← 金嘴狄翁

演说集

§32.90-32.95

私欲奴役之险与以克制报答皇恩的劝诫

演说者指出被私欲所俘获等同于整个城邦的沦陷,将亚历山大里亚市民的狂热比作发狂的赫拉克勒斯或愚昧的怪物,并劝诫他们不应以浮华的建筑,而应以秩序与克制的德行来回报皇帝的恩遇。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§32.90

καὶ γὰρ ἀνθρώπους ἑαλωκέναι φαμὲν οὐχ ὑπὸ λῃστῶν μόνον, ἀλλὰ καὶ ἑταίρας καὶ γαστρὸς καὶ ἄλλης τινὸς φαύλης ἐπιθυμίας. αἰχμάλωτος οὖν γενέσθαι καλῶς ἂν λέγοιτο καὶ ἀνὴρ καὶ πόλις, ἥτις ἂν τῶν κρειττόνων ἐπιτηδευμάτων ἀφεμένη καὶ μήτε ὁρῶσα μηδὲν μήτε ἀκούουσα τῶν φερόντων εἰς σωτηρίαν, ἀλλʼ αἱρεθεῖσα ὑπὸ μέθης ἢ ᾠδῆς γυναικῶν ἢ ἁρμάτων ἄγηται καὶ φέρηται καὶ πᾶσα διʼ ὅλης θορυβῆται περὶ τοῦτο καὶ ἐκφρονῇ· καὶ νὴ Δία ἑαλωκέναι λέγοιτʼ ἂν καὶ κατὰ κράτος ὃς οὕτως ἑάλωκε καὶ περιηγκωνίσθαι. οὐ γὰρ ἂν μὲν τὸ σῶμά τινος κρατῆται καὶ περιέχηται δεσμοῖς τισιν ἢ φρουροῖς, τὰ δυσχερῆ δεῖ ταῦτα νομίζειν αἰχμαλωσίαν καὶ δουλείαν καὶ ἀπαγωγήν, τῆς δὲ ψυχῆς ἠνδραποδισμένης καὶ ἀπολωλυίας εἰρωνεύεσθαι καὶ ὑποτιμᾶσθαι.1

事实上,我们常说人不仅会被强盗俘虏,也会被交际花、口腹之欲以及其他某种卑劣的欲望所俘虏。因此,若无论是个人还是城邦,放弃了崇高的事业,对于引向得救的事物既不看也不听,反而被醉酒、妇人的歌声或战车比赛所俘获,被其摆布驱策,举国上下为此陷入骚乱并丧失理智,那么称其沦为俘虏是完全恰当的;而且凭宙斯起誓,这样被俘获之人,甚至可以说已被强力攻破并反剪了双臂。因为绝不能认为:只要某人的肉体被压制、被镣铐或卫兵所看守,就必须将这些困境视为被俘、奴役和拐带,而当灵魂被贬为奴隶且彻底沉沦时,却佯作不知并轻描淡写。

§32.91

καίτοι δεινὰ μέν που καὶ ἐφʼ ἑκάστων τὰ τοιαῦτα, τῷ παντὶ δὲ αἰσχίω δημοσίᾳ φαινόμενα. καὶ γὰρ αἱ λοιπαὶ νόσοι μέχρι μὲν τῶν καθʼ ἕνα εἰσὶν οὐ μεγάλης οὐδὲ φοβερᾶς προσηγορίας τυγχάνουσιν· ὅταν δὲ κοινὸν γένηται τὸ πρᾶγμα, τότε λοιμὸς καλεῖται. καθόλου γὰρ πάντα ἁμαρτήματα εὕροι τις ἂν πανταχοῦ, καὶ οἰνόφλυγες καὶ πόρνοι καὶ γυναιμανεῖς ἐν πάσαις εἰσὶ ταῖς πόλεσιν· ἀλλʼ οὐδὲν τοῦτο χαλεπὸν οὐδὲ ὑπερβάλλον· ὅταν δὲ ἐπικρατῇ τὸ πάθος καὶ βλέπηται κοινόν, τότε ἐπίσημον καὶ μέγα καὶ δημοσίᾳ γίγνεται.

