- 底本
- Dio Chrysostom. Dionis Prusaensis quem vocant Chrysostomum quae extant omnia. Vols. I and II. Arnim, Hans Friedrich August von, editor. Berlin: Weidmann, 1893-96.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:33.34-33.38
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者严厉谴责塔尔苏斯人公然发出的粗鄙抽鼻作响的陋习,指出其使城邦蒙羞且表明了极端的放荡,并通过与各种荒诞不经的恶俗作对比来突显其荒谬。
ἐγὼ δέ φημι τοῦτο τὸ ἔργον αἰσχρὰν τὴν πόλιν ποιεῖν καὶ δημοσίᾳ καταισχύνειν, καὶ τὴν μεγίστην ὕβριν εἰς τὴν πατρίδα ὑβρίζειν1 τοὺς μεθʼ ἡμέραν τούτους κοιμωμένους, καὶ δικαίως ἂν αὐτοὺς ἐξορισθῆναι καὶ παρʼ ὑμῶν καὶ πανταχόθεν. οὐδὲ γὰρ μέτριόν ἐστι τὸ γιγνόμενον οὐδὲ σπανίως συμβαῖνον, ἀλλʼ ἀεὶ καὶ πανταχοῦ τῆς πόλεως, κἂν ἀπειλῇ τις κἂν παίζῃ κἂν καταγελᾷ. καὶ τὸ λοιπὸν ἤδη ξύνηθές ἐστι καὶ τοῖς πάνυ σμικροῖς παισί, καὶ τῶν τελείων ὅσοι δοκοῦσιν αἰδεῖσθαι, προάγονται πολλάκις ὥσπερ ἐπὶ δώρῳ τινὶ χρῆσθαι,2 κἂν ἐπιστήσαντες διατραπῶσιν, ἀνέπνευσαν γοῦν ὅμοιον.3
但我认为,这种行径使城邦蒙羞并在大庭广众之下蒙受耻辱,这些白昼睡眠之人对祖国施加了极大的侮慢,理当被驱逐出你们当中乃至一切地方。因为所发生之事既非有所节制,亦非罕见发生,而是随时随地充斥于城邦之中,无论有人在恐吓、玩笑还是嘲弄。而且如今连幼童也已习以为常,就连那些看似知晓羞耻的成年人,也往往受诱惑将此举当作某种恩赐般随意施展,哪怕他们醒悟过来试图克制,也终究会呼出同样的声响。
εἰ δή τις ὑπῆρχε τοιαύτη πόλις, ὥστε ἀεὶ θρηνούντων ἐν αὐτῇ ἀκούειν καὶ μηδένα δύνασθαι δίχα τῆς δυσφημίας ταύτης προελθεῖν μηδὲ ἐπʼ ὀλίγον, πρὸς τοῦ Διὸς ἔστιν ὅστις ἂν ἡδέως ἐπεδήμησεν; καίτοι τὸ μὲν θρηνεῖν, ὡς ἂν εἴποι τις, ἀτυχίας ἐστὶ σημεῖον, τὸ δὲ τοιοῦτον ἀναισχυντίας, ἀσελγείας τῆς ἐσχάτης. οὐκοῦν εἰκὸς ἐν δυστυχέσι μᾶλλον ἀνθρώποις ἐθέλειν διατρίβειν ἢ ἀκολάστοις. ἐγὼ μὲν γὰρ οὐκ ἂν ἑλοίμην ἀκούειν οὐδὲ αὐλούντων διηνεκῶς· ἀλλʼ εἴ τις ἔστι τοιοῦτος τόπος, ἐν ᾧ συνεχής ἐστιν ἦχος εἴτε αὐλῶν εἴτε ᾠδῆς εἴτε κιθάρας, οἷον δή φασι τὸν τῶν Σειρήνων εἶναι σκόπελον ἀεὶ μελῳδούμενον, οὐκ ἂν δυναίμην ἐκεῖσε ἐλθὼν διάγειν.
假若真有这样一座城邦,人们在其中总是听见哀号之声,若不伴随这不祥的喧嚣便寸步难行,指着宙斯起誓,难道会有谁愿意欣然定居于此吗?然而,哀号可以说是不幸的表征,而这种举止却是寡廉鲜耻与极端放肆的表征。因此,人们宁愿与不幸之人相处,也不愿与放荡之徒为伍,这合情合理。就我而言,我甚至不愿持续不断地听人吹笛;若是真有这样一个地方,笛声、歌咏或竖琴之声终日不绝——正如人们所传塞壬的岩礁永远回荡着乐曲——我也绝无法前往那里生活。
τὸν δέ γε ἄγριον τοῦτον καὶ χαλεπὸν ἦχον τίς ἂν μέτριος ἄνθρωπος ὑπομείνειεν; ἀλλʼ ἐὰν μέν τις οἴκημα παριὼν ἀκούσῃ τοῦ τοιούτου, δῆλον ὅτι φήσει χαμαιτυπεῖον αὐτὸ εἶναι. τὴν δὲ πόλιν τί φήσουσιν, ἐν ᾗ πανταχοῦ σχεδὸν εἷς ἐπικρατεῖ φθόγγος, καὶ οὔτε καιρὸν οὔτε ἡμέραν οὔτε τόπον ἐξαίρετον οὐδένα ποιοῦνται, ἀλλʼ ἐν στενωποῖς, ἐν οἰκίαις, ἐν ἀγοραῖς, παρὰ τὸ θέατρον, ἐν τῷ γυμνασίῳ δυναστεύει τὸ πρᾶγμα; καὶ αὐλοῦντος μὲν ἕωθεν οὐδενὸς ἀκήκοα ἐγὼ μέχρι νῦν ἐν τῇ πόλει, τοῦτο δὲ τὸ θαυμαστὸν μέλος εὐθὺς ἅμα τῇ ἡμέρᾳ κινεῖται.
