← 金嘴狄翁

演说集

§32.96-32.101

以公民品德迎奉皇帝与对忠告落空的忧虑

演说者指出,要吸引皇帝亲临,城邦需要的并非外在建筑的华美,而是公民的审慎与德行;他援引智者狄奥菲卢斯因见民众愚昧而保持沉默的往事,告诫人们莫沉溺于低俗的嘲讽,而应追求真正的教养与喜乐,最后借古代埃及乐师“对驴耳奏唱”的寓言表达了对自己劝诫恐成徒劳的忧虑。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§32.96

οὐ γὰρ οὕτως τὸ κάλλος τῶν οἰκοδομημάτων προσάγειν αὐτὸν δύναται· πάντα γὰρ κρείττω καὶ πολυτελέστερα ἔχει τῶν ὅπου δήποτε· ἀλλʼ ὅταν ἀκούσῃ τοὺς ὑποδεξομένους αὐτὸν εὐνοίας καὶ πίστεως ἀξίους καὶ τῶν πεμπομένων ἕκαστος καὶ διοικούντων ὑμᾶς προτιμήσῃ. μὴ γὰρ οἴεσθε ὑμᾶς μὲν πυνθάνεσθαι περὶ τῶν καταπλεόντων, ὁποῖοί τινες τυγχάνουσιν ὄντες, καὶ τοιαύτην ἔχειν γνώμην εὐθὺς πρὸς αὐτούς, οἵας ἂν μετάσχητε τῆς φήμης, ἐκείνους δὲ περὶ ὑμῶν μὴ πολυπραγμονεῖν, ὁποῖος ὁ τῶν Ἀλεξανδρέων δῆμος. οὐκοῦν ἂν ἀκούσωσιν ὅτι φρόνιμος, ἀλλʼ οὐχ οἷα τὰ νῦν λεγόμενα, ὡς ἐπτοημένος, ὡς εὐχερής, τὰ μικρὰ θαυμάζων, ἥττων τοῦ τυχόντος, ἐραστὴς ἡνιόχων καὶ κιθαρῳδῶν, οὐκ ἄδηλον ὅπως ἕξουσιν.

因为建筑的壮美并不能将他吸引至此;他所拥有的一切,皆比任何地方的景物更为优越、更为奢华。唯当他听闻将要接待他的人值得信赖与善待,且被派来管理你们的每一位官员都对你们推崇备至时,他才会被吸引而来。难道你们以为,正当你们打探那些乘船靠港者究竟是何等样人,并依据所闻之声誉立时对他们抱有某种看法时,他们对亚历山大人是怎样的民众便不会多方探询吗?因此,若他们听闻你们是明智的,而非如当今所传言的那样——浮躁喧闹、轻浮随便、赞赏琐屑之物、随波逐流于凡庸之辈、沉迷于御者与琴歌艺人——他们对你们将作何感想,岂不是显而易见吗?

§32.97

Θεόφιλόν φασι παρʼ ὑμῖν γενόμενον ἄνδρα σοφὸν σιωπᾶν πρὸς ὑμᾶς καὶ μηδὲν ἐθέλειν διαλέγεσθαι. καίτοι τίνα γνώμην νομίζετε αὐτὸν ἔχειν; πότερον ὡς σοφοὺς ὑμᾶς καὶ μὴ δεομένους θεραπείας; ἢ μᾶλλον ὡς ἀνιάτων ἀπεγνωκέναι;1 παραπλήσιον γάρ, ὥσπερ εἴ τις τῶν ἐμπόρων πολλὰ καὶ τίμια ἔχων καταπλεύσειεν εἰς πόλιν, ἔπειθʼ ὑπʼ ἀνέμων τινῶν ἢ τύχης ἄλλης κρατούμενος καὶ διατρίβων ἐκεῖ χρόνον συχνὸν μήτε προθείη τῶν ὠνίων μηδὲν μήτε δείξειε μηδέποτε· δῆλον γὰρ ὡς ἐσχάτην τινὰ αὐτῶν πενίαν κατεγνωκὼς ἢ ἀπειρίαν οὐκ ἂν θέλοι μάτην ἐνοχλεῖσθαι, σαφῶς εἰδὼς ὅτι οὔτʼ ἂν ὠνήσαιτο τῶν ἀνθρώπων τούτων οὐθεὶς οὔτʼ ἂν ἴσως προσέλθοι.