诚然,此类事情即便发生在个别人身上已属可怕,但若公然显露出来,则在各个方面都更为可耻。因为其他疾病也是如此,只要它们仅限于单个个体,就不会得到巨大而可怖的名称;但当这种状况演变为普遍现象时,便被称为瘟疫。因为总的来说,人们在任何地方都能发现所有的过错,每个城邦里都有酒鬼、淫棍和沉湎女色之徒;但这绝非什么不可救药或非同寻常之事;然而,当这种病态占据支配地位并呈现为全体共有时,它便变得显著、重大且具有公共性了。

§32.92

ποία γὰρ πόλις ἐστὶ τῶν μὴ σφόδρα ἐρήμων καὶ μικρῶν, ἐν ᾗ μὴ καθʼ ἡμέραν τις πυρέττει πάντως· ἀλλὰ Καυνίους μόνον παρείληφε τὸ ὄνειδος, ὅτι πάντες αὐτὸ πάσχουσιν· ὥσπερ καὶ ἀπὸ τῶν βελτιόνων τινὲς ἐθαυμάσθησαν καὶ δόξαν ἔσχον. πόσους γὰρ οἴεσθε Ἀθηναίων ἢ Μεγαρέων ἢ Κορινθίων τὰ σώματα ἀσκεῖν καὶ ζῆν φιλοπόνως καὶ ταῦθʼ ὅτʼ ἀναγκαῖον ἦν αὐτοῖς ἄνδρας ἀγαθοὺς ὑπὲρ τῶν πατρίδων γίγνεσθαι;

事实上,在那些并非极度荒凉狭小的城邦中,有哪一座城不是每天必定有人在发烧?然而只有考诺斯人蒙受了这一恶名,因为他们所有人皆患此疾;正如某些人也因更为优秀的品质而受到赞赏并赢得声誉一样。你们以为雅典人、墨伽拉人或科林斯人中,有多少人锻炼体魄、刻苦辛劳地生活,而且是在他们必须为保卫祖国而成为勇士的时代呢?

§32.93

τί οὖν μόνοι Λακεδαιμόνιοι τοῦτʼ ἔσχον τὸ ὄνομα καὶ τῆς δόξης ἀπολαύουσιν ἔτι καὶ νῦν; ὅτι κοινῇ ἐκτήσαντο τὴν φιλοτιμίαν. τοὺς δὲ Ἀθηναίους τὰ περὶ τοὺς λόγους μᾶλλον ἐπιτηδεύοντας καὶ ποίησιν καὶ χοροὺς ἐπὶ τούτοις αὐτοὺς ἐποίησε θαυμάζεσθαι διὰ τὴν αὐτὴν αἰτίαν. σκοπεῖτε δὲ μὴ ὑμεῖς οὐχ ὁμοίας μεταλάβητε δόξης τοῖς Ἀθηναίοις καὶ Λακεδαιμονίοις, ἀλλὰ μᾶλλον ἑτέροις τισίν· οὐ βούλομαι γὰρ ὀνομάσαι. ὅπερ γὰρ ἤδη πολλάκις εἶπον, αἰσχίω τὰ αἰσχρὰ καὶ καταγέλαστα μᾶλλον, ὅταν ᾖ περὶ τὰς πόλεις.

那么,为何唯独斯巴达人赢得了这一威名,且至今仍享有这份荣耀呢?因为他们是在公共集体中树立了这种荣誉心。至于雅典人,他们更为致力于研习修辞、诗歌和合唱队,出于同样的理由,也正是因为这些追求而赢得了赞赏。你们要当心,免得你们所分担的声誉不像雅典人和斯巴达人那样,倒更像某些其他人——我实不愿道出他们的名字。因为正如我屡次所说,可耻之事一旦关乎整座城邦,便会更为可耻,亦更为荒唐可笑。

§32.94

ὥσπερ ἐν ταῖς κωμῳδίαις καὶ διασκευαῖς Καρίωνα μὲν εἰσάγοντες μεθύοντα καὶ Δᾶον οὐ σφόδρα κινοῦσι γέλωτα, τὸν δὲ Ἡρακλέα τοιοῦτον ὁρῶσι γελοῖον δοκεῖ,2 παραφερόμενον, καὶ καθάπερ εἰώθασιν, ἐν κροκωτῷ, παραπλησίως καὶ δῆμος οὕτως μέγας μινυρίζων διὰ βίου καὶ πάλιν ἡνιοχῶν χωρὶς ἵππων αἰσχρὸν γίγνεται καὶ καταγέλαστον. αὐτὸ γὰρ τοῦτο Εὐριπίδης τὸν Ἡρακλέα φησὶ παθεῖν μαινόμενον· "ἐκ τοῦδε βαίνων ἅρματʼ οὐκ ἔχων ἔχειν ἔφασκε, δίφρου δʼ εἰσέβαινεν ἄντυγας, κἄθεινε κέντρον δῆθεν ὡς ἔχων χερί. "

正如在喜剧和改编剧中,引入喝醉的卡里翁或达奥斯并不能引得多少笑声,可当人们看到赫拉克勒斯这般失态、步履蹒跚,且如惯例那样身披藏红花色长袍时,便显得滑稽可笑;同样地,如此庞大的公民群体,若终生轻声吟唱,又无马而妄为御者,也会变得可耻而令人嗤笑。事实上,欧里庇得斯就曾描述赫拉克勒斯在发狂时遭遇了正是这样的情形: “他从此处迈步向前,明明没有战车,却口口声声说自己拥有,踏进车轼的栏圈,挥舞着马鞭,宛若手中真握有一柄。”

