← 金嘴狄翁

演说集

§32.83-32.89

对市民狂热的嘲弄与道德沦丧带来的真正沦陷

演说者引用戏拟荷马的诗句讥讽亚历山大里亚人的狂热,指出即使城邦外表宏伟,若市民自身堕落则毫无价值。他警告说,城邦真正可耻的沦陷并非敌军破城,而是市民沉溺于赛马等低俗狂热、丧失一切道德与操守。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§32.83

"οἱ δʼ ὥστε ψαρῶν νέφος ἔρχεται ἠὲ κολοιῶν οὖλον κεκλήγοντες, ὅτε προΐδωσιν ἰόντα ἵππον, ὃς ἀνθρώποισι φόνον φέρει ἠλιθίοισιν· ὣς οἱ κεκλήγοντες ἐπʼ ἀλλήλοισιν ἔπιπτον. ὡς δʼ ἄνεμος ἄχνας φορέει ἱερὰς κατʼ ἀλωάς, ὡς δʼ ἀναμαιμάει βαθέʼ ἄγκεα θεσπιδαὲς πῦρ, πάντῃ δʼ εἰλυφόων ἄνεμος φέρει, οἱ δέ τε θάμνοι πρόρριζοι πίπτουσιν ἐπειγόμενοι πυρὸς ὁρμῇ· ὣς οἱ μὲν μάρναντο πυρὸς δέμας· οὐδέ κε φαίης1 οὔτε ποτʼ ἠέλιον σόον ἔμμεναι οὔτε σελήνην. "

“他们犹如掠过的群群椋鸟或寒鸦,当望见给愚蠢凡夫带来杀戮的马匹疾驰而至时,便发出阵阵惊恐的凄厉尖叫;他们就是这般嘶喊着相互倾覆踩踏。又如狂风在神圣的打谷场上扬起谷壳,又如神怒的烈火在深谷间咆哮肆虐,风势卷动着火舌四下乱舞,丛木在烈焰的摧折下被连根拔倒;他们亦如烈火之躯般混战不休,你绝不会相信太阳和月亮还能安然无恙。”

§32.84

"οἵηπερ φύλλων γενεή, τοίη δὲ καὶ ἀνδρῶν, ἀνδρῶν κουφονόων, φιλαοιδοτάτων, ἀγερώχων. ἠχὴ δʼ ἀμφοτέρων ἵκετʼ αἰθέρα καὶ Διὸς αὐλάς. ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον· οἰνοβαρές, κυνὸς ὄμματʼ ἔχων, κραδίην δʼ ἐλάφοιο, τί πτώσσεις; τί δʼ ὀπιπτεύεις κατὰ ἅρμʼ ἐν ἀγῶνι; εἰ δʼ ἄγε νυν πείρησαι, ἵνα κναφθεὶς ἀποτίνῃς. "

“恰如那树叶的世代,凡人的世代亦复如是——那些轻浮无谋、极爱歌曲、傲慢无礼之人的世代。两方的喧嚣直冲云霄,传入宙斯的庭院。有人看着身旁的同伴,这样喝道:‘烂醉如泥的醉鬼,长着狗一般的双眼,却怀着鹿一样的鼠胆!你畏缩什么?你为何在比赛中死死盯着战车?来吧,现在就试一试,好叫你被撕得粉碎,付出代价!’”

§32.85

"τὸν δʼ αὖθʼ Ἱπποκόων ἀπαμειβόμενος προσέειπε· τέττα, σιωπῇ ἧσο, ἐμῷ δʼ ἐπιπείθεο μύθῳ· ἠπεδανὸς δέ νύ τοι θεράπων, βραδέες δέ τοι ἵπποι. τὸν δʼ ἄρʼ ὑπὸ ζυγόφιν προσέφη πόδας αἰόλος ἵππος· οὐχ ὁράᾳς οἷος κἀγὼ καλός τε μέγας τε; ἀλλʼ ἔπι τοι κἀμοὶ θάνατος καὶ μοῖρα κραταιή. αἲ γάρ πως ὑμᾶς γε καὶ αὐτοὺς ἐνθάδε πάντας ὁπλήεντας ἔθηκε θεὰ λευκώλενος Ἥρη, ὡς μή μοι τρύζητε καθήμενοι ἄλλοθεν ἄλλος. ὣς ἔφαθʼ· οἱ δʼ εὔχοντο Διὶ Κρονίωνι ἄνακτι. "