据说曾有一位名为狄奥菲卢斯的智者居于你们之中,却始终对你们保持缄默,不愿与你们作任何交谈。然而,你们认为他怀着怎样的心意?是因为视你们为智者且无需医治?还是认为你们已不可救药而彻底放弃?这正如一位携带大量贵重货物的商人乘船驶入一座城邦,随后因逆风或其他变故滞留于此许久,却从未陈列其货物,亦从未将其示人。显然,正因他断定此邦之人极度贫困或愚昧无知,深知这些人无一会购买,甚至未必敢上前问津,故而不愿徒劳烦扰。

§32.98

καὶ Θεόφιλος τοίνυν πολλὰ ἔχων καὶ μεγάλα ἔνδον ὤνια παρʼ αὑτῷ ταῦτα, συνειδὼς ὑμῖν τὴν ἐσχάτην ἀπορίαν, οὐ χρημάτων, ἀλλὰ νοῦ καὶ συνέσεως.2 τοιγαροῦν τέθνηκε κατασιωπήσας ὑμῶν τὴν πόλιν, καὶ ὑμεῖς τοῦ δεῖνος μὲν πολλάκις ἀκηκόατε καὶ διαμέμνησθε τῶν σκωμμάτων αὐτοῦ καὶ τῶν τοῦ δεῖνος ᾀσμάτων, Θεοφίλου δὲ οὐκ οἶδα εἴ ποτε ἠκούσατε· ὥσπερ ἔφη τις τοὺς ἐν τῇ Ἀττικῇ κανθάρους, τοῦ καθαρωτάτου μέλιτος ὄντος, τοῦ μὲν μηδέποτε γεύσασθαι, μηδʼ ἂν ἐκχέηται, τῆς δὲ ἑτέρας τροφῆς.3

同样地,狄奥菲卢斯自身蕴藏着诸多伟大的货物,却洞察你们极度的匮乏——匮乏的不是钱财,而是心智与理智。因此,他至死都对你们的城邦保持沉默;你们屡屡聆听某某人,对他的嘲谑记忆犹新,也熟记另一某某人的歌谣,但我不知道你们是否曾聆听过狄奥菲卢斯的教诲。恰如有人论及阿提卡的甲虫:即便有至纯至净的蜂蜜,哪怕流溢满地,它们也绝不尝上一口,却偏去觅食另一种食物。

§32.99

ἀλλʼ ἐστὲ ἱλαροὶ καὶ σκῶψαι πάντων δεινότατοι. οὐ δήμου τὸ ἐπιτήδευμα· πόθεν; οὐδὲ πόλεως, ἀλλὰ Θερσίτου τινός· αὐτὸν γοῦν ἐκεῖνον εἴρηκεν Ὅμηρος ἐν τοῖς πᾶσιν Ἕλλησιν ἀφικέσθαι γελωτοποιόν· "ἀλλʼ ὅτι οἱ εἴσαιτο γελοίιον Ἀργείοισιν ἔμμεναι." ἀλλʼ οὐ τὸ γελοῖον ἀγαθόν ἐστιν οὐδὲ τίμιον, ἀλλὰ τὸ χαίρειν· ἀπορίᾳ δὲ καὶ ἀγνοίᾳ χαρᾶς ἄνθρωποι διώκουσι γέλωτα. τὴν γοῦν βοτάνην ἀκηκόατε τὴν σαρδόνιον καλουμένην, ἣ γέλωτα μὲν ποιεῖ, χαλεπὸν δὲ τοῦτον καὶ ἐπʼ ὀλέθρῳ.

然而,你们性情欢快,且最擅长冷嘲热讽。但这不是一个公民群体应有的习气——怎会如此!——亦不是一座城邦应有的风尚,而是属于某种忒耳西忒斯之流。荷马便曾明言,正是此人在全体希腊人中充当小丑: “只要他自以为能引起阿耳戈斯人的哄笑。” 然而滑稽可笑之事既非善物,亦非可敬之举,唯有喜乐才是;人们正是因为缺乏且不识真正的喜乐,才去追逐哄笑。你们必定听说过名为撒丁草的植物,它虽能引发笑声,却痛苦万分且带来毁灭。

§32.100

μὴ οὖν σφόδρα οὕτως περιέχεσθε τούτου, μηδὲ ἀμούσους καὶ φορτικὰς καὶ ἀμαθεῖς ποιεῖτε τὰς Χάριτας, ἀλλὰ μᾶλλον Εὐριπίδην μιμεῖσθε οὕτω λέγοντα· "μὴ παυσαίμην τὰς Χάριτας Μούσαις ἀναμιγνύς, ἁδίσταν συζυγίαν·" ἵνα μὴ τὸ Μουσεῖον ὑμῖν ἄλλως εἶναι δοκῇ τόπος ἐν τῇ πόλει, καθάπερ οἶμαι καὶ ἄλλοι τόποι μάτην προσαγορεύονται, τὸ πρᾶγμα μὴ ἔχοντες μετὰ τοῦ ὀνόματος.

