῆτα τῶν γυναικῶν, τὸ τοῦτον τὸν τρόπον κατεστάλθαι
ὧν 为部分属格,先行词为前句的 πολλὰ τῶν νῦν ἔτι μενόντων。句子的主语是带冠词的介词短语 τὸ περὶ τὴν ἐσθῆτα τῶν γυναικῶν,其后带冠词的不定式短语 τὸ ... κατεστάλθαι 作为同位语,具体界定了该习俗的详细内容。
- 33.50πόθεν;
独立的修辞性疑问副词,用于突然打断并断然否定前文提出的假设(即他们的鼻子是否因神明的愤怒而受损)。为惯用表达,意为“怎么可能!”或“绝非如此!”。
