- 底本
- Dio Chrysostom. Dionis Prusaensis quem vocant Chrysostomum quae extant omnia. Vols. I and II. Arnim, Hans Friedrich August von, editor. Berlin: Weidmann, 1893-96.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:33.27-33.33
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者以佩拉等因奢靡而覆亡的例子阐明,维系城邦的是节制与明智而非外在繁华,并斥责塔尔苏斯人对道德败坏麻木不仁,将他们比作睁眼行走言谈却在酣睡打鼾之人。
τοιγαροῦν ἅμα σκῆπτρα καὶ ἁλουργίδες καὶ Μηδικὴ τράπεζα καὶ τὸ γένος αὐτῶν ἐξέλιπεν·ὥστε νῦν εἴ τις διέρχοιτο Πέλλαν, οὐδὲ σημεῖον ὄψεται πόλεως οὐδέν, δίχα τοῦ πολὺν κέραμον εἶναι συντετριμμένον1 ἐν τῷ τόπῳ. καίτοι μένει τὰ χωρία τῶν πόλεων, ὧν εἶπον, καὶ τῶν ἐθνῶν, οἷα καὶ πρότερον ἦν, καὶ τοὺς ποταμοὺς οὐδεὶς ἄλλοσε ἔτρεψεν, οὐδʼ εἴ τι τοιοῦτον ἦν ἕτερον· ἀλλʼ ὅμως ὧν ἂν πολυτέλεια καὶ τρυφὴ ἅψηται, τούτοις οὐκ ἔστι πλείω χρόνον διαγενέσθαι.2
因此,他们的王杖、紫袍与米底式的筵席,连同他们的世系一同归于泯灭;以至于如今若有人途经佩拉,除了在当地见到大量碎陶片之外,便再也看不到城邦的任何痕迹。然而,我所提到的那些城邦与各民族的土地,依然完好如初,无人将它们的河流改道,亦无任何此类事物发生改变;但尽管如此,凡为奢靡与享乐所浸染之人,绝不可能长久延续。
μὴ γὰρ οἴεσθε τοὺς κριοὺς μηδὲ τὰς ἑλεπόλεις καὶ τὰς ἄλλας μηχανὰς οὕτως ἀνατρέπειν ὡς τρυφήν, εἴτε ἄνδρα βούλεταί τις πεπτωκότα ἰδεῖν εἴτε πόλιν. οὐ ποταμός ἐστιν οὐδὲ πεδίον οὐδὲ λιμὴν ὁ ποιῶν εὐδαίμονα πόλιν οὐδὲ χρημάτων πλῆθος οὐδὲ οἰκοδομημάτων οὐδὲ θησαυροὶ θεῶν, οἷς οὐδὲν προσέχει τὸ δαιμόνιον· οὐδʼ ἂν εἰς τὰς πόλεις τινὲς μεταφέρωσι τὰ ὄρη καὶ τὰς πέτρας ξὺν πολλῇ ταλαιπωρίᾳ καὶ πόνοις καὶ μυρίοις ἀναλώμασιν· ἀλλὰ σωφροσύνη καὶ νοῦς ἐστι τὰ σῴζοντα. ταῦτα ποιεῖ τοὺς χρωμένους μακαρίους, ταῦτα τοῖς θεοῖς προσφιλεῖς, οὐχὶ λιβανωτὸς οὐδὲ σμύρνα· πόθεν; οὐδὲ ῥίζαι καὶ δάκρυα δένδρων οὐδὲ τὰ Ἰνδῶν καὶ Ἀράβων φρύγανα.