因此,不要如此执迷于此道,也不要让美惠女神变得粗俗、市侩与无知,倒应效仿欧里庇得斯这样的吟咏: “愿我永不停止将美惠女神与缪斯相调和,那是至为甜美的同盟;”免得那缪斯神庙在你们眼中不过是城中的一处空泛之所,正如我想其他地方亦是虚得其名,名不副实。

§32.101

ἀλλὰ γὰρ δέδοικα μὴ κἀμοὶ συμβέβηκεν4 ὅ φασιν Αἰγυπτίων τινὶ τῶν σφόδρα ἀρχαίων μουσικῷ. ἐκείνῳ γὰρ τὸ δαιμόνιόν ποτε προειπεῖν καθʼ ὕπνον ὡς εἰς ὄνου ὦτα ᾅσεται. καὶ δὴ τὸν μὲν ἄλλον χρόνον οὐ προσεῖχεν οὐδὲ ἐφρόντιζε τοῦ ὀνείρατος, ὡς οὐδενὸς ὄντος. ἐπεὶ δὲ ὁ τύραννος τῶν Σύρων ἧκεν εἰς Μέμφιν, ἐκπληττομένων αὐτὸν τῶν Αἰγυπτίων ἐκάλεσεν. ἐπεδείκνυτο οὖν πάσῃ προθυμίᾳ καὶ τἀκριβέστερα τῆς τέχνης· ὁ δέ, οὐ γὰρ ἦν οἱ σύνεσις μουσικῆς, ἐκέλευε παύσασθαι αὐτὸν ἀτιμάσας. ὁ δὲ ἀναμνησθεὶς ἐκείνου τοῦ ὀνείρατος, Τοῦτʼ ἦν ἄρα, ἔφη, τὸ εἰς ὄνου ὦτα ᾅδειν. ὁ δὲ τύραννος ἀκούσας τῶν ἑρμηνέων οἷα ἔλεγεν ἔδει καὶ ἐμαστίγου τὸν ἄνδρα, καὶ τοῦτο πολέμου λέγουσιν αἴτιον γενέσθαι.

说实在的,我甚至害怕在极古老时代一位埃及乐师身上所发生之事,如今也落在了我自己的头上。相传神灵曾在梦中预言,他将对驴耳奏唱。其后漫长的岁月里,他对此梦不以为意,视若无物。及至叙利亚的僭主来到孟菲斯,正当埃及人对其敬畏震悚之时,僭主召见了他。乐师便倾尽全力,展示其艺术中至为精妙绝伦之处;然而僭主毫无音乐鉴赏之力,侮辱了他并命其休止。乐师忆起昔日之梦,叹道:“原来这就是所谓的对驴耳奏唱!”僭主经由通译得知其言,将那人捆绑起来鞭笞痛打,据说这竟成了引发战争的缘由。

语法注4 条
  1. 32.97ὡς ἀνιάτων ἀπεγνωκέναι

    动词 ἀπογιγνώσκω 搭配属格补足语(ἀνιάτων),意为“放弃……”或“对……感到绝望”。因与前文的 ὡς σοφοὺς ὑμᾶς(将你们视为智者)相对比,ἀνιάτων 最自然理解为阳性复数(“不可救药的人们”),但在构词上亦可作中性复数(“不可救药之事”)。无论哪种解读,ὡς 皆引导主观认定的动机或判断。

  2. 32.98καὶ Θεόφιλος τοίνυν πολλὰ ἔχων καὶ μεγάλα ἔνδον ὤνια παρʼ αὑτῷ ταῦτα, συνειδὼς ὑμῖν τὴν ἐσχάτην ἀπορίαν, οὐ χρημάτων, ἀλλὰ νοῦ καὶ συνέσεως.

    此处为一个缺乏主句限定动词(主动词)的破格句(anacoluthon)。承接上文商人的比喻(παραπλήσιον γάρ...),作者引出主语 καὶ Θεόφιλος 以及分词短语(ἔχων, συνειδὼς),但未提供限定性述谓动词(例如“保持了沉默”等),句意便悬置并由紧随其后的句子(τοιγαροῦν τέθνηκε κατασιωπήσας ὑμῶν τὴν πόλιν)承接了最终的逻辑结果。

  3. 32.98τῆς δὲ ἑτέρας τροφῆς

    承前省略句,对应前一分句中的不定式短语 τοῦ μὲν μηδέποτε γεύσασθαι。属格 τῆς δὲ ἑτέρας τροφῆς(另一类食物)在语境中隐含了一个表示进食的肯定动词(如 ἅπτεσθαι 等),从而与前句构成鲜明对比:尽管有蜂蜜却绝不品尝,反而去取食另一类污秽之物。

  4. 32.101δέδοικα μὴ κἀμοὶ συμβέβηκεν

    在表达担忧的动词 δέδοικα 之后,由连词 μή 引出的从句未按常规使用虚拟语气,而是采用了直陈式完成时(συμβέβηκεν)。这种结构并非表达对不确定的未来事件的恐惧,而是对过去或现在“恐怕实际上已经发生”的既成事实表达忧虑与怀疑。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:32.96-32.101