- 底本
- Dio Chrysostom. Dionis Prusaensis quem vocant Chrysostomum quae extant omnia. Vols. I and II. Arnim, Hans Friedrich August von, editor. Berlin: Weidmann, 1893-96.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:33.21-33.26
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者以因奢靡与骄横而毁灭的特洛伊为例,论述财富、自然环境与壮丽建筑并不能带来真正的福祉,并通过列举往昔诸城邦与帝国的衰亡促使塔尔苏斯人自省。
οὐ μόνον δὲ πλούτῳ καὶ χώρας ἀρετῇ καὶ πλήθει διέφερον, ἀλλὰ καὶ ἄνθρωποι κάλλιστοι παρʼ αὐτοῖς ἐγίγνοντο, καὶ ἄνδρες καὶ γυναῖκες, καὶ ἵπποι τάχιστοι, καὶ θεοφιλεῖς ἐδόκουν εἶναι, καὶ τείχει καρτερωτάτῳ περιπεφραγμένοι ἦσαν.
而且,他们不仅在财富、土地的肥沃和人口上出类拔萃,在他们当中还降生了最俊美的人,无论男女;且有最矫健的马匹,被视为深受诸神眷爱,并有极其坚固的城墙环绕护卫。
ἀλλʼ ὅμως, ἐπειδὴ τρυφὴ καὶ ὕβρις εἰσῆλθεν αὐτοὺς καὶ παιδείας καὶ σωφροσύνης οὐδὲν ᾤοντο δεῖσθαι, πολὺ πάντων ἀτυχέστατοι γεγόνασιν. οὐχ ἡ σύμπασα χθὼν ταῖς συμφοραῖς αὐτῶν διατεθρύληται; καὶ οὐδὲν ὤνησεν αὐτοὺς οὔτε τῶν ἵππων τὸ τάχος οὔτε ὁ Ζεὺς οὔτε ὁ Γανυμήδης, ἀλλʼ ὑπʼ ἀνδρὸς ἐξ οὕτω λυπρᾶς καὶ ἀδόξου πόλεως ἀπώλοντο, καὶ ἴσχυσεν ὁ τῆς Ἰθάκης πολίτης περιγενέσθαι τῶν ἐκ τοῦ Ἰλίου πάντων, καὶ τὴν εὐρυάγυιαν ἅπασαν πορθῆσαι καὶ ἀνελεῖν;
然而,当奢靡与骄横侵入他们之中,当他们自以为毫无必要追求教养与节制之时,他们却成了所有人中最不幸的人。难道整个大地不都传遍了他们的灾难吗?无论是战马的神速、宙斯、还是伽倪墨得斯,都未曾带给他们丝毫益处;相反,他们覆灭于一个出自如此贫瘠无名之邦的人之手,一个伊萨卡的公民竟有能力压倒所有伊利昂人,并将整座通衢大邑洗劫夷平。
οὐδὲ γὰρ οὐδʼ οἱ θεοὶ φιλοῦσιν ἔτι τοὺς ἀσελγεῖς καὶ ἄφρονας καὶ ἀκολάστους καὶ πρὸς ὕβριν ἐγκλίνοντας καὶ ῥᾳθυμίαν καὶ τρυφήν. ὥστε μὴ τούτοις θαρρεῖτε μηδὲ ἀποδέχεσθε τὸν συνηδόμενον ὑμῖν καὶ θαυμάζοντα λόγον μηδὲ τοὺς δεινοὺς ἐγκωμιάζειν· οὗτοι μὲν γὰρ ἐξαπατῶσιν ὑμᾶς καὶ μάτην ἐπαίρουσιν, ὥσπερ νηπίους παῖδας· ἀλλὰ μᾶλλον, ὃς ὑμῖν δείξει1 τι τῶν ἁμαρτημάτων, καὶ πρῶτον ἁπάντων, ἂν δύνηται, παρασκευάσει φρονεῖν ὑμᾶς, ὅτι τούτων ἕνεκεν, ὧν εἶπον, οὐκ ἐστὲ εὐδαίμονες, οὐδʼ ἂν ὁ Νεῖλος ὑμῶν διέρχηται τὴν πόλιν τῆς Κασταλίας γενόμενος διαυγέστερος, οὐδʼ ἂν ὁ Πακτωλὸς ἐνθάδε φανεὶς μὴ κατὰ ψῆγμα τὸ χρυσίον ὑμῖν φέρῃ, καθάπερ φασὶ Λυδοῖς πρότερον, ἀλλʼ ἄθρουν ὥσπερ ἰλύν, μηδʼ ἂν Αἴγυπτον ἢ Βαβυλῶνα τῇ πολυτελείᾳ τῶν οἰκοδομημάτων ὑπερβάλλησθε.
