← 金嘴狄翁

演说集

§33.39-33.44

痛斥鼻息恶习与医者切除脓肿的譬喻

演说者将塔尔苏斯人奇特的鼻息恶习比作阉人与腓尼基人的举止,警告说外人若自远处听闻,定会将他们视作放荡的蛮族而非希腊人。他预料到听众的愤慨,但将自己比作哪怕患者哀号也要切开患处的医生,誓言绝不停止对其陋习的痛斥。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§33.39

ὁ δὲ τοιοῦτος ἦχος τίνων ἐστίν; οὐχὶ τῶν ἀνδρογύνων; οὐχὶ τῶν τὰ αἰδοῖα ἀποκεκομμένων;οὐδὲ τούτων ἀεὶ καὶ πρὸς ἅπαντας, ἀλλὰ ἴδιον αὐτῶν ὥσπερ ξύμβολον. φέρε δʼ εἰ κατεζωσμένοι πάντες ἐβαδίζετε ἢ τυμπανίζοντες, μηδὲν ὑμῖν ἐδόκει τοῦτʼ εἶναι χαλεπόν; εἰ συνέβαινεν ὑμᾶς ὑψηλήν τινα ἔχειν ἄκραν ἢ νὴ Δία ὄρος ὑπερκείμενον, ὥσπερ ἕτεραι πόλεις, ὅπου τις ἀνελθὼν ἕκαστον μὲν σαφῶς ἀκούειν μὴ δύναιτο, τὸν δὲ ξύμπαντα θροῦν, ποῖος ἦχος ὑμῖν ἂν ἀνενεχθῆναι δοκεῖ; ἢ δῆλον ὅτι τοῦ πλείονος ὥσπερ ἐν ἁρμονίᾳ κρατοῦντος;1

那么,这种声音属于何人?难道不是属于雌雄同体者吗?难道不是属于受阉割者吗?然而即便是他们,也并非随时对所有人发出这种声音,而不过是作为他们特有的暗号。且试想,倘若你们所有人都束紧腰带行走,或是敲击手鼓,难道你们会觉得这算不得什么恶劣之事吗?假若你们恰好拥有一座高耸的卫城,或者凭宙斯起誓,拥有一座巍然俯瞰的高山,正如其他城邦那样,有人登临其上虽不能清晰听辨每一个声音,却能听到整体的喧嚣,你们以为会有怎样的声音传扬上去?难道不显然是那占绝大多数的声音居于支配地位,正如在乐调中一样吗?

§33.40

εἰ δὲ ἐκ τῆς ἀκοῆς δέοι τεκμαίρεσθαι περὶ τῶν ἀνθρώπων, ὥσπερ Ὅμηρός φησι προσιόντα τὸν Ὀδυσσέα τῇ αὑτοῦ οἰκίᾳ μὴ περιμεῖναι θεάσασθαι τοὺς μνηστῆρας ἑστιωμένους, ἀλλʼ εὐθὺς εἰπεῖν πρὸς τὸν Εὔμαιον, ὡς αὐτὸν ἡ κιθάρα περιήνεγκε,2 "γιγνώσκειν ὅτι πολλοὶ ἐν αὐτῇ δαῖτα τίθενται·" καὶ πάλιν ἐκ τῆς νήσου τῶν Κυκλώπων ἀκούοντα τῶν τε προβάτων βληχωμένων καὶ αὐτῶν τῆς φωνῆς, ὡς ἂν οἶμαι νεμόντων, νοεῖν ὅτι ποιμένων τινῶν ἐστιν ἡ χώρα, φέρε καὶ ὑμᾶς εἴ τις ἐκ τοῦ φερομένου ἤχου πόρρωθεν εἰκάζοι, οἵους ἂν ἀνθρώπους ὑπολάβοι εἶναι καὶ τί πράττειν; καὶ πότερον ὑμᾶς Ἀργείων ἀποίκους, ὡς λέγετε, φήσει τις ἢ μᾶλλον ἐκείνων Ἀραδίων; καὶ πότερον Ἕλληνας ἢ Φοινίκων τοὺς ἀσελγεστάτους; ἐγὼ μὲν γὰρ ἡγοῦμαι μᾶλλον προσήκειν ἀνδρὶ σώφρονι ἐν τοιαύτῃ πόλει κηρὸν ἐπαλεῖψαι τοῖς ὠσὶν ἢ εἰ τὰς Σειρῆνας παραπλέων ἔτυχεν. ὅπου μὲν γὰρ ὑπῆρχε θανάτου κίνδυνος, ὅπου δὲ ἀσελγείας, ὕβρεως, τῆς ἐσχάτης διαφθορᾶς.