切莫以为破城槌、攻城塔或其它器械能像奢靡那样摧枯拉朽,无论人们想看到的是一个仆倒之人,还是一座覆灭之城。使城邦蒙福的,既非河流,非平原,亦非港口,既非财富的丰盈,非建筑的众多,亦非神明毫不经心的诸神宝库——哪怕人们历经艰辛劳苦并耗费巨资将山峦巨石运入城邦,亦复如是;相反,唯有节制与明智方是救赎之本。使践行之人幸福并蒙神眷爱的,正是这些品德,而非乳香或没药——何至于此?——亦非树根与树胶,或印度人与阿拉伯人的香木小枝。
ὑμεῖς δέ, ἂν μὲν ἐκ τύχης ὁ ποταμὸς μεταβάλῃ καὶ ῥυῇ θολερώτερος, ἄχθεσθε καὶ πρὸς τοὺς πρῶτον ἐπιδημήσαντας αἰτίαν λέγετε· τὸν δὲ τρόπον τῆς πόλεως μεταβάλλοντα ὁρῶντες καὶ χείρω γιγνόμενον καὶ τεταραγμένον ἀεὶ μᾶλλον οὐ φροντίζετε. ἀλλὰ ὕδωρ μὲν οὐ μόνον πίνειν βούλεσθε καθαρόν, ἀλλὰ καὶ ὁρᾶν· ἦθος δὲ καθαρὸν καὶ μέτριον οὐ ζητεῖτε. καίτοι πολλάκις ἀκοῦσαί τινων ἔστι· μὴ γὰρ ἡμεῖς μόνοι μεταβεβλήκαμεν, ἀλλʼ οὐχὶ σχεδὸν ἅπαντες;3 ἔστι δὲ τοῦτο καθάπερ εἴ τις ἐν λοιμῷ διὰ τὸ πάντας ἢ τοὺς πλείστους νοσεῖν μηδεμίαν ἐθέλοι ποιεῖσθαι πρόνοιαν, ὥστε αὐτὸς ὑγιαίνειν, ἢ νὴ Δία ἐν θαλάττῃ χειμαζόμενος, ἔπειτα πάντας ὁρῶν τοὺς ἐν τῇ νηὶ κινδυνεύοντας ἀμελοῖ τῆς σωτηρίας. τί δέ; ἂν ὅλος καταδύηται στόλος, διὰ τοῦτο ἧττόν ἐστιν ἄτοπον τὸ ξυμβαῖνον;
然而你们,若偶逢河流变质而流淌得较为浑浊,便心生怨愤,并向初次来访的人解释原因;但目睹城邦的风气迁变、日趋恶化且愈发混乱,你们却漠不关心。你们不仅渴望饮用纯净之水,甚至渴望观赏它;然而纯洁而适度的品行,你们却不去探求。不过,人们常听某些人说道:‘难道唯独我们变了,而非几乎所有人皆如此吗?’这正如有人在瘟疫之中,因众人或多数人染病,便不愿采取任何防备以求自身安康;又或如在海上遭遇风暴,眼见船上众人皆陷危厄,便对自己能否获救弃之不顾。那又如何呢?若整支舰队沉没,所发生之事便因此而不那么荒谬了吗?
ʽτί οὖν ἁμαρτάνομεν ἡμεῖς;ʼ τὰ μὲν ἄλλα ἐῶ. γελοῖον γάρ, εἴ τις πρὸς τὸν ὅλως οὐκ ἐπιστάμενον κιθαρίζειν, ἔπειτα ὡς ἔτυχε κρούοντα, ἐπιχειροῖ λέγειν ὅ,τι ἥμαρτεν ἢ τίνα φθόγγον παρέβη. τοσοῦτον δὲ μόνον εἰπεῖν ἄξιον, ὃ μηδεὶς ἂν ἀρνήσαιτο. φημὶ δὴ θαυμαστόν τι πάθος ἐν τῇ πόλει ταύτῃ πεπονθέναι πολλούς, ὃ παρʼ ἄλλοις τισὶ πρότερον ἤκουον μᾶλλον ἢ παρʼ ὑμῖν γιγνόμενον.
‘那么我们究竟犯了什么过错?’其余之事我姑且不谈。因为倘若面对一个对竖琴弹奏一无所知、仅是胡乱拨弦之人,有人竟试图指出他错在何处或弹漏了哪个音符,未免显得滑稽。唯有这点值得一提,且无人能够否认:我敢断言,在这座城邦中有许多人染上了一种奇特的状态,在此之前我听闻此事发生在某些别处,而非你们之中。
τί δὲ τοῦτʼ ἔστιν ἂν μὴ δύνωμαι δηλῶσαι σαφῶς, ἀλλὰ ὑμεῖς γε πειρᾶσθε ὑπονοεῖν· καὶ μηδέν με νομίσητε τῶν ἀπορρήτων λέγειν μηδʼ ὃ κρύπτουσιν οἱ ποιοῦντες, εἰ καὶ σφόδρα δόξει θαυμαστόν. μεταξὺ γοῦν ὀρθοὶ βαδίζοντες, λαλοῦντες οἱ πλείους καθεύδουσιν·4 εἰ δʼ ἐγρηγορέναι τοῖς πλείοσι δοκοῦσιν, οὐδὲν ἂν εἴη τοῦτο. καὶ γὰρ τοὺς λαγὼς φήσει τις ἐγρηγορέναι τῶν ἀπείρων, ἐὰν ἴδῃ κοιμωμένους. πόθεν οὖν ἐγνώσθη τοῦτο; ἐξ ἑτέρων τινῶν, ἃ σημεῖά ἐστι τοῦ καθεύδειν· ἐπεὶ τά γε ὄμματα αὐτῶν ἀναπέπταται.