因为即便诸神,也绝不再眷爱那些放肆、愚顽、放纵且偏向骄横、懈怠与奢靡之人。因此,切莫依赖这些事物,切莫接纳迎合你们的欢心并赞赏你们的话语,也莫要接纳那些善于歌功颂德之辈;因为这些人欺骗你们,徒然助长你们的虚荣,宛如对待懵懂的孩童一般。相反,你们宁可接纳那个能向你们指出若干过错、且最首要的是若有可能便促使你们省悟的人:你们绝不会因我所说的这些事物而获得幸福——即便尼罗河变得比喀斯塔利亚泉还要清澈而流经你们的城邦,即便帕克托罗斯河显现于此,不再如世人所言昔日对待吕底亚人那样以碎屑带来黄金,而是如泥沙般成堆涌来,抑或你们在建筑的奢华上超越了埃及或巴比伦,亦复如此。
εἰ γὰρ ταῦτα δύναται ποιεῖν ἀνθρώπους μακαρίους, ποταμὸς ἢ κρᾶσις ἀέρος ἢ τόπος γῆς ἢ καὶ θαλάττης ἢ ναὸς ἢ τεῖχος, οὐκ ἔστιν εἰπεῖν ὅσων λείπεσθε. Βυζαντίους ἐκείνους ἀκούετε παρʼ αὐτὸν οἰκοῦντας τὸν Πόντον, μικρὸν ἔξω τοῦ στόματος, αὐτομάτων ἰχθύων αὐτοῖς ἐπὶ τὴν γῆν ἐκπιπτόντων ἐνίοτε· ἀλλʼ ὅμως οὐδεὶς ἂν εἴποι διὰ τὸν ἰχθῦν εὐδαίμονας Βυζαντίους, εἰ μὴ καὶ τοὺς λάρους,2 οὐδὲ Αἰγυπτίους διὰ τὸν Νεῖλον οὐδὲ Βαβυλωνίους διὰ τὸ τεῖχος.
因为倘若这些事物——一条河流、宜人的气候、土地抑或海洋的区位、一座神殿或一道城墙——真能使人蒙福,那么你们所不及之处便不可胜数了。你们听说过那些紧邻蓬托斯海、住在海峡出口外不远处的拜占庭人,有时鱼群会自行跳落到他们的陆地上;然而,除非有人也把海鸥称作幸福的,否则绝无人会因鱼群而称拜占庭人为幸福,亦无人会因尼罗河而称埃及人为幸福,或因城墙而称巴比伦人为幸福。
οὐχ ὁ Πηνειὸς διʼ ἐρήμου ῥεῖ Θετταλίας; οὐχ ὁ Λάδων διὰ τῆς Ἀρκαδίας ἀναστάτου γενομένης; οὐκ αὐτὸς ὁ Κύδνος ἄνω καθαρώτερος; τί οὖν; διὰ τοῦτο βελτίους φήσετε ἐκείνους ἑαυτῶν; ἴσως μὲν ἀληθεύετε, ἐὰν λέγητε· οὐ μὴν ἐρεῖτε. τοὺς γὰρ ἀπείρους τρυφῆς καὶ πανουργίας, τούτους ἐγώ φημι πράττειν ἄμεινον. τί δʼ αὐτῆς τῆς Ἰταλίας; οὐ Σύβαρις μὲν ὅσῳ μάλιστα ἐτρύφησεν, τοσούτῳ θᾶττον ἀπώλετο; Κρότων δὲ καὶ Θούριοι καὶ Μεταπόντιον καὶ Τάρας, ἐπὶ τοσοῦτον ἀκμάσασαι καὶ τηλικαύτην ποτὲ σχοῦσαι δύναμιν, ποίας πόλεως οὐκ εἰσὶ νῦν ἐρημότεραι;