“希波科翁随即应声回答他:‘朋友,安静坐着,听从我的话!你的驭夫确实软弱无力,你的马匹行动迟缓。’这时,那匹蹄步矫捷的骏马从辕木下对他开口说道:‘难道你看不出我也是何等神骏高大吗?然而死亡与强大的宿命同样逼临于我。但愿白臂女神赫拉能将你们在场的这些人统统变成带蹄的畜类,免得你们东一个西一个坐在这里对我喋喋不休!’它这般说道;而众人则向统治者克罗诺斯之子宙斯祈告。”

§32.86

ταῦτα μὲν ὑμῖν ἀπὸ πολλῶν καὶ φαύλων ὀλίγα, ὅπως μὴ μόνοι δοκῆτε εἶναι γελοῖοι. καὶ μὴν αἰσχρόν ἐστιν, ἄνδρες Ἀλεξανδρεῖς, τοὺς πυνθανομένους περὶ τῆς πόλεως τὰ μὲν ἄλλʼ ἀκούειν θαυμαστὰ οἷα,2 περὶ δὲ ὑμῶν αὐτῶν μηδὲν σεμνὸν λέγεσθαι μηδʼ ἄξιον ζήλου, τοὐναντίον δὲ ὡς φαύλους τοὺς ἀνθρώπους διαβεβλῆσθαι, μίμους καὶ γελωτοποιοὺς μᾶλλον, οὐκ ἄνδρας ἐρρωμένους, ἔστι γὰρ ὅμοιον ὥσπερ εἰ οἰκίαν μέν τις ἴδοι πάνυ καλήν, τὸν δὲ δεσπότην αὐτὸν ἀνδράποδον μηδὲ θυρωρεῖν ἄξιον. τῷ παντὶ γὰρ κρεῖττον ἐρημίαν καθορᾶν καὶ δεκαπέντε ἀνθρώπους εὐπόρους ἢ πλῆθος ἀνήριθμον ἀνθρώπων ἀθλίων καὶ μαινομένων, ὥσπερ τινὰ κόπρον βαθεῖαν ἐν ταὐτῷ νενημένην ἐκ παντοδαπῶν λυμάτων. οὐδὲ γὰρ πόλιν εἴποι τις ἂν ὀρθῶς τὴν ἐκ τοιούτων, οὐδέ γε χορὸν τοὺς ὁποίους δήποτε συνελθόντας, οὐδὲ στρατόπεδον πάντα ὄχλον.

在浩繁拙劣的诗篇中,我仅为你们撷取这寥寥数行,免得你们以为只有自己是荒唐可笑的。况且,亚历山大里亚的男人们啊,这委实令人羞耻:凡探听贵城之人,在其他各方面所闻皆是不可言喻的惊人壮美,可一谈及你们自身,却毫无庄重之语,亦无值得称道效仿之处;恰恰相反,这里的民众被斥为卑劣之徒,算不上是坚毅刚健的汉子,倒更像是滑稽剧演员和小丑。因为这正如同有人见到一座极尽奢华的宅邸,但主人自身却是个连做看门奴隶都不配的家奴。在任何意义上,眺望一片旷野和十五个生活殷实之人,都远胜于目睹那数不清的凄惨而狂乱的暴民——他们宛如由各类污秽残渣在同一处堆积而成的厚重粪肥。因为人们绝不能合理地将由这等人物组成的群体称为城邦,正如绝不能把随随便便聚集在一起的任何人群称为合唱队,也不能把任何乌合之众称为军队一样。

§32.88

οὐδὲ γὰρ τὸ τοῦ Ξέρξου στράτευμα λαμπρὸν ἦν, πλὴν εἰ μή τι διορύττειν ἢ διασκάπτειν ἢ τοιοῦτον ἕτερον ἔργον πράττειν·οὐδὲ ἡ τῶν Τρώων πόλις εὐδαίμων, ὅτι πονηρῶν καὶ ἀκολάστων ὑπῆρξε πολιτῶν. καίτοι μεγάλη τε καὶ ἔνδοξος ἦν· ἀλλʼ ὅμως ὁ τῆς Ἰθάκης πολίτης ἐπόρθησεν αὐτήν, τῆς μικρᾶς καὶ ἀδόξου σφόδρα οὖσαν εὐρύχωρον.3 φοβοῦμαι δὴ μὴ καὶ ὑμεῖς ἀπόλησθε παραπλησίως, εἰ καὶ ψυχρότερόν ἐστιν εἰπεῖν ὅτι κἀκείνην ὑπὸ ἵππου τινὸς φθαρῆναι λέγεται· πλὴν οἱ μὲν ἴσως ὑφʼ ἑνός, ὑμεῖς δὲ ὑπὸ πλειόνων ἑαλώκατε.