那么,面对这种粗鄙而难忍的声音,又有哪位持重之人能够容忍呢?倘若有人经过一所房屋听见这种声音,显然会断言那是妓院。而对于一座几乎处处被同一种声响所笼罩的城邦,人们又会作何评说?他们既不分时机、不择日子,亦不避任何场所,而是在狭巷中、宅第里、集市上、剧场旁乃至体操馆中,使此种行径大行其道。不仅如此,我至今在这座城邦中未曾听闻有人在拂晓吹笛,而这奇特的乐调却在黎明破晓之际骤然发作。
καίτοι με οὐ λέληθεν ὅτι ἴσως τινὲς ληρεῖν με νομίζουσι τὰ τοιαῦτα ἐξετάζοντα, καὶ μηδὲν εἶναι παρὰ τοῦτο,4 μόνον ἂν τὰ λάχανα ἁμάξαις εἰσφέρητε καὶ πολλοὺς ἄρτους θεωρῆτε ἐν τῷ μέσῳ καὶ τὸ τάριχος ᾖ καὶ τὰ κρέα. σκοπούντων δὲ ὅμως αὐτοὶ τὸ πρᾶγμα οὕτως. εἴ τις αὐτῶν παραγένοιτο εἰς πόλιν, ἐν ᾗ πάντες ὅ, τι ἂν δεικνύωσι τῷ μέσῳ δακτύλῳ δεικνύουσι, κἂν δεξιὰν ἐμβάλλῃ τις, οὕτως ἐνέβαλε, κἂν προτείνῃ τὴν χεῖρα οὕτως, κἂν ὁ δῆμος χειροτονῶσι, κἂν οἱ δικασταὶ τὴν ψῆφον φέρωσι, ποίαν τινὰ ἡγήσονται τὴν πόλιν ταύτην; ἐὰν δὲ ἀνασυράμενοι πάντες βαδίζωσιν, ὥσπερ ἐν λίμνῃ;
然而,我并非不知或许有人认为我探究此类事情纯属胡言乱语,并觉得除此以外别无要紧,只要你们能用车拉进蔬菜,在市肆中见到充足的面包,并有咸鱼和肉食供应即可。但还是请他们自己这样来省察此事:倘若他们当中有人来到一座城邦,那里的人无论指点什么都用中指,若有人握右手亦是如此,伸出手来亦是如此,民众举手表决亦是如此,审判官投票亦是如此——他们会将这座城邦视为何物?或者,倘若所有人都撩起衣摆行走,仿佛置身于沼泽之中呢?
φέρε, ἂν καταλάβῃ τοιοῦτον πάθος δημοσίᾳ τινάς, ὥστε γυναικῶν λαβεῖν φωνὴν ἅπαντας καὶ μηδένα δύνασθαι μήτε νέον μήτε πρεσβύτερον ἀνδριστὶ μηδὲν εἰπεῖν· οὐ δόξει χαλεπὸν εἶναι καὶ παντὸς οἶμαι λοιμοῦ βαρύτερον; ὥστε πέμποιεν ἂν εἰς θεοῦ5 καὶ τὸ δαιμόνιον πολλὰ ἱλάσκοιντο. καίτοι τὸ μὲν γυναικῶν ἀφιέναι φωνὴν ἀνθρώπων ἐστὶ φωνὴν ἀφιέναι, καὶ οὐδεὶς ἂν ἀκούων γυναικὸς δυσχεράνειεν.
且试想,倘若这样一种灾病公然袭向众人,以致所有人皆发出妇人之声,无论老少皆不能作阳刚之言,难道这不会显得极为可怖,而且我想比任何瘟疫都更为沉重吗?以至于他们会遣使前往神庙,多方祈求神明息怒。然而,发出妇人之声毕竟还是发出人类的声音,绝不会有人因听见女子的声音而心生厌恶。
- 33.34τὴν μεγίστην ὕβριν εἰς τὴν πατρίδα ὑβρίζειν
同族宾语结构,宾格名词短语 τὴν μεγίστην ὕβριν 作同根动词 ὑβρίζειν 的宾语,意为“对祖国施加极大的侮慢”。
- 33.34ὥσπερ ἐπὶ δώρῳ τινὶ χρῆσθαι
介词短语 ἐπὶ δώρῳ τινί 意为“仿佛基于某种赏赐/特权”,与动词 χρῆσθαι 连用,表示如同享用某种恩赐或特权般施展这种恶习。
- 33.34κἂν ἐπιστήσαντες διατραπῶσιν, ἀνέπνευσαν γοῦν ὅμοιον
在让步条件从句 κἂν... διατραπῶσιν(“即使他们克制住自己”)之后,主句的直陈语气不定过去时 ἀνέπνευσαν 并非与事实相反的虚拟,而是表示经验性或习惯性必然的“格言性/经验性不定过去时”,意为“他们终究会呼出同样的声响”。
- 33.37καὶ μηδὲν εἶναι παρὰ τοῦτο
介词 παρά 连用宾格 τοῦτο 表示排除或比较,意为“除此(物质供给)之外别无要紧/与此相比别无他事”。
- 33.38ὥστε πέμποιεν ἂν εἰς θεοῦ
短语 εἰς θεοῦ 省略了诸如 ἱερόν(神庙)或 χρηστήριον(神谕所)等名词,构成所有格省略表达,意为“前往神庙/神谕所”。动词 πέμποιεν ἂν 为愿望语气加 ἄν,表示潜在的结果。