佩纽斯河难道不是流经荒凉的色萨利吗?拉冬河难道不是流经已被摧残的阿卡狄亚吗?基德努斯河本身在上游难道不是更为澄澈吗?那又如何呢?你们会因此宣称那些人比你们自己更好吗?或许倘若你们这样说,倒算说了真话;然而你们绝不会这么说。因为那些不知奢靡与奸诈为何物之人,才是我所说的过得更好的人。意大利本土又如何呢?叙巴里斯难道不是越沉溺于奢靡,便越迅速地覆亡吗?至于克罗顿、图里伊、墨塔蓬提翁和塔拉斯,在曾达到如此昌盛并一度拥有这般庞大势力之后,如今又何尝不比任何一座城邦都要凄凉?
πολὺ δʼ ἂν ἔργον εἴη πάντας ἐπεξιέναι τοὺς διὰ τρυφὴν ἀπολωλότας, Λυδοὺς πάλαι, Μήδους, Ἀσσυρίους πρότερον, τὰ τελευταῖα Μακεδόνας· οἳ νεωστὶ μὲν τὰ ῥάκη περιῃρημένοι3 καὶ ποιμένες ἀκούοντες καὶ τοῖς Θρᾳξὶ περὶ τῶν μελινῶν μαχόμενοι τοὺς Ἕλληνας ἐκράτησαν, εἰς τὴν Ἀσίαν διέβησαν, ἄχρις Ἰνδῶν ἦρξαν. ἐπεὶ δὲ τὰ ἀγαθὰ τὰ Περσῶν ἔλαβον, τούτοις ἐπηκολούθησε καὶ τὰ κακά.
若要逐一罗列所有因奢靡而毁灭之人,将是一项浩繁的工程:古时的吕底亚人、米底人、在此之前的亚述人,以及最后的马其顿人。马其顿人不久前才脱去破烂衣衫,被称作牧羊人,为了谷子同色雷斯人交战,却战胜了希腊人,渡海进入亚洲,统治远达印度各部。然而,一旦他们夺得了波斯人的繁华享乐,诸般祸害亦随之而至。
- 33.23ἀλλὰ μᾶλλον, ὃς ὑμῖν δείξει
此处与前文的否定命令句 μηδὲ ἀποδέχεσθε(亦莫接纳)形成对比。在 μᾶλλον 之后,承前省略了动词 ἀποδέχεσθε 以及关系代词 ὅς 的先行词(如 τοῦτον):“反而[当接纳]那将向你们指出……之人”。关系节内的动词 δείξει 与 παρασκευάσει 为将来时直陈语气,具有指代泛指属性者的功能。
- 33.24εἰ μὴ καὶ τοὺς λάρους
紧接前句 οὐδεὶς ἂν εἴποι διὰ τὸν ἰχθῦν εὐδαίμονας Βυζαντίους(无人会因鱼而称拜占庭人为幸福)而来的省略结构。补充省略的成分为 εἰ μὴ καὶ τοὺς λάρους [εὐδαίμονας εἴποι τις](除非有人也[称]海鸥[为幸福])。此句以讽刺笔触指出,若仅凭鱼群丰沛便判定人生活得幸福,则捕食鱼类的海鸥也当被视作幸福。
- 33.26τὰ ῥάκη περιῃρημένοι
περιαιρέω 的现在完成时中动分词,支配宾格 τὰ ῥάκη。主动语态意为“从周围除去、剥去”,中动语态表示脱去自身所穿之物。与副词 νεωστὶ 连用,意为“不久前才脱去破烂衣衫”。