即便我无法将其阐释得一清二楚,至少也请你们尝试加以揣摩;切莫以为我在谈论什么不可告人之事,或是行此者所隐瞒之物,哪怕此事看似极度荒诞。无论如何,大多数人竟在直立行走和言谈之际酣睡;即便在多数人看来他们似乎醒着,这也算不得什么。因为未谙此道之人若见野兔睡眠,也会说它们是醒着的。那么究竟何以察知此事?是凭借睡眠的某些其他征兆;因为它们的双眼毕竟是睁着的。
τί οὖν οὗτοι ποιοῦσι κοιμωμένων; πολλὰ μὲν δὴ τά γε ἄλλα· σχεδὸν γὰρ πάντα ὀνείρασιν ἔοικεν αὐτῶν τὰ ἔργα· καὶ γὰρ χαίρουσι μάτην καὶ λυποῦνται καὶ θρασύνονται καὶ δεδοίκασι, μηδενὸς ὄντος, καὶ σπουδάζουσι, καὶ τῶν ἀδυνάτων ἐπιθυμοῦσι, καὶ τὰ μὴ ὄντα νομίζουσιν εἶναι, καὶ τῶν ὄντων οὐκ αἰσθάνονται. πλὴν ταῦτα μὲν ἴσως κοινὰ καὶ ἡμῶν ἐστιν. ἐκεῖνο δὲ οἶμαι φανερώτατον ὕπνου τεκμήριον ποιοῦσι, ῥέγκουσιν. οὐ γὰρ ἔχω μὰ τοὺς θεοὺς εἰπεῖν εὐπρεπέστερον. καίτοι καὶ τῶν κοιμωμένων ὀλίγοι μὲν ἀεὶ τοῦτο πάσχουσι· τῶν δὲ ἄλλων τοῖς μεθύουσι ξυμβαίνει καὶ τοῖς ἐμπλησθεῖσι καὶ τοῖς μὴ καλῶς κατακειμένοις.
那么,这些人做了什么属于睡眠之人的举止?在其他方面固然有许多;因为他们的所作所为几乎全如梦境。事实上,他们无端喜悦又无端悲戚,在毫无缘由之时逞强又在毫无缘由之时恐惧,徒然忙碌,渴望不可企及之事,将不存在之事视若实有,对实存之事却浑然不觉。然而,这些或许也是我们常人之通病。但我认为他们做出了睡眠最为确凿的明证:他们打呼噜(抽鼻作响)。指着诸神起誓,我实在找不出更文雅的词句来表达。然而,即便是沉睡之人,也极少有人始终如此;对其余之人而言,醉酒者、餍足者以及躺卧姿势不端者便会如此。
- 33.27δίχα τοῦ πολὺν κέραμον εἶναι συντετριμμένον
介词 δίχα 支配带冠词的不定式属格 τοῦ εἶναι,πολὺν κέραμον 则作为不定式的逻辑主语(宾格),构成相当于介词短语的结构,意为“除了有大量碎陶片……之外”。
- 33.27ὧν ἂν πολυτέλεια καὶ τρυφὴ ἅψηται, τούτοις οὐκ ἔστι πλείω χρόνον διαγενέσθαι
关系代词 ὧν 是由中动态动词 ἅπτομαι(触及)所支配的属格,与虚拟式构成泛指关系从句(ἂν ἅψηται)。该从句先行于主句中的指示代词与格 τούτοις,与非人称动词 ἔστι(能够)连用,指示承受此可能性的对象。
- 33.30μὴ γὰρ ἡμεῖς μόνοι μεταβεβλήκαμεν, ἀλλʼ οὐχὶ σχεδὸν ἅπαντες;
该句是由预期否定回答的疑问小词 μὴ(μὴ γάρ...)与引导强烈肯定转折的 ἀλλʼ οὐχί 组成的修辞疑问句,生动再现了自我辩解的逻辑:“难道唯独我们变了,而非几乎所有人都如此吗?”
- 33.32μεταξὺ γοῦν ὀρθοὶ βαδίζοντες, λαλοῦντες οἱ πλείους καθεύδουσιν
副词 μεταξὺ 与表示伴随情况的分词(βαδίζοντες, λαλοῦντες)连用,意为“在……之中/一边……一边”。它与主句的谓语动词 καθεύδουσιν(他们沉睡)相对照,突显出行走、交谈与酣睡同时发生的荒谬状态。