§32.95

μὴ οὖν καὶ ὑμεῖς κατὰ ζῆλον τὸν ἐπʼ Ἀλεξάνδρῳ·3 καὶ γὰρ αὐτὸς ἔλεγε Διὸς υἱὸς εἶναι. μᾶλλον δʼ ἴσως οὐχ Ἡρακλεῖ προσέοικεν ὑμῶν ὁ δῆμος, ἀλλὰ Κενταύρῳ τινὶ ἢ Κύκλωπι πεπωκότι καὶ ἐρῶντι, τὸ μὲν σῶμα ἰσχυρῷ καὶ μεγάλῳ, τὴν δὲ διάνοιαν ἀμαθεῖ. πρὸς τοῦ Διὸς οὐχ ὁρᾶτε ὅσην ὁ αὐτοκράτωρ ὑμῶν πεποίηται τῆς πόλεως ἐπιμέλειαν; οὐκοῦν χρὴ καὶ ὑμᾶς ἀντιφιλοτιμεῖσθαι καὶ τὴν πατρίδα κρείττω ποιεῖν, μὰ Δίʼ οὐ κρήναις οὐδὲ προπυλαίοις· εἰς ταῦτα μὲν γὰρ οὐ δύνασθε ὑμεῖς ἀναλίσκειν οὐδʼ ἂν ὑπερβάλοισθέ ποτε οἶμαι τὴν ἐκείνου μεγαλοψυχίαν· ἀλλʼ εὐταξίᾳ, κόσμῳ, τῷ δεικνύειν ὑμᾶς αὐτοὺς σώφρονας καὶ βεβαίους. οὕτως γὰρ ἂν οὔτʼ ἐπὶ τοῖς γεγονόσι μετανοήσειε καὶ πλείονα ὑμᾶς ἀγαθὰ ἐργάσεται. καὶ ἴσως ἂν αὐτῷ καὶ τῆς ἐνθάδε ἀφίξεως παράσχοιτε πόθον.

难道你们也是因仰慕亚历山大而落得如此境地?因为他也曾自称是宙斯之子。或者更确切地说,你们的民众大概并不像赫拉克勒斯,倒更像某个饱饮烈酒、坠入情网的半人马或独眼巨人,肉体虽强壮硕大,心智却愚昧无知。凭宙斯起誓,难道你们看不到皇帝对你们的城邦寄予了何等深切的关照吗?既然如此,你们岂不应当报以进取之心,使祖国变得更加美好——凭宙斯起誓,绝不是靠喷泉或宏伟门楼;因为在这些事物上你们既无力靡费,我想也绝不可能超越他的慷慨大度——而是要通过守纪、秩序,以及展现你们自身的审慎与坚定。因为唯有如此,他才不至于对既成之事感到懊悔,并会赐予你们更多的恩惠;甚至你们或许还能让他萌生亲临此地的渴望。

语法注3 条
  1. 32.90οὐ γὰρ ἂν μὲν τὸ σῶμά τινος κρατῆται ... εἰρωνεύεσθαι καὶ ὑποτιμᾶσθαι

    句首的否定词 οὐ 统摄整个句式,通过 δεῖ 否定了由 μὲν 与 δέ 所对比的两种截然相反的态度:即不能认为当肉体受制(ἂν μὲν ... κρατῆται)时应当视为被俘与奴役(νομίζειν),而当灵魂沦为奴隶时(由属格独立结构 τῆς δὲ ψυχῆς ἠνδραποδισμένης... 表达),却应当佯作不知并轻描淡写(εἰρωνεύεσθαι καὶ ὑποτιμᾶσθαι)。

  2. 32.94τὸν δὲ Ἡρακλέα τοιοῦτον ὁρῶσι γελοῖον δοκεῖ

    此句与前句的支配宾格的分词结构 εἰσάγοντες 相对照,但在句法上出现了破格(anacoluthon)。本应承接与 εἰσάγοντες 平行的主格分词或宾格不定式结构,此处却以与格分词 ὁρῶσι(“对于看到……的人而言”)支配前置的宾格 τὸν δὲ Ἡρακλέα(及 τοιοῦτον),并与非人称动词 δοκεῖ(“显得滑稽”)相连。

  3. 32.95μὴ οὖν καὶ ὑμεῖς κατὰ ζῆλον τὸν ἐπʼ Ἀλεξάνδρῳ

    这是一个省略了动词、表示担忧或审慎推测的独立从句(μὴ 后接推定的虚拟式)。根据上下文,省略了如“你们也变成了这般模样”或“做出此等行为”(例如 τοιοῦτοι γένησθε 或 ποιῆτε)之类的谓语动词。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:32.90-32.95