事实上,薛西斯的军队也绝非光彩夺目,除非是为了开凿运河、劈山开路,或者做些诸如此类的劳力勾当;特洛伊人的城邦也并不幸福,因为它是由邪恶放荡的市民组成的。尽管它曾庞大而显赫,但来自狭小无名之邦的伊萨卡公民,却攻破了那座幅员辽阔的都市。我实实在在地担忧你们也会遭遇类似的毁灭——尽管提及传说中那座城也是被一匹马所毁灭显得有些生硬附会;所不同的只是,他们或许只是被一匹马攻陷,而你们却是被许许多多的马所俘虏。

§32.89

μὴ γὰρ τοῦτο μόνον ἡγεῖσθε ἅλωσιν εἶναι πόλεως, ἄν τινες τὸ τεῖχος καταβαλόντες ἀποσφάττωσι τοὺς ἀνθρώπους καὶ τὰς γυναῖκας ἀπάγωσιν καὶ τὰς οἰκίας κατακάωσιν· αὕτη μὲν ἴσως τελευταία καὶ πρὸς ὀλίγον γιγνομένη καὶ μᾶλλον ἐλεεῖσθαι τοὺς παθόντας ἢ καταγελᾶσθαι παρασκευάζουσα· παρʼ οἷς δʼ ἂν ᾖ4 πάντων ἀμέλεια τῶν καλῶν, ἑνὸς δὲ πράγματος ἀγεννοῦς ἔρως, καὶ πρὸς μόνον τοῦτο ἀποβλέπωσι καὶ περὶ τοῦτο διατρίβωσι πηδῶντες καὶ μαινόμενοι καὶ παίοντες ἀλλήλους καὶ ἀπόρρητα λέγοντες καὶ τοὺς θεοὺς αὐτοὺς πολλάκις λοιδοροῦντες καὶ τὰ ὄντα ῥιπτοῦντες καὶ γυμνοὶ βαδίζοντες ἀπὸ τῆς θέας ἐνίοτε, τοῦτʼ ἔστιν αἰσχρὰ πόλεως καὶ ἐπονείδιστος ἅλωσις.

你们切莫以为只有当有人推倒城墙、屠杀男子、掳走妇女、焚毁房屋时,才算作城邦的沦陷;那种沦陷或许只是最终的浩劫,发生在转瞬之间,而且使受难者更易博得同情而非招致嘲弄。然而,在那些凡事无视崇高之德、唯独狂热痴迷于单一卑劣之物的地方,如果人们只将目光投向于此,整日沉湎其中,又跳又闹、疯狂失态、互相殴打、口出污秽之语、屡屡辱骂神明、挥霍家财,有时甚至赤身裸体地走出赛场——这才是城邦可耻而受人唾弃的真正沦陷。

语法注4 条
  1. 32.83οὐδέ κε φαίης

    小词 κε(相当于雅典方言的 ἄν)与第二人称单数希求法 φαίης 构成荷马式定型程式,表示潜能希求(potential optative,‘谁也不会说/你绝不会说’),用于泛指假想的旁观者。

  2. 32.86θαυμαστὰ οἷα

    θαυμαστὰ τοιαῦτα οἷα 的惯用紧缩形式。感叹/关系代词 οἷος 起到强化修饰前置形容词的作用,意为‘不可言喻的惊人壮美’或‘令人惊叹的’。

  3. 32.88τῆς μικρᾶς καὶ ἀδόξου σφόδρα οὖσαν εὐρύχωρον

    通过倒置(hyperbaton)与格的配合形成的精炼对比结构:阴性属格 τῆς μικρᾶς καὶ ἀδόξου 修饰前面的 Ἰθάκης(伊萨卡),而阴性宾格分词短语 σφόδρα οὖσαν εὐρύχωρον 则让步性地修饰宾语 αὐτήν(特洛伊,‘尽管其幅员辽阔’)。属格与宾格的交织有力地烘托出小邦伊萨卡与大邑特洛伊之间的反差。

  4. 32.89παρʼ οἷς δʼ ἂν ᾖ

    由 παρʼ οἷς δʼ ἂν 搭配虚拟式(ᾖ, ἀποβλέπωσι, διατρίβωσι)引导的泛指关系条件从句。该从句描绘的一整套情状,由主句开头的指示代词 τοῦτο 予以承接和集约,充当主句的主语(‘在凡是有……的地方,这才是……’)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0612.tlg001.humanitext-grc2:32.83-32.89