如果应当凭听觉来判断人,正如荷马所言,奥德修斯在接近自己的宅第时,并未等待亲眼目睹求婚人宴饮,而是当竖琴之声传入耳际,便立刻对欧迈俄斯说道: “我知道宅中有许多人正在设宴;”又如从库克洛普斯之岛,他听见绵羊的咩咩叫声和他们本人的呼喊,料想他们是在放牧,便知晓这片土地属于某些牧人——那么请问,倘若有人凭借从远处传来的声响来揣测你们,他会认为你们是怎样的人,在做些什么?有人会如你们所言,称你们为阿尔戈斯人的殖民者,还是会称你们为那群阿拉多斯人的后裔?会称你们为希腊人,还是腓尼基人中最放荡之徒?就我而言,我认为一个明智之人置身于这样的城邦中,用蜡涂抹双耳,比他恰好航经塞壬身旁时更为适宜。因为在前者那里存在着死亡的危险,而在此处存在的却是放荡、侮慢与极度的堕落。

§33.42

καὶ πρόσεστιν οὐδεμία τέρψις οὐδʼ ἱστορία δήπου. πρότερον μὲν οὖν ἡ παραίνεσις τῶν ἀμεινόνων ἐκράτει, νῦν δʼ, ὡς ἔοικε, τῶν χειρόνων. θαυμάσαι δʼ ἄν τις τὴν αἰτίαν τοῦ ζηλοῦν αὐτὸ τοὺς πλείους ἐνθάδε καὶ συνηθέστερον ἀεὶ γίγνεσθαι προβαῖνον. ὥσπερ Ἰωνική τις ἐκράτησεν ἁρμονία καὶ Δώριος καὶ Φρύγιος ἄλλη καὶ Λύδιος· οὕτως νῦν ἡ τῶν Ἀραδίων κρατεῖ μουσική, καὶ τὰ Φοινίκων ὑμῖν κρούματα ἀρέσκει, καὶ τὸν ῥυθμὸν τοῦτον ἐξαιρέτως ἠγαπήκατε, ὥσπερ ἕτεροι τὸν σπονδεῖον·

况且,这其中绝无任何愉悦,更无任何见闻。往昔是更优秀之人的规诫占据上风,而如今看来,却是更卑劣之人的规诫得势。人们尽可诧异,何以这里的多数人竟竞相效仿此事,且随着时日推移愈发习以为常。正如曾有伊奥尼亚调式、多利安调式、另一种弗里吉亚调式以及吕底亚调式盛行一时,如今则是阿拉多斯人的乐调大行其道,腓尼基人的弹拨之声令你们心悦诚服,你们对这种节律偏爱有加,恰如他人偏爱长长格一般。

§33.43

ἢ καὶ γένος τι πέφηνεν ἀνθρώπων ταῖς ῥισὶν εὔμουσον, ὥσπερ τοὺς κύκνους φασὶ τοῖς πτεροῖς, ἔπειτα τῶν λιγυφώνων τρόπον ὀρνέων τέρπουσιν ἀλλήλους ἔν τε ταῖς ὁδοῖς καὶ παρὰ τὰ ξυμπόσια, μηδὲν δεόμενοι λύρας μηδὲ αὐλῶν — ἀρχαῖα δὴ ταῦτα καὶ σκληρᾶς ἔτι καὶ ἀγροίκου τινὸς μουσικῆς ὄργανα — νῦν δὲ τρόπος ἄλλος ἀνθεῖ, βαρβίτων κρείττων καὶ προσηνέστερος. οὐκοῦν μετὰ χρόνον, καὶ χοροὺς ὑπὸ τῷ μέλει τούτῳ3 στησόμεθα παίδων καὶ παρθένων ἐπιμελῶς ἐκδιδάξαντες.

抑或人类中真出现了一种用鼻子通晓乐律的族类,正如传说天鹅以双翼鸣奏一样,随后他们便如清亮鸣啭的鸟儿般,在街道上和宴饮旁彼此取乐,全然不需要竖琴也不需要长笛——这些都是古旧之物,尚属粗硬鄙野音乐的乐器——如今另一种风格正在盛行,它比巴比托竖琴更为高妙、更加悦耳。那么过些时日,我们在精心教练之后,甚至还要伴着这种曲调设立童子与少女的歌舞队了。

§33.44

ἀλλʼ ὅτι μὲν ἄχθεσθε ἀκούοντες σαφῶς οἶδα, καὶ προεῖπον ὅτι τοὺς λόγους ἀποδέξεσθε οὐχ ἡδέως. ὑμεῖς δʼ ἴσως με περὶ ἄστρων καὶ γῆς ἐδοκεῖτε διαλέξεσθαι. καὶ τινὲς μὲν ὑμῶν ὀργίζονται καί φασί με ὑβρίζειν τὴν πόλιν, τοὺς δὲ ταῦτα ποιοῦντας οὐκ αἰτιῶνται· τινὲς δὲ ἴσως καταγελῶσιν, εἰ περὶ μηδενὸς κρείττονος εὗρον εἰπεῖν· ἐγὼ δὲ ὁρῶ καὶ τοὺς ἰατροὺς ἔσθʼ ὅτε ἁπτομένους ὧν οὐκ ἂν ἤθελον, οὐχὶ τῶν καλλίστων τοῦ σώματος, καὶ πολλοὺς οἶδα τῶν θεραπευομένων ἀγανακτοῦντας, ὅταν ἅπτηται τοῦ πεπονθότος. ὁ δὲ πολλάκις ἀμύττει τοῦτο καὶ τέμνει βοῶντος.4 οὔκουν ἀνήσω περὶ τούτου λέγων, πρὶν ἂν σφόδρα δηχθῆτε. καίτοι πάνυ ἀσθενοῦς φαρμάκου τυγχάνετε τοῦ λόγου τούτου καὶ πολὺ ἐλάττονος ἢ κατὰ τὴν ἀξίαν.5

但我深知你们听了心中不悦,且我早已预言你们绝不会欣然接纳这些言辞。你们或许以为我会大谈星辰与大地。你们当中有些人感到愤怒,声称我是在侮辱城邦,却不去归咎那些做出此类行径之人;另一些人或许在嘲笑我竟找不到更高尚的话题来谈论。然而我看到,医生有时也会触及他们本不愿触及之处,即人体并非最为优美的部位;我也知道,许多接受治疗的人在医生触及患处时会愤愤不平。但医生即便在患者大声呼号之际,也往往会刺破并切开患处。因此,在你们深感刺痛之前,我决不放弃就此事进言。尽管对于这番言论,你们所领受的不过是一剂极弱的药物,远不及你们应得的分量。

语法注5 条
  1. 33.39τοῦ πλείονος ὥσπερ ἐν ἁρμονίᾳ κρατοῦντος

    接在 ἢ δῆλον ὅτι 之后的独立属格结构。此处承前省略了主句谓语(即升腾而上的声响),意为“难道不显然是那占绝大多数的声音居于支配地位,正如在乐调中那样[传扬上去]吗?”

  2. 33.40ὡς αὐτὸν ἡ κιθάρα περιήνεγκε

    动词 περιφέρω 在此处意为“(琴声)传入耳际、缭绕于耳”(暗指《奥德赛》卷17第261–262行)。连词 ὡς 与直陈式不定过去时连用,充当时间连词(“一……就……”),表示奥德修斯一听到琴声便立刻察知情由。

  3. 33.43ὑπὸ τῷ μέλει τούτῳ

    介词 ὑπό 后接与格,表示音乐伴奏或依照某种曲调(“伴随着这支旋律/在这一曲调之下”)。这是与 χοροὺς ἱστάναι(组建歌舞队)连用时指定伴奏乐调的习惯用法。

  4. 33.44βοῶντος

    未明示主语的独立属格分词(现在主动态属格阳性单数)。其逻辑主语承前指代正在接受治疗的病患(前文先后出现宾格复数 πολλοὺς... τῶν θεραπευομένων 与属格单数 τοῦ πεπονθότος),意为“即便[患者]大声呼号之际”。

  5. 33.44πολὺ ἐλάττονος ἢ κατὰ τὴν ἀξίαν

    由比较级加上 ἤ + κατά + 宾格构成的句式,表示比例性比较(“远不及按其应得所相称的分量”)。此处指言辞规诫这种轻微的药物,相比于他们恶行所当受的严厉惩罚而言“微弱得多/远未达到应有的严厉程度”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:33.39-33